Oratio I contra Arianos
Athanasius of Alexandria
Athanasius. The Orations of St. Athanasius against the Arians. Bright, William, editor. Oxford: Clarendon, 1884.
17. Ἔστι μὲν οὖν καὶ τοῦτο μόνον ἱκανὸν ἀνατρέπειν τὴν Ἀρειανὴν αἵρεσιν· ὅμως δὲ καὶ ἐκ τούτου ἄν τις ἴδοι τὸ ἀλλόδοξον αὐτῆς. Εἰ ποιητὴς καὶ κτίστης ἐστὶν ὁ Θεὸς, διὰ Υἱοῦ δὲ τὰ ποιήματα κτίζει, καὶ οὐκ ἔστιν ἄλλως ἰδεῖν τὰ γινόμενα ἢ διὰ τοῦ Λόγου γινόμενα· πῶς οὐ βλάσφημον, ποιητοῦ ὄντος τοῦ Θεοῦ, λέγειν τὸν δημιουργικὸν αὐτοῦ Λόγον καὶ τὴν Σοφίαν ‘ μὴ εἶναί ποτε ;᾿ Ἴσον γάρ ἐστιν εἰπεῖν ὅτι μηδὲ ποιητής ἐστιν ὁ Θεὸς, οὐκ ἔχων ἴδιον ἐξ αὐτοῦ δημιουργικὸν Λόγον, ἀλλʼ ἔξωθεν [*](Cp. ii. 43.) ἐπεισαγόμενός ἐστι καὶ ξένος αὐτοῦ, καὶ ἀνόμοιος κατʼ οὐσίαν τυγχάνων, ἐν ᾧ δημιουργεῖ. Ἔπειτα λεγέτωσαν ἡμῖν—μᾶλλον δὲ κἂν ἐκ τούτου βλεπέτωσαν τὴν δυσσέβειαν ἑαυτῶν ἐκ τοῦ λέγειν, ‘ ἦν ποτε ὅτε οὐκ ἢν,ʼ καὶ, οὐκ ἦν πρὶν γεννηθῇ·᾿ Εἰ γὰρ οὐκ ἀϊδίως σύνεστιν ὁ Λόγος τῷ Πατρὶ, οὐκ ἔστιν ἡ Τριὰς [*]((4.) Cp. iv. 13.) ἀΐδιος· ἀλλὰ μονὰς μὲν ἦν πρότερον, ἐκ προσθήκης δὲ γέγονεν ὕστερον Τριὰς, καὶ προϊόντος τοῦ χρόνου κατʼ αὐτοὺς ηὔξησε καὶ συνέστη τῆς θεολογίας ἡ γνῶσις. Πάλιν τε, εἰ οὐκ ἔστιν ὁ Υἱὸς ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας γέννημα, ἀλλʼ ἐξ οὐκ ὄντων γέγονεν, ἐξ οὐκ ὄντων συνίσταται Τριὰς, καὶ ‘ ἦν ποτε ὅτε οὐν ἦνʼ Τριὰς, ἀλλὰ μονάς· καὶ ποτὲ μὲν ἐλλειπὴς Τριὰς, ποτὲ δὲ πλήρης· ἐλλειπὴς μὲν πρὶν γένηται ὁ Υἱὸς, πλήρης δὲ ὅτε γέγονε· καὶ λοιπὸν καὶ τὸ γενητὸν τῷ κτίστῃ συναριθμεῖται, καὶ τό ποτε
18. Οὐκ ἔστι δὲ οὕτως· μὴ γένοιτο· οὐκ ἔστι γενητὴ ἡ [*](iii. 6.) Τριάς· ἀλλʼ ἀίδιος καὶ μία θεότης ἐστὶν ἐν Τριάδι, καὶ μία [*](Cp. the Quicunque, v. 5.) δόξα τῆς ἁγίας Τριάδος· καὶ σχίζειν αὐτὴν εἰς διαφόρους φύσεις τολμᾶτε· τοῦ Πατρὸς ἀϊδίου ὄντος, τὸν συγκαθήμενον αὐτῷ Λόγον λέγετε ὅτι ‘ ἦν ποτε ὅτε οὐκ ἦν·᾿ τοῦ δὲ Υἱοῦ συγκαθημένου τῷ Πατρὶ, ἐνθυμεῖσθε τοῦτον μακρύνειν ἀπʼ αὐτοῦ, Κτίζουσά ἐστι καὶ δημιουργὸς ἡ Τριάς· καὶ οὐ φοβεῖσθε καταφέροντες αὐτὴν εἰς τὰ ἐξ οὐκ ὄντων· οὐκ αἰδεῖσθε τὰ δοῦλα συνεξισάζοντες τῇ εὐγενείᾳ τῆς Τριάδος, καὶ τὸν βασιλέα Κύριον Σαβαὼθ τοῖς ὑπηκόοις συντάττοντες, Παύσασθε συμφύροντες τὰ ἄμικτα, μᾶλλον δὲ τὰ μὴ ὄντα τῷ ὄντι. Οὐκ ἔστι ταῦτα λέγοντας ἐνεγκεῖν δόξαν καὶ τιμὴν τῷ Κυρίῳ, ἀλλὰ ἀδοξίαν καὶ ἀτιμίαν· ὁ γὰρ ἀτιμάζων τὸν Υἱὸν ἀτιμάζει τὸν Πατέρα. Εἰ γὰρ νῦν ἐν Τριάδι ἡ θεολογία τελεία ἐστὶ, καὶ [*](Cp. Ath. ad Afros 11.) αὕτη ἡ ἀληθὴς καὶ μόνη θεοσέβειά ἐστι, καὶ τοῦτό ἐστι τὸ καλὸν καὶ ἡ ἀλήθεια, ἔδει τοῦτο οὕτως ἀεὶ εἶναι, ἴνα μὴ τὸ καλὸν καὶ ἡ ἀλήθεια ἐπιγένηται, καὶ ἐκ προσθήκης συνίσταται [*](Qy. συν. ισταται.) τὸ τῆς θεολογίας πλήρωμα. Ἔδει οὖν τοῦτο ἀϊδίως εἶναι· εἰ δὲ μὴ ἀιδίως ἦν, ἔδει μηδὲ νῦν οὕτως αὐτὴν εἶναι, ἀλλʼ οὕτως εἶναι, ὥσπερ ἐξ ἀρχῆς ὑμεῖς αὐτὴν ὑποτίθεσθε, ἵνα μηδὲ νῦν Τριὰς ᾖ. Ἀλλʼ οὐ ἂν ἀνάσχοιτό τις Χριστιανῶν τῶν τοιούτων αἱρετικῶν· Ἑλλήνων γὰρ ἴδια ταῦτα, ὥστε γενητὴν εἰσάγειν τριάδα, καὶ τοῖς γενητοῖς αὐτὴν συνεξισάζειν· τῶν γὰρ γενητῶν ἐστιν ἐλλείψεις καὶ προσθήκας δέχεσθαι· Χριστιανῶν δὲ ἡ πίστις ἄτρεπτον καὶ τελείαν καὶ ἀεὶ ὡσαύτως ἔχουσαν τὴν
19. Εἰ πηγὴ σοφίας καὶ ζωῆς ἐστι καὶ λέγεται ὁ Θεὸς, ὡς [*](Jer. ii. 13.) διὰ μὲν Ἱερεμίου, ‘ ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος·᾿ καὶ [*](Ib. xvii. 12.) πάλιν, ‘ Θρόνος δόξης ὑψωμένος, ἁγίασμα ἡμῶν· ὑπομονὴ Ἰσραὴλ, Κύριε, πάντες οἱ ἐγκαταλιπόντες σε αἰσχυνθήτωσαν· ἀφεστηκότες, ἐπὶ τῆς γῆς γραφήτωσαν· ὅτι ἐγκατέλιπον πηγὴν [*](Baruch iii. 12.) ζωῆς τὸν Κύριον·᾿ ἐν δὲ τῷ Bαροὺχ γέγραπται· ‘ ἐγκατελίπετε τὴν πηγὴν τῆς σοφίας·’ ἀκόλουθον ἂν εἴη τὴν ζωὴν καὶ τὴν σοφίαν μήτε ξένα τῆς οὐσίας τῆς ‘πηγῆςʼ εἶναι, ἀλλʼ ἴδια, μήτε ἀνύπαρκτά ποτε εἶναι, ἀλλʼ ἀεὶ εἶναι. Ἔστι δὲ ταῦτα ὁ Υἱὸς, [*](John xiv. 6.) ὁ λέγων, ‘ Ἐγώ εἰμι ἡ ζωὴ,’ καὶ, ‘ Ἐγὼ ἡ Σοφία κατεσκήνωσα [*](Prov. viii. 12.) βουλήν.᾿ Πῶς τοίνυν οὐκ ἀσεβεῖ ὁ λέγων, ‘ἦν ποτε ὅτε οὐκ ἦν ὁ Υἱός ;᾿ Ἴσον γάρ ἐστιν εἰπεῖν, ‘ ἦν ποτε ὅτε ἡ πηγὴ ξηρὰ [*](C. 14.) ἦν, χωρὶς τῆς ζωῆς καὶ τῆς σοφίας.᾿ Ἡ δὲ τοιαύτη οὐκ ἂν εἴη πηγή· τὸ γὰρ μὴ ἐξ ἑαυτοῦ γεννῶν οὐκ ἔστι πηγή. Ὅσης δὲ ἀτοπίας γέμον ἐστὶ τοῦτο ὁ μὲν γὰρ Θεὸς τοὺς ποιοῦντας αὐτοῦ τὸ θέλημα ἐπαγγέλλεται ὡς πηγὴν ἔσεσθαι, ἣν μὴ ἐξέλιπεν [*](Isa. lviii. 11.) ὕδωρ, λέγων διὰ Ἡσαΐου τοῦ προφήτου, ‘ Καὶ ἐμπλησθήσῃ, καθάπερ ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ τὰ ὀστᾶ σου πιανθήσεται, καὶ ἔσται ὡς κῆπος μεθύων, καὶ ὡς πηγὴ, ἣν μὴ ἐξέλιπεν ὕδωρ·᾿ οὗτοι δὲ τὸν Θεὸν, λεγόμενον καὶ ὄντα πηγὴν τῆς σοφίας, ἄγονον αὐτὸν καὶ λείψαντά ποτε τῆς ἰδίας σοφίας δυσφημεῖν τολμῶσιν. Ἀλλὰ τὰ μὲν παρὰ τούτων ἐστὶ ψεύδη· ἡ δὲ ἀλήθεια μαρτυρεῖ πηγὴν ἀΐδιον εἶναι τὸν Θεὸν τῆς ἰδίας σοφίας. Ἀϊδίου δὲ τῆς πηγῆς οὔσης, ἐξ ἀνάγκης καὶ τὴν Σοφίαν ἀΐδιον εἶναι δεῖ. Ἐν ταύτῃ γὰρ καὶ τὰ πάντα γέγονεν, ὡς ψάλλει [*](Ps. ciii. (civ.) 24.) Δαβὶδ, ‘Πάντα ἐν σοφίᾳ ἐποίησας·ʼ καὶ Σολομών φησιν, ‘ Ὁ [*](Prov. iii. 19.) Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει.᾿ Αὐτή τε ἡ Σοφία ἐστὶν ὁ Λόγος, καὶ ‘ δι᾿ αὐτοῦ,ʼ ὡς
20. Πότε γοῦν τοῦ ἰδίου χωρὶς ἦν ὁ Θεός; ἢ πῶς τις περὶ τοῦ ἰδίου, ὡς περὶ ξένου καὶ ἀλλοτριοουσίου δύναται λογίσασθαι; [*](Cp. c. 26. ; iii. 11, 26.) Τὰ μὲν γὰρ ἄλλα, οἷά ἐστι τὰ γενητὰ, οὐδὲν ὅμοιον κατʼ οὐσίαν ἔχει πρὸς τὸν πεποιηκότα· ἀλλʼ ἔξωθεν αὐτοῦ ἐστι, χάριτι καὶ βουλήσει αὐτοῦ τῷ Λόγῳ γενόμενα, ὥστε πάλιν δύνασθαι καὶ παύεσθαί ποτε, εἰ θελήσειεν ὁ ποιήσας· ταύτης γάρ ἐστι φύσεως τὰ γενητά. Τὸ δὲ ἴδιον τῆς οὐσίας τοῦ Πατρὸς (ὡμολόγηται [*](c. 16.) γὰρ ἤδη τοῦτο εἶναι ὁ Υἱός)· πῶς οὐ τολμηρὸν καὶ δυσσεβὲς εἰπεῖν ‘ἐξ οὐκ ὄντων καὶ ὅτι ‘οὐκ ἦν πρὶν γεννηθῇ,ʼ ἀλλʼ ἐπισυμβέβηκε, καὶ δύναται πάλιν μὴ εἶναί ποτε ; Τοῦτο δὲ καὶ μόνον ὁ ἐνθυμούμενος κατανοείτω, πῶς τὸ τέλειον καὶ τὸ πλῆρες τῆς τοῦ Πατρὸς οὐσίας ἀφαιρεῖται· καὶ γὰρ φανερώτερον ἄν τις ἴδοι πάλιν τὸ ἄτοπον τῆς αἱρέσεως, ἐὰν ἐνθυμηθῇ ὅτι ὁ Υἱὸς ‘ εἰκώνʼ [*](Υ.) ἐστι καὶ ‘ἀπαύγασμα τοῦ Πατρὸς, καὶ χαρακτὴρ,’ καὶ ‘ἀλήθεια.᾿ Εἰ γὰρ ὑπάρχοντος φωτὸς, ἔστιν εἰκὼν αὐτοῦ τὸ ἀπαύγασμα, καὶ οὔσης ὑποστάσεως, ἔστι ταύτης ὁ χαρακτὴρ ὁλόκληρος, καὶ ὄντος