Oratio I contra Arianos

Athanasius of Alexandria

Athanasius. The Orations of St. Athanasius against the Arians. Bright, William, editor. Oxford: Clarendon, 1884.

13. Ὅτι μὲν οὖν τὸ ἀίδιον περὶ τοῦ Υἱοῦ αἱ γραφαὶ δείκνυνται λέγουσαι, φανερὸν ἐκ τῶν εἰρημένων· ὅτι δὲ ἅπερ φθέγγονται οἱ Ἀρειανοὶ λέγοντες τὸ ‘ οὐκ ἦν,ʼ καὶ τὸ ‘ πρὶν,ʼ καὶ τὸ ‘ ὅτε,ʼ αἱ αὐταὶ γραφαὶ περὶ τῶν κτισμάτων λέγουσι, δηλώσει πάλιν τὰ μέλλοντα λέγεσθαι. Ὁ μὲν γὰρ Μωϋσῆς περὶ τῆς [*](Gen. ii. 5.) καθʼ ἡμᾶς γενέσεως διηγούμενός φησι, ‘ καὶ πᾶν χλωρὸν ἀγροῦ πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς· καὶ πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι· οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ [*](Deut. xxxii. 8.) ἦν ἐργάζεσθαι τὴν γῆν·ʼ καὶ ἐν μὲν τῷ Δευτερονομίῳ· ‘ ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη.᾿  Ὁ δὲ Κύριος διὰ μὲν ἑαυτοῦ [*](John xin. 28, 29.) ἔλεγεν· ‘ Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν, ὅτι εἶπον, Πορεύομαι πρὸς τὸν Πατέρα, ὅτι ὁ Πατὴρ μείζων μοῦ ἐστι· καὶ νῦν προείρηκα ὑμῖν πρὶν γενέσθαι, ἵνα, ὅταν γένηται, πιστεύσητε·ʼ περὶ δὲ τῆς [*](Prov. viii. 23.) κτίσεως διὰ Σολομῶνός φησι, ‘ Πρὸ τοῦ τὴν γῆν ποιῆσαι, καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, καὶ πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, καὶ πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων τῶν [*](John viii. 58.) βουνῶν γεννῷ με·᾿  καὶ, ‘ πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι.᾿  [*](Jer. i.  5.) Περὶ δὲ Ἱερεμίου λέγει, ‘ Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, [*](Ps. lxxxix. (xc.) 1.) ἐπίσταμαί σε.᾿  Καὶ ὁ μὲν Δαβὶδ ψάλλει, ‘ Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ· πρὸ τοῦ ὄρη γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην, ἀπὸ τοῦ αἰῶνος καὶ ἕως [*](Dan. xiii. (Sus.) 42.) τοῦ αἰῶνος σὺ εἶ· ᾿  ἐν δὲ τῷ Δανιὴλ, ‘ Ἀνεβόησε φωνῇ μεγάλῃ Σουσάννα, καὶ εἶπεν, Ὁ Θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν.᾿  Τὸ ἄρα ‘ οὐκ ἦν ποτε,ʼ καὶ τὸ ‘πρὶν γενέσθαι,ʼ καὶ τὸ ‘ ὅτε,ʼ καὶ ὅσα τοιαῦτά ἐστι λεξείδια ἐπὶ μὲν τῶν γενητῶν καὶ κτισμάτων, τῶν ἐξ οὐκ ὄντων γενομένων, ἁρμόζει λέγεσθαι, ἀλλότρια δὲ τοῦ Λόγου ἐστίν. Εἰ δὲ ταῦτα μὲν ἐπὶ τῶν γενητῶν, τὸ δὲ ‘ ἀεὶʼ ἐπὶ τοῦ Υἱοῦ λέγουσιν αἱ γραφαὶ, οὐκ ἄρα, ὦ θεομάχοι, ἐξ οὐκ ὄντων γέγονεν ὁ Υἱὸς, οὐδὲ ὅλως τῶν γενητῶν ἐστιν ὁ Υἱὸς, ἀλλὰ τοῦ Πατρὸς εἰκὼν καὶ Λόγος ἀΐδιός ἐστιν, οὐδὲ πώποτε οὐκ ὢν, ἀλλὰ ἀεὶ ὢν, ὡς ἀϊδίου ὄντος φωτὸς ἀίδιον ἀπαύγασμα. Τί τοίνυν χρόνους πρὸ τοῦ Υἱοῦ φαντάζεσθε; ἢ διὰ τί μετὰ χρόνους βλασφημεῖτε τὸν Λόγον, διʼ οὖ καὶ οἱ αἰῶνες γεγόνασι ; πῶς γὰρ ὅλως

15
χρόνος ἢ αἰὼν ὑπέστη μήπω φανέντος καθʼ ὑμᾶς τοῦ Λόγου, διʼ οὗ τὰ πάντα γέγονε, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν;ʼ ἢ διὰ [*](John i. 3.) τί, χρόνον σημαίνοντες, οὐ λέγετε φανερῶς, ‘ ἦν χρόνος ὅτε οὐκ ἦν ὁ Λόγος ;ʼ Ἀλλὰ τὸ μὲν ὄνομα τοῦ ‘χρόνου᾿  σκέπετε, πρὸς ἀπάτην τῶν ἀκεραίων, τὸ φρόνημα δὲ ὅλως ἑαυτῶν οὐ κρύπτετε, ἀλλʼ οὐδὲ κρύπτοντες λαθεῖν δύνασθε· πάλιν γὰρ χρόνους σημαίνετε λέγοντες, ἦν ποτε ὅτε οὐκ ἦν,ʼ καὶ ‘οὐκ ἦν πρὶν γεννηθῇ.

14. Τούτων οὕτω δεικνυμένων, ἔτι πλέον ἀναιδεύονται λέγοντες· [*]((2.) Arian obj. Cp. de Syn. 51.) Εἰ μὴ ἦν ποτε ὅτε οὐκ ἦν, ἀλλ᾿  ἀΐδιός ἐστιν ὁ Υἱὸς, καὶ συνυπάρχει τῷ Πατρὶ, οὐκέτι Υἱὸν, ἀλλʼ ἀδελφὸν εἶναι τοῦ Πατρὸς λέγετε αὐτόν,ʼ Ἀνόητοι καὶ φιλόνεικοι· εἰ μὲν γὰρ ἀϊδίως συνεῖναι μόνον αὐτὸν ἐλέγομεν, καὶ μὴ Υἱὸν, πιθανή τις ἦν αὐτῶν ἡ προσποίητος εὐλάβεια· εἰ δὲ, ἀΐδιον λέγοντες, ὁμολογοῦμεν αὐτὸν Υἱὸν ἐκ Πατρὸς, πῶς ὁ γεννηθεὶς ‘ ἀδελφὸς᾿  τοῦ γεννήσαντος δύναται νομίζεσθαι ; καὶ εἰ εἰς Πατέρα καὶ Υἱὸν ἡμῶν ἐστιν ἡ πίστις, ποία ἀδελφότης ἐν τούτοις ἐστίν ; ἢ πῶς δύναται ὁ Λόγος ἀδελφὸς λέγεσθαι τούτου, οὗ καὶ ἔστι Λόγος ; Οὐκ ἔστιν ἀντίῤῥησις αὕτη ὡς παρὰ ἀγνοούντων γινομένη· συνορῶσι γὰρ καὶ αὐτοὶ τὴν ἀλήθειαν· ἀλλὰ ‘ πρόφασίς ἐστιν Ἰουδαϊκὴ, καὶ θελόντων, ὡς εἶπεν ὁ Σολομὼν, ἀπὸ τῆς ἀληθείας [*](Prov. xviii. 1.) ‘χωρίζεσθαι.᾿  Οὐ γὰρ ἔκ τινος ἀρχῆς προϋπαρχούσης ὁ Πατὴρ [*](Cp. de Syn. 45.) καὶ ὁ Υἱὸς ἐγεννήθησαν, ἵνα καὶ ἀδελφοὶ νομισθῶσιν· ἀλλʼ ὁ Πατὴρ ἀρχὴ τοῦ Υἱοῦ καὶ γεννήτωρ ἐστὶ, καὶ ὁ Πατὴρ πατήρ [*](Cp. the Quicunque, v. 24.) ἐστι, καὶ οὐχ υἱός τινος γέγονε· καὶ ὁ Υἱὸς δὲ υἱός ἐστι, καὶ οὐκ ἀδελφός. Εἰ δὲ ἀΐδιον γέννημα τοῦ Πατρὸς λέγεται, καλῶς λέγεται. Οὐ γὰρ ἀτελὴς οὐσία τοῦ Πατρὸς ἦν ποτε, ἵνα καὶ τὸ ἴδιον αὐτῆς ἐπισυμβαίνῃ ταύτῃ· οὐδὲ ὡς ἄνθρωπος ἐξ ἀνθρώπου γεγέννηται ὁ Υἱὸς, ἵνα καὶ ὑστερίζῃ τῆς πατρῴας ὑπάρξεως· ἀλλὰ Θεοῦ γέννημά ἐστι, καὶ ὡς Θεοῦ τοῦ ἀεὶ ὄντος ἴδιος ὢν Υἱὸς, ἀϊδίως ὑπάρχει. Ἀνθρώπων μὲν γὰρ ἴδιον τὸ ἐν χρόνῳ γεννᾷν διὰ τὸ ἀτελὲς τῆς φύσεως· Θεοῦ δὲ ἀΐδιον τὸ γέννημα, διὰ τὸ ἀεὶ τέλειον τῆς φύσεως. Εἰ μὲν οὖν οὐκ ἔστιν Υἱὸς, ἀλλʼ ἐξ οὐκ ὄντων ποίημα γέγονε, δεικνύτωσαν πρότερον, καὶ ὡς περὶ ποιήματος φανταζόμενοι κραζέτωσαν, ὅτι ‘ ἦν ποτε ὅτε οὐκ ἦν·᾿  οὐκ ὄντα γὰρ γέγονε τὰ γενητά. Εἰ δὲ Υἱός ἐστι, τοῦτο

16
γὰρ καὶ ὁ Πατὴρ λέγει, καὶ αἱ γραφαὶ βοῶσι· τὸ δὲ Υἱὸς οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ ἐκ τοῦ Πατρὸς γεννώμενον, τὸ δὲ γεννώμενον ἐκ τοῦ Πατρὸς Λόγος ἐστὶν αὐτοῦ καὶ Σοφία καὶ ἀπαύγασμα· τί δεῖ λέγειν ἢ ὅτι λέγοντες, ‘ ἦν ποτε ὅτε οὐκ ἦν ὁ Υἱὸς,᾿ ὡς λῃσταί τινες ἀποσυλῶσι τὸν Λόγον ἀπὸ τοῦ Θεοῦ, καὶ ἄντικρυς [*](ii. 32.) κατʼ αὐτοῦ φθέγγονται, ὅτι ἦν ποτεʼ τοῦ ἰδίου Λόγου καὶ Σοφίας χωρὶς, καὶ τὸ φῶς ‘ ἦν ποτε χωρὶς αὐγῆς, καὶ ἄγονος ἦν ἡ πηγὴ [*](c. 19.) καὶ ξηρά; Κἂν γὰρ, τὸ ὄνομα τοῦ‘χρόνου᾿  προσποιούμενοι φοβεῖσθαι διὰ τοὺς ὀνειδίζοντας αὐτοὺς, λέγωσι πρὸ χρόνων αὐτὸν [*](Cp. Theeod. H. E. iv. 22.) εἷναι, ἀλλʼ ὅμως ὅτι διαστήματά τινα διδόασιν, ἐν οἶς μὴ εἶναι αὐτὸν φαντάζονται, οὐδὲν ἧττον χρόνους σημαίνοντες, καὶ ἀλογίαν περὶ τὸν Θεὸν εἰσάγοντες, μεγάλως ἀσεβοῦσιν.

[*](Cp. de Decr. Nic. 6.)

15. Εἰ δὲ καὶ τὸ ὄνομα τοῦ Υἱοῦ πάλιν συνομολογοῦσι, διὰ τὸ μὴ βούλεσθαι φανερῶς παρὰ πάντων καταγινώσκεσθαι, τὸ δὲ εἶναι τοῦτον τῆς οὐσίας τοῦ Πατρὸς ἴδιον γέννημα ἀρνοῦνται, ὡς μὴ δυναμένου τούτου εἶναι χωρὶς τῆς ἐκ μερῶν καὶ διαιρέσεων ὑπονοίας, οὐδὲν ἧττον πάλιν ἀρνοῦνται μὴ εἶναι μὲν ἀληθινὸν Υἱὸν, ὀνόματι δὲ μόνον λέγοντες ‘ υἱόν.᾿  Πῶς δὲ οὐ [*](c. 21; iii. 1.) σφάλλονται μεγάλως περὶ τοῦ ἀσωμάτου τὰ σωμάτων ἐνθυμούμενοι, καὶ διὰ τὴν ἀσθένειαν τῆς ἰδίας φύσεως ἀρνούμενοι τὸ φύσει καὶ ἴδιον τοῦ Πατρός ; Ὥρα γὰρ αὐτοὺς μὴ νοοῦντας [*](ii. 36; Ep. ad Mon. 2.) καὶ πῶς ἐστιν ὁ Θεὸς, ἢ ποταπός ἐστιν ὁ Πατὴρ, ἀρνεῖσθαι καὶ αὐτὸν, ἐπεὶ καὶ τὸ γέννημα τοῦ Πατρὸς ἐξ ἑαυτῶν μετροῦσιν οἱ ἄφρονες. Ἀλλʼ οὕτως αὐτοὺς διακειμένους, καὶ νομίζοντας μὴ δύνασθαι εἶναι υἱὸν τοῦ Θεοῦ, οἰκτείρειν μὲν ἄξιον· ἐρωτᾷν δὲ [*](c. 7.) καὶ διελέγχειν αὐτοὺς ἀκόλουθόν ἐστι, τάχα κἂν οὕτως εἰς αἴσθησιν ἔλθωσιν. Εἰ καθʼ ὑμᾶς ‘ἐξ οὐκ ὄντων ἐστὶν ὁ Υἱὸς, [*](c. 9 ; iii. 1 ; de Syn. 51.) καὶ οὐκ ἦν πρὶν γεννηθῇ,ʼ πάντως που κατὰ μετουσίαν καὶ αὐτὸς υἱὸς, καὶ Θεὸς, καὶ σοφία ἐκλήθη· οὕτω γὰρ καὶ τὰ ἄλλα πάντα συνέστηκέ τε καὶ ἁγιαζόμενα δοξάζεται. Τίνος τοίνυν ἐστὶ μέτοχος, εἰπεῖν ὑμᾶς ἀνάγκη. Τὰ μὲν γὰρ ἄλλα πάντα τοῦ Πνεύματος μετέχει, αὐτὸς δὲ ἄρα καθʼ ὑμᾶς τίνος ἂν εἴη μέτοχος ; τοῦ Πνεύματος ; καὶ μὴν αὐτὸ τὸ Πνεῦμα μᾶλλον [*](John xvi. 14.) ‘παρὰ τοῦ Υἱοῦ λαμβάνει,᾿  ὡς αὐτὸς εἴρηκε, καὶ ἄλογόν ἐστιν [*](Cp. iii.24.) εἰπεῖν τοῦτον ἁγιάζεσθαι παρʼ ἐκείνου. Oὐκοῦν τοῦ Πατρὸς μετέχει· τοῦτο γὰρ λείπεται, καὶ ἀνάγκη λέγειν. Καὶ τί τοῦτο

17
ἄρα ἢ πόθεν ἐστίν ; εἰ μὲν οὖν ἔξωθέν ἐστιν ἐπινοηθὲν παρὰ τοῦ Πατρὸς, οὐκέτι πάλιν τοῦ Πατρὸς μετέχων ἂν εἴη, ἀλλὰ τοῦ ἔξωθεν γενομένου, καὶ οὐκέτι αὐτὸς οὐδὲ δεύτερος ἔσται μετὰ τὸν Πατέρα, ἔχων πρὸ ἑαυτοῦ ἐκεῖνο· οὐδὲ τοῦ Πατρὸς Υἱὸς ἂν λεχθείη, ἀλλʼ ἐκείνου, οὗ καὶ μετέχων υἱὸς καὶ Θεὸς ἐκλήθη· εἰ δὲ τοῦτο ἄτοπον καὶ ἀσεβὲς, λέγοντος μὲν τοῦ Πατρὸς, ‘ Οὔτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς,ʼ λέγοντος δὲ καὶ [*](Matt. iii,17. John v. 18.) τοῦ Υἱοῦ, ‘ Πατέρα ἴδιον εἶναι τὸν Θεόν·᾿  δῆλον ὅτι οὐκ ἔξωθεν, ἀλλʼ ‘ ἐκ τῆς οὐσίας τοῦ Πατρός ἐστι τὸ μετεχόμενον. Τοῦτο δὲ [*](Nic. Cr. orig) πάλιν ἐὰν ἕτερον ᾖ παρὰ τὴν οὐσίαν τοῦ Υἱοῦ, τὸ ἴσον ἄτοπον ἀπαντήσει, μέσου πάλιν εὑρισκομένου τούτου ἐκ τοῦ Πατρὸς καὶ τῆς οὐσίας τοῦ Υἱοῦ, ἥτις ποτέ ἐστιν.

16. Τοιούτων δὴ οὖν ἀτόπων καὶ παρὰ τὴν ἀλήθειαν ἀναφαινομένων λογισμῶν, ἀνάγκη λέγειν τὸ ‘ἐκ τῆς οὐσίας τοῦ Πατρὸς’ ἴδιον αὐτοῦ σύμπαν εἶναι τὸν Υἱόν· τὸ γὰρ ὅλως ‘μετέχεσθαιʼ τὸν Θεὸν ἴσον ἐστὶ λέγειν ὅτι καὶ γεννᾷ· τὸ δὲ ‘ γεννᾷνʼ τί σημαίνει ἢ υἱόν ; Αὐτοῦ γοῦν τοῦ Υἱοῦ μετέχει τὰ πάντα κατὰ τὴν τοῦ Πνεύματος γινομένην παρ᾿ . αὐτοῦ χάριν· καὶ φανερὸν ἐκ τούτου γίνεται ὅτι αὐτὸς μὲν ὁ Υἱὸς οὐδενὸς μετέχει, τὸ δὲ ἐκ τοῦ Πατρὸς μετεχόμενον, τοῦτό ἐστιν ὁ Υἱός. Αὐτοῦ γὰρ τοῦ Υἱοῦ μετέχοντες, τοῦ Θεοῦ μετέχειν λεγόμεθα· καὶ τοῦτό ἐστιν ὃ ἔλεγεν ὁ Πέτρος, ‘ ἵνα γένησθε θείας κοινωνοὶ φύσεως,ʼ ὥς φησι [*](2 Pet. i. 4.) καὶ ὁ ἀπόστολος, ‘ οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε ;ʼ καὶ, ‘ ἡμεῖς [*](Cor. iii. 16. 2 Cor. vi. 16.) γὰρ ναὸς Θεοῦ ἐσμεν ζῶντος.᾿  Καὶ αὐτὸν δὲ τὸν Υἱὸν βλέποντες, ὁρῶμεν τὸν Πατέρα. Ἡ γὰρ τοῦ Υἱοῦ ἔννοια καὶ κατάληψις [*](Cp. Jonh xiv. 9.) γνῶσίς ἐστι περὶ τοῦ Πατρὸς, διὰ τὸ ἐκ τῆς οὐσίας αὐτοῦ ἴδιον εἶναι γέννημα. Ὥσπερ δὲ τὸ μετέχεσθαι οὐκ ἄν τις ὑμῶν ἔτι πάθος εἴποι καὶ μερισμὸν τῆς τοῦ Θεοῦ οὐσίας· (δεδήλωται γὰρ καὶ ὡμολόγηται μετέχεσθαι τὸν Θεὸν, καὶ ταὐτὸ εἶναι μετέχεσθαι καὶ γεννᾷν·) οὕτως τὸ γέννημα οὐ πάθος, οὐδὲ μερισμός ἐστι τῆς μακαρίας ἐκείνης οὐσίας. Οὐκ ἄπιστον ἄρα ἐστὶν Υἱὸν ἔχειν τὸν Θεὸν, τῆς ἰδίας οὐσίας τὸ γέννημα· οὐδʼ ἄρα πάθος καὶ μερισμὸν τῆς οὐσίας τοῦ Θεοῦ σημαίνομεν, λέγοντες ‘Υἱὸν καὶ γέννημα·᾿  ἀλλὰ μᾶλλον τὸ γνήσιον καὶ τὸ [*](Cp. c. 8.) ἀληθινὸν καὶ τὸ μονογενὲς τοῦ Θεοῦ γινώσκοντες, οὕτω πιστεύομεν. Τούτου δὲ οὕτω πεφασμένου καὶ δεικνυμένου, ὅτι τὸ ἐκ

18
τῆς τοῦ Πατρὸς οὐσίας γέννημα τοῦτό ἐστιν ὁ Υἱὸς, οὐδενὶ λοιπὸν ἀμφίβολον, ἀλλὰ καὶ πρόδηλον ἂν εἴη, ὅτι τοῦτό ἐστιν ἡ Σοφία καὶ ὁ Λόγος τοῦ Πατρὸς, ἐν ᾧ καὶ δι᾿  οὗ τὰ πάντα κτίζει καὶ ποιεῖ· καὶ τοῦτό ἐστιν αὐτοῦ τὸ ἀπαύγασμα, ἐν ᾧ τὰ πάντα φωτίζει, καὶ ἀποκαλύπτεται οἵς ἐὰν θέλῃ· τοῦτό ἐστιν αὐτοῦ χαρακτὴρ καὶ εἰκὼν, ἐν ᾧ θεωρεῖται καὶ γινώσκεται, διὸ [*](John x. 30. 2 Cor. v. 17.) καὶ ‘ αὐτὸς καὶ ὁ Πατὴρ ἕν εἰσι·᾿  καὶ γὰρ ὁ τοῦτον βλέπων βλέπει καὶ τὸν Πατέρα· τοῦτό ἐστιν ὁ Χριστὸς, ἐν τὰ πάντα λελύτρωται, καὶ πάλιν τὴν καινὴν εἰργάσατο κτίσιν. Τοῦ δὲ Υἱοῦ πάλιν οὕτως ὄντος, οὐχ ἁρμόζει, ἀλλὰ καὶ λίαν ἐπικίνδυνόν ἐστιν εἰπεῖν τοῦτον ‘ ἐξ οὐκ ὄντων ποίημα ἢ, ‘ οὐκ ἦν πρὶν γεννηθῇ.᾿  Ὁ γὰρ τὸ ἴδιον τῆς οὐσίας τοῦ Πατρὸς οὕτω λέγων καὶ εἰς αὐτὸν τὸν Πατέρα φθάνει βλασφημῶν, τὰ τοιαῦτα φρονῶν περὶ αὐτοῦ, οἴα καὶ περὶ τοῦ ἐξ αὐτοῦ γεννήματος φανταζόμενος καταψεύδεται.