9. Ἰδοὺ γὰρ ἡμεῖς μὲν ἐκ τῶν θείων γραφῶν παῤῥησιαζόμεθα περὶ τῆς εὐσεβοῦς πίστεως, καὶ ὡς λύχνον ἐπὶ τῆς λυχνίας τιθέαμεν λέγοντες· Υἱὸς ἀληθινὸς φύσει καὶ γνήσιός ἐστι τοῦ [*](Cp. de Syn. 14.) Πατρὸς, ἴδιος τῆς οὐσίας αὐτοῦ, Σοφία μονογενὴς, καὶ Λόγος ἀληθινὸς καὶ μόνος τοῦ Θεοῦ οὗτός ἐστιν· οὐκ ἔστι κτίσμα οὔτε ποίημα, ἀλλʼ ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας γέννημα. Διὸ Θεός ἐστιν ἀληθινὸς, ἀληθινοῦ Πατρὸς ‘ ὁμοούσιος᾿ ὑπάρχων. Τὰ δʼ [*](Nic. Cr.) ἄλλα, οἷς εἷπεν, ‘Ἐγὼ εἴπα, θεοί ἐστε,᾿ μόνον μετοχῇ τοῦ Λόγου [*](Ps. Ixxxi. (lxxxii) 6.) διὰ τοῦ Πνεύματος ταύτην ἔχουσι τὴν χάριν παρὰ τοῦ Πατρός. ‘Χαρακτὴρ γάρ ἐστι τῆς τοῦ Πατρὸς ὑποστάσεως, καὶ ‘ φῶς ἐκ [*](Heb. i 3. Nic. Cr.) φωτὸς,ʼ καὶ δύναμις καὶ εἰκὼν ἀληθινὴ τῆς τοῦ Πατρὸς οὐσίας, Τοῦτο γὰρ πάλιν εἶπεν ὁ Κύριος· ‘Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν [*](John xiv. 9.) Πατέρα.᾿ Ἀεὶ δὲ ἦν καὶ ἔστι, καὶ οὐδέποτε οὐκ ἦν. Ἀϊδίου γὰρ ὄντος τοῦ Πατρὸς, ἀΐδιος ἂν εἴη καὶ ὁ τούτου Λόγος καὶ ἡ Σοφία. Αὐτοὶ δὲ τί ἄρα ἡμῖν ἐκ τῆς πανεγκλήτου ‘Θαλίαςʼ προφέρουσιν; ἢ πρῶτον ἀναγνώτωσαν αὐτὴν, μιμούμενοι τὸ ἦθος τοῦ γράψαντος, ἵνα κἂν παῤ ἑτέρων χλευαζόμενοι μάθωσιν ἐν ποίῳ κεῖνται πτώματι, καὶ οὕτω λοιπὸν λεγέτωσαν. Τί δʼ ἂν εἴποιεν ἐξ αὐτῆς, ἢ ὅτι ‘ οὐκ ἀεὶ ὁ Θεὸς Πατὴρ ἦν, ἀλλʼ ὕστερον γέγονεν· οὐκ ἀεὶ ἦν ὁ Υἱὸς, οὐ γὰρ ἦν πρὶν γεννηθῇ· οὐκ ἔστιν ἐκ τοῦ [*](c. 11. 32 and Nicene Anathema.) Πατρός· ἀλλʼ ἐξ οὐκ ὄντων ὑπέστη καὶ αὐτός· οὐκ ἔστιν ἴδιος τῆς οὐσίας τοῦ Πατρός· κτίσμα γάρ ἐστι καὶ ποίημα· καὶ οὐκ ἔστιν ἀληθινὸς Θεὸς ὁ Χριστὸς, ἀλλὰ μετοχῇ καὶ αὐτὸς ἐθεοποιήθη· οὐκ οἶδε τὸν Πατέρα ἀκριβῶς ὁ Υἱὸς, οὔτε ὁρᾷ ὁ Λόγος τὸν Πατέρα τελείως, καὶ οὔτε συνιεῖ, οὔτε γινώσκει ἀκριβῶς ὁ Λόγος τὸν Πατέρα· οὐκ ἔστιν ὁ ἀληθινὸς καὶ μόνος αὐτὸς τοῦ Πατρὸς Λόγος, ἀλλʼ ὀνόματι μόνον λέγεται λόγος καὶ σοφία, καὶ χάριτι λέγεται υἱὸς καὶ δύναμις· οὐκ ἔστιν ἄτρεπτος, ὡς ὁ Πατὴρ, ἀλλὰ τρεπτός ἐστι φύσει, ὡς τὰ κτίσματα, καὶ λείπει αὐτῷ εἰς κατάληψιν τοῦ γνῶναι τελείως τὸν Πατέρα ;ʼ Θαυμαστή γε ἡ αἵρεσις, μηδὲ τὸ πιθανὸν ἔχουσα, ἀλλὰ καὶ εἰς τὸ [*](Cp. c. 1.)
10
μὴ εἶναι κατὰ τοῦ ὄντος φανταζομένη, καὶ ἀντὶ εὐφημίας δυσφημίας διόλου προβαλλομένη. Εἴ τις ἄρα, τὰ παρʼ ἀμφοτέρων ἐξετάσας, ἐρωτηθείη τὴν ὁποτέρου πίστιν ἂν ἕλοιτο, ἢ τὰ τίνος ἂν εἴποι ῥήματα πρέποντα εἶναι Θεῷ· μᾶλλον δὲ καὶ εἰπάτωσαν
[*](John i. 1.) αὐτοὶ οἱ τῆς ἀσεβείας κόλακες, τί πρέπει περὶ Θεοῦ (‘Θεὸς γὰρ ἦν ὁ Λόγος·᾿ ) ἐρωτώμενον ἀποκρίνασθαι· ἀπὸ γὰρ τούτου καὶ τὸ ὅλον ἑκατέρων τῶν προβληθέντων γνωσθήσεται τί πρέπει λέγειν, τὸ ἦν, ἢ τὸ οὐκ ἦν· τὸ ἀεὶ, ἢ τὸ πρὶν γενέσθαι· τὸ ἀΐδιον,
[*](De Decr. Nic. 6.) ἢ τὸ ἀφʼ οὗ καὶ ἐξότε· ἀληθινὸν, ἢ θέσει καὶ μετοχῇ καὶ κατʼ ἐπίνοιαν· τῶν γενητῶν ἕνα λέγειν αὐτὸν, ἢ τῷ Πατρὶ συνάπτειν
[*](c. 21; iii. 36.) αὐτόν· ἀνόμοιον αὐτὸν εἶναι κατʼ οὐσίαν τοῦ Πατρὸς, ἢ ὅμοιον καὶ ἴδιον τοῦ Πατρὸς εἶναι· κτίσμα εἶναι, ἢ διʼ αὐτοῦ τὰ κτίσματα γεγενῆσθαι· αὐτὸν εἶναι τὸν τοῦ Πατρὸς Λόγον, ἢ ἕτερον παρὰ τοῦτον, καὶ διʼ ἐκείνου τοῦτον γεγενῆσθαι καὶ διʼ ἄλλης σοφίας· καὶ τοῦτον ὀνόματι μόνον σοφίαν καὶ λόγον κεκλῆσθαι, κἀκείνης τῆς σοφίας τοῦτον μέτοχον καὶ δεύτερον γεγενῆσθαι.
[*](Cp. Eushb. H. E. v. 28.)10. Τὰ τίνων ἄρα ῥήματα θεολογεῖ καὶ δεικνύει Θεὸν εἶναι καὶ Υἱὸν τοῦ Πατρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν ; ταῦθʼ ἅπερ ὑμεῖς ἐξημέσατε, ἢ ἅπερ ἡμεῖς ἐκ τῶν γραφῶν εἰρήκαμεν καὶ λέγομεν ; Εἰ μὲν οὖν οὐκ ἔστι Θεὸς οὐδὲ Λόγος οὐδὲ Υἱὸς ὁ Σωτὴρ, ἐξέστω λέγειν, ὥσπερ τοῖς Ἔλλησι καὶ τοῖς νῦν Ἰουδαίοις, οὕτω καὶ ὑμῖν, βούλεσθε· εἰ δὲ Λόγος τοῦ Πατρὸς καὶ [*](Nic. Cr.) Υἱὸς ἀληθινός ἐστι, καὶ ‘ ἐκ Θεοῦ Θεός ἐστι, καὶ ‘ ἐπὶ πάντων [*](Rom. ix. 5, 24.) εὐλογημένος εἰς τοὺς αἰῶνας,ʼ πῶς οὐκ ἄξιον ἀφανίσαι καὶ ἀπαλεῖψαι τά τε ἄλλα ῥήματα καὶ τὴν Ἀρειανὴν ‘Θαλείαν,᾿ ὡς εἰκόνα κακῶν καὶ πάσης ἀσεβείας γέμουσαν; εἰς ἣν ἐμπίπτων [*](Prov. ix. 18.) ‘οὐκ οἶδεν ὅτι γηγενεῖς παῤ αὐτῇ ὄλλυνται, καὶ ἐπὶ πέταυρον ᾅδου συναντᾷ.᾿ Καὶ τοῦτο ἴσασι καὶ αὐτοὶ, καὶ ὡς πανοῦργοι [*](Ad Ep. Æg. 18.) κρύπτουσι, μὴ θαῤῥοῦντες ἐκλαλεῖν αὐτὰ, ἀλλʼ ἕτερα φθεγγόμενοι παρὰ ταῦτα, Ἐάν τε γὰρ εἴπωσι, καταγνωσθήσονται· ἐάν τε ὑπονοηθῶσι, βληθήσονται παρὰ πάντων τοῖς ἐκ τῶν [*](Luke xvi. 8.) γραφῶν ἐλέγχοις. Διὰ τοῦτο γοῦν ὡς ‘υἱοὶ τοῦ αἰῶνος τούτουʼ ὄντες, πανούργως τὸν νομιζόμενον ἑαυτῶν λύχνον ἅψαντες ἐκ [*](Job xviii. 5.) τῆς ἀγριελαίου, καὶ φοβούμενοι μὴ ταχέως ἀποσβεσθῇ (‘ φῶς γὰρ,᾿ φησὶν, ‘ ἀσεβῶν σβέννυται· ᾿ ) τοῦτον μὲν ‘ κρύπτουσιν ὑπὸ τὸν μόδιονʼ τῆς ὑποκρίσεως, ἕτερα δὲ φθέγγονται, καὶ προστασίας
11
φίλων, καὶ Κωνσταντίου φόβον ἐπαγγέλλονται, ἵνʼ οἱ εἰσερχόμενοι
[*](Cp.iii. 28. De Syn. 1. 31. Hist. Ari. 74.) πρὸς αὐτοὺς ὑπὸ τῆς ὑποκρίσεως καὶ τῆς ἐπαγγελίας μὴ βλέπωσι τὴν τῆς αἱρέσεως ῥυπαρίαν. Πῶς οὖν οὐκ ἀξία καὶ κατὰ τοῦτο πάλιν μίσους ἡ αἵρεσις, ὅπουγε καὶ παῤ αὐτῶν τῶν ἰδίων ὡς μὴ ἔχουσα παῤῥησίαν κρύπτεται, καὶ ὡς ὄφις θάλπεται; πόθεν γὰρ ἑαυτοῖς συνεφόρησαν τὰ ῥημάτια ταῦτα; ἢ παρὰ τίνος ἄρα λαβόντες, τοιαῦτα τετολμήκασι λέγειν ; Ἀνθρώπων μὲν οὖν οὐδένα ἂν εἴποιεν τὸν ταῦτα παρασχόντα. Τίς γάρ ἐστιν ἀνθρώπων ἢ Ἕλλην ἢ βάρβαρος, ὅστις ὃν ὁμολογεῖ θεὸν, τοῦτον τολμ λέγειν ἕνα εἶναι τῶν κτισμάτων, καὶ, ‘Οὐκ ἦν πρὶν ποιηθῇ ;᾿ ἢ τίς ἐστιν, ὅστις ᾧ πεπίστευκε Θεῷ, ἀπιστεῖ λέγοντι, Οὕτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς,᾿ φάσκων
[*](Matt. iii. 17.) ὅτι οὐκ ἔστιν Υἱὸς, ἀλλὰ ποίημα ; πλέον γὰρ ἀγανακτήσουσι πάντες κατʼ αὐτῶν τοιαῦτα μαινομένων. Ἀλλʼ οὐδὲ ἐκ τῶν γραφῶν ἔχουσι τὰς προφάσεις. δείχθη γὰρ πολλάκις, δειχθήσεται δὲ καὶ νῦν, ἀλλότρια ταῦτα τῶν θείων λογίων. Οὐκοῦν ἐπειδὴ λείπει λοιπὸν εἰπεῖν, ὅτι παρὰ τοῦ διαβόλου λαβόντες ἐμάνησαν· (τούτων γὰρ ἐκεῖνος μόνος ἐστὶ σπορεύς·) φέρε,
[*](Cp. c. 1.) πρὸς αὐτὸν ἀντιστῶμεν· πρὸς ἐκεῖνον γάρ ‘ ἐστιν ἡμῖν διὰ
[*](Eph. vi. 12.) τούτων ‘ ἡ πάλη·᾿ ἵνα, τοῦ Κυρίου βοηθοῦντος, κἀκείνου συνήθως πίπτοντος τοῖς ἐλέγχοις, αἰσχυνθῶσιν οὗτοι, βλέποντες ἀποροῦντα τὸν ἐπισπείραντα τὴν αἵρεσιν αὐτοῖς, καὶ μάθωσι κἂν ὀψέποτε ὅτι, Ἀρειανοὶ ὄντες, οὐκ εἰσὶ Χριστιανοί.
11. Εἰρήκατε καὶ φρονεῖτε, ὑποβάλλοντος ὑμῖν ἐκείνου, ὅτι (1.) ‘ἦν ποτε ὅτε οὐκ ἦν ὁ Υἱός·᾿ τοῦτο γὰρ πρῶτον ὑμῶν τῆς ἐπινοίας ἀποδῦσαι τὸ ἔνδυμα δεῖ. Τί τοίνυν ἦν ποτε ὅτε ὁ Υἱὸς οὐκ ἦν, εἴπατε, ὦ δύσφημοι καὶ δυσσεβεῖς. Εἰ μὲν οὖν τὸν Πατέρα λέγετε, μείζων ὑμῶν ἡ βλασφημία· οὐ γὰρ θέμις εἰπεῖν ὅτι ποτὲ ἦν, ἢ ἐν τῷ ‘ποτὲʼ σημαίνειν αὐτόν· ἔστι γὰρ ἀεὶ, καὶ νῦν ἐστιν, ὄντος τε καὶ τοῦ Υἱοῦ ἐστι, καὶ αὐτός ἐστιν ὁ ὢν καὶ τοῦ Υἱοῦ Πατήρ. Εἰ δὲ λέγετε ὅτι ὁ Υἱὸς ἦν ποτε ὅτε αὐτὸς οὐκ ἦν, μωρὰ καὶ ἀνόητός ἐστιν ἡ ἀπόκρισις· πῶς γὰρ ἦν αὐτὸς, καὶ οὐκ ἦν αὐτός ; Οὐκοῦν ἐν τούτοις ἀποροῦντας ὑμᾶς ἀνάγκη λοιπὸν λέγειν, ‘ ἦν ποτε χρόνος, ὅτε οὐκ ἦν ὁ Λόγος᾿ τοῦτο γὰρ [*](iii. 61.) φύσει σημαίνει καὶ αὐτὸ τὸ ‘ποτέʼ ὑμῶν ἐπίῤῥημα. Καὶ ὅπερ δὲ πάλιν γράφοντες εἰρήκατε, ‘ οὐκ ἦν ὁ Υἱὸς πρὶν γεννηθῇ,ʼ [*](De Syn. 17.)
12
ταὐτόν ἐστι λέγειν ὑμᾶς, ‘ἦν ποτε ὅτε οὐκ ἦν·᾿ χρόνον γὰρ εἶναι κἀκεῖνο καὶ τοῦτο πρὸ τοῦ Λόγου σημαίνει. Πόθεν οὖν
[*](Ps. ii. 1.) ὑμῖν ἐξεύρηται ταῦτα; ‘Ἵνα τί καὶ ὑμεῖς, ὡς τὰ ἔθνη, ἐφρυάξατε, καὶ μελετᾶτε κενὰʼ λεξείδια κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ ;᾿ Οὐδεμία γὰρ τῶν ἁγίων γραφῶν τοιοῦτόν τι περὶ τοῦ Σωτῆρος εἴρηκεν, ἀλλὰ μᾶλλον τὸ ἀεὶ, τὸ ἀΐδιον, καὶ
[*](John i. 1.) τὸ συνεῖναι ἀεὶ τῷ Πατρί. ‘Ἐν ἀρχῇ γὰρ ἧν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.ʼ Καὶ ἐν τῇ
[*](Rev. i. 8.) Ἀποκαλύψει τάδε λέγει· ‘ Ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος.᾿ Τοῦ δὲ ὁ ὢν καὶ τοῦ ὁ ἧν τίς ἂν ἀφέλοιτο τὸ ἀΐδιον ; Τοῦτο γὰρ καὶ ὁ Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους Ἰουδαίους μὲν ἤλεγχε
[*](Rom. ix. 5.) γράφων, ‘ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας·᾿ Ἕλληνας δὲ ἐντρέπων ἔλεγε,
[*](Ib. i. 20.) ‘Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀίδιος αὐτοῦ δύναμις καὶ θειότης.᾿ Τίς δὲ
[*](1 Cor. i. 24.) ἡ τοῦ Θεοῦ δύναμις, αὐτὸς πάλιν διδάσκει λέγων, ‘Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία.᾿ Οὐ γὰρ δὴ τοῦτο λέγων τὸν
[*](Cp. ii. 37. De Syn. 18.) Πατέρα σημαίνει, ὡς πολλάκις πρὸς ἀλλήλους ἐψιθυρίσατε, λέγοντες, ‘Ὁ Πατήρ ἐστιν ἡ ἀΐδιος αὐτοῦ δύναμις.᾿ Οὐκ ἔστι δὲ οὕτως· οὐ γὰρ εἴρηκεν, ‘ αὐτὸς ὁ Θεός ἐστιν ἡ δύναμις·᾿ ἀλλʼ ‘αὐτοῦʼ ἐστιν ἡ δύναμις. Εὕδηλον δὲ πᾶσίν ἐστιν, ὡςτὸ αὐτοῦ’ οὐκ ἔστιν ‘αὐτὸς,’ ἀλλʼ οὐδὲ ξένον, ἴδιον δὲ μᾶλλον αὐτοῦ.
[*](2 Cor. iii. 16, 17.) Ἀνάγνωτε δὲ καὶ τὴν ἀκολουθίαν τῶν ῥημάτων, καὶ ‘ ἐπιστρέψατε πρὸς Κύριον·᾿ (‘ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστι·᾿ ) καὶ ὄψεσθε περὶ τοῦ Υἱοῦ εἶναι τὸ σημαινόμενον.
12. Περὶ γὰρ τῆς κτίσεως μνημονεύων, ἀκολούθως γράφει καὶ περὶ τῆς ἐν τῇ κτίσει τοῦ δημιουργοῦ δυνάμεως, ἥτις ἐστὶν [*](John i. 3.) ὁ Λόγος τοῦ Θεοῦ, διʼ οὗ καὶ ‘τὰ πάντα γέγονεν.᾿ Εἰ μὲν οὖν αὐτάρκης ἐστὶν ἡ κτίσις ἀφʼ ἑαυτῆς μόνης χωρὶς Υἱοῦ γνωρίσαι τὸν Θεὸν, σκοπεῖτε μὴ πέσητε, νομίζοντες καὶ χωρὶς Υἱοῦ τὴν [*](Col. i. 17.) κτίσιν γεγονέναι· εἰ δὲ διʼ Υἱοῦ γέγονε, ‘καὶ ἐν αὐτῷ τὰ πάντα συνέστηκεν,ʼ ἐξ ἀνάγκης ὁ τὴν κτίσιν ὀρθῶς θεωρῶν θεωρεῖ καὶ τὸν ταύτην δημιουργήσαντα Λόγον, καὶ διʼ αὐτοῦ τὸν Πατέρα [*](Matt. xi. 27.) νοεῖν ἄρχεται· εἰ δὲ καὶ κατὰ τὸν Σωτῆρα, ‘οὐδεῖς γινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ·᾿ τῷ τε [*](John xiv. 9.) Φιλίππῳ λέγοντι, ‘Δεῖξον ἡμῖν τὸν Πατέρα,ʼ οὐκ ἔλεγε, ‘Βλέπε
13
τὴν κτίσιν,ʼ ἀλλʼ ‘ ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα·᾿ εἰκότως ὁ Παῦλος, αἰτιώμενος τοὺς Ἕλληνας, ὅτι, τὴν ἁρμονίαν καὶ τὴν τάξιν τῆς κτίσεως θεωροῦντες, οὐ διανοοῦνται περὶ τοῦ ἐν αὐτῇ δημιουργοῦ Λόγου· (τὰ γὰρ κτίσματα μηνύει τὸν ἑαυτῶν δημιουργόν·) ἵνα διʼ αὐτῶν καὶ τὸν ἀληθινὸν Θεὸν νοήσωσι, καὶ παύσωνται τῆς εἰς τὰ κτίσματα λατρείας, εἴρηκεν, ‘ ἥ τε ἀΐδιος
[*](Rom. i. 20.) αὐτοῦ δύναμις καὶ θειότης, ἵνα τὸν Υἱὸν σημάνῃ. Λέγοντες δὲ οἱ ἅγιοι, ‘ ὁ ὑπάρχων πρὸ τῶν αἰώνων,ʼ καὶ ‘ διʼ οὗ ἐποίησε τοὺς
[*](Heb. i 2.) αἰῶνας, ᾿ οὐδὲν ἦττον πάλιν τὸ ἀΐδιον εὐαγγελίζονται τοῦ Υἱοῦ καὶ τὸ αἰώνιον, ἐν ᾧ καὶ αὐτὸν τὸν Θεὸν σημαίνουσιν. Ὁ μὲν γὰρ Ἡσαΐας φησὶ, ‘Θεὸς αἰώνιος, ὁ κατασκευάσας τὰ ἄκρα τῆς
[*](Isa. xl. 28.) γῆς·᾿ ἡ δὲ Σουσάννα ἔλεγεν, ‘ ὁ Θεὸς ὁ αἰώνιος·᾿ ὁ δὲ Βαροὺχ
[*](Dan. xiii. (Sus.) 42. Bar. iv. 20, 22.) ἔγραφε, ‘ Κεκράξομαι πρὸς τὸν αἰώνιον ἐν ταῖς ἡμέραις μου·ʼ καὶ μετʼ ὀλίγα, ‘ Ἐγὼ γὰρ ἤλπισα ἐπὶ τῷ αἰωνίῳ τὴν σωτηρίαν ὑμῶν, καὶ ἦλθέ μοι χαρὰ παρὰ τοῦ ἁγίου.᾿ Ἐπειδὴ δὲ καὶ πρὸς Ἑβραίους γράφων ὁ ἀπόστολός φησιν, ‘ ὃς ὢν ἀπαύγασμα
[*](Heb. i. 3.) τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ·᾿ ψάλλει δὲ καὶ ὁ Δαβὶδ ἐν τῷ ὀγδοηκοστῷ ἐνάτῳ ψαλμῷ, ‘ Καὶ ἡ λαμπρότης
[*](Ps. lxxix.(xc.) 17. Ib. xxxv. (xxxvi.) 10.) Κυρίου ἔστω ἐφʼ ἡμᾶς,ʼ καὶ, ‘ ἐν τῷ φωτί σου ὀψόμεθα φῶς·ʼ τίς οὕτως ἐστὶν ἀνόητος, ὡς ἀμφιβάλλειν περὶ τοῦ ἀεὶ εἶναι τὸν Υἱόν ; πότε γάρ τις εἶδε φῶς χωρὶς τῆς τοῦ ‘ ἀπαυγάσματος᾿
[*](Heb. i. 3.) λαμπρότητος, ἵνα καὶ περὶ τοῦ Υἱοῦ εἴπῃ, ‘ἦν ποτε ὅτε οὐκ ἦν,ʼ ἢ ὅτι ‘ πρὶν γεννηθῆναι οὐκ ἦν ;ʼ Καὶ τὸ λεγόμενον δὲ ἐν τῷ ἑκατοστῷ τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ πρὸς τὸν Υἱὸν, ‘ Ἡ
[*](Ps. cxliv. (cxlv.)13.) βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων,ʼ οὐκ ἐπιτρέπει τινὰ κἂν τὸ τυχὸν διάστημα λογίσασθαι, ἐν ᾦ μὴ ὑπῆρχεν ὁ Λόγος. Εἰ γὰρ πᾶν διάστημα ἐν τοῖς αἰῶσι μετρεῖται, πάντων δὲ τῶν αἰώνων βασιλεύς ἐστι καὶ ποιητὴς ὁ Λόγος, ἀνάγκῃ, μὴ ὄντος κἂν τοῦ τυχόντος διαστήματος πρὸ αὐτοῦ, μανία τὸ λέγειν, ‘ ἦν ποτε ὅτε οὐκ ἦν ὁ αἰώνιος,ʼ καὶ ‘ ἐξ οὐκ ὄντων ἐστὶν ὁ Υἱός.᾿ Λέγοντος δὲ καὶ αὐτοῦ τοῦ Κυρίου, ‘Ἐγώ εἰμι ἡ ἀλήθεια,ʼ καὶ
[*](John xiv. 6.) οὐ λέγοντος, ἐγενόμην ἀλήθεια,ʼ ἀλλʼ ἀεὶ τὸ εἰμὶʼ λέγοντος, ‘ Ἐγώ εἰμι ὁ ποιμήν· ἐγώ εἰμι τὸ φῶς καὶ πάλιν, ‘Οὐχ ὑμεῖς
[*](Ib. x. 14. viii. 12. Ib. xiii. 13.) λέγετέ με, ὁ Κύριος, καὶ ὁ διδάσκαλος, καὶ καλῶς λέγετε, εἰμὶ
[*](Ib. xiii. 13.) γάρ ;ʼ τίς, τὸ τοιοῦτον ἀκούων ῥῆμα παρὰ Θεοῦ καὶ Σοφίας καὶ Λόγου Πατρὸς περὶ ἑαυτοῦ λέγοντος, ἔτι διστάξειε περὶ τῆς
14
ἀληθείας, καὶ οὐκ εὐθὺς πιστεύσει, ὅτι ἐν τῷ ‘εἰμὶʼ τὸ ἀΐδιον καὶ τὸ πρὸ παντὸς αἰῶνος ἄναρχον τοῦ Υἱοῦ σημαίνεται ;