Oratio quarta contra Arianos [Sp.]
Athanasius of Alexandria
Athanasius. The Orations of St. Athanasius against the Arians. Bright, William, editor. Oxford: Clarendon, 1884.
5. Ἐκ τοῦ Δευτερονομίου· ‘Ὑμεῖς δὲ οἱ προσκείμενοι Κυρίῳ τῷ Θεῷ ὑμῶν, ζῆτε πάντες ἐν τῇ σήμερον.᾿ Ἐκ τούτου δυνατὸν εἰδέναι τὴν διαφορὰν, καὶ γνῶναι ὅτι οὐκ ἔστι κτίσμα ὁ Υἱὸς [*](John x. 30.) τοῦ Θεοῦ. Ὁ μὲν γὰρ Υἱὸς λέγει, ‘Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·᾿ καὶ, ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·᾿ τὰ δὲ γενητὰ, ὅτʼ ἂν προκόπτῃ, πρόσκειται τῷ Κυρίῳ. Ὁ μὲν γὰρ [*](i. 20.) Λόγος, ὡς ἴδιος, ἐν τῷ Πατρί ἐστι· τὰ δὲ γενητὰ, ἔξωθεν ὄντα, πρόσκειται, ὡς τῇ μὲν φύσει ἀλλότρια, τῇ δὲ προαιρέσει προσκείμενα. [*](i. 26.) Καὶ γὰρ καὶ υἱὸς μὲν ὁ φύσει, ἕν ἐστι μετὰ τοῦ γεννῶντος· ὁ δὲ ἔξωθεν υἱοποιούμενος προσκείσεται τῷ γένει. [*](Deut. iv. 7.) Διὰ τοῦτο καὶ εὐθὺς ἐπιφέρει, ὅτι ‘ποῖον ἔθνος μέγα, ᾧ ἐστιν [*](Jer. xxiii. 23.) αὐτῷ Θεὸς ἐγγίζων;ʼ καὶ ἀλλαχοῦ, ‘Θεὸς ἐγγίζων ἐγώ·ʼ τοῖς γὰρ γενητοῖς ἐγγίζει, ὡς ξένοις αὐτοῦ οὖσι· τῷ δὲ Υἱῷ, ὡς ἰδίῳ, οὐκ ἐγγίζει, ἀλλʼ ἐν αὐτῷ ἐστι· καὶ ὁ Υἱὸς οὐ πρόσκειται, ἀλλὰ σύνεστι τῷ Πατρί. Ὅθεν καὶ πάλιν λέγει Μωσῆς ἐν αὐτῷ τῷ [*](Deut. xiii. 4.) Δευτερονομίῳ, ‘τῆς φωνῆς αὐτοῦ ἀκούσεσθε, καὶ αὐτῷ προστεθήσεσθε.᾿ [*](To c. 9.) Τὸ δὲ προστιθέμενον ἔξωθεν προστίθεται.
6. Πρὸς δὲ τὴν ἀσθενῆ καὶ ἀνθρωπίνην ἔννοιαν τῶν Ἀρειανῶν, [*](Matt. xxviii. 18.) διὰ τὸ ὑπονοεῖν τὸν Κύριον ἐνδεᾶ, ὅταν λέγῃ, ‘ἐδόθη μοι,᾿ [*](Phil. ii. 9. Eph. i. 20.) καὶ ἐὰν λέγῃ ὁ Παῦλος, ‘διὰ τοῦτο ὑπερύψωσεν αὐτὸν,ʼ καὶ, ‘ἐκάθισεν ἐν δεξιᾷ,ʼ καὶ τὰ τοιαῦτα, λεκτέον ὅτι ὁ [*](Qu. καὶ Υὶὸς γεγ νἱὸς.) Κύριος ἡμῶν, Λόγος ὢν Υἱὸς τοῦ Θεοῦ, ἐφόρεσε σῶμα, καὶ γέγονε καὶ υἱὸς ἀνθρώπου, ἵνα, μεσίτης γενόμενος Θεοῦ καὶ ἀνθρώπων, τὰ μὲν Θεοῦ ἡμῖν, τὰ δὲ ἡμῶν τῷ Θεῷ διακονῇ. [*](Cp. iii. 54.) Ὅταν οὖν λέγηται πεινᾷν, καὶ δακρύειν, καὶ κοπιᾷν, καὶ ‘Ἐλωῒ, [*](Al. τὰ πάθη.) Ἐλωῒ,’ ἀνθρώπινα ὄντα καὶ ἡμέτερα πάθη δέχεται παρʼ ἡμῶν, καὶ τῷ Πατρὶ ἀναφέρει, πρεσβεύων ὑπὲρ ἡμῶν, ἵνα ἐν αὐτῷ [*](Matt. xxviii. 18.) ἐξαφανισθῇ· ὅταν δὲ, ὅτι ‘ἐδόθη μοι ἐξουσία,ʼ καὶ, ‘ἔλαβον,ʼ [*](John. x. 18.) καὶ, ‘διὰ τοῦτο ὑπερύψωσεν αὐτὸν ὁ Θεὸς,ʼ τὰ παρὰ τοῦ Θεοῦ [*](Cap. i. 38—43.) εἰς ἡμᾶς ἐστι χαρίσματα διʼ αὐτοῦ διδόμενα. Οὐ γὰρ ὁ Λόγος ἐνδεὴς ἦν, ἢ γέγονε πώποτε· οὐδὲ πάλιν οἱ ἄνθρωποι ἱκανοὶ ἦσαν ἑαυτοῖς διακονῆσαι ταῦτα· διὰ δὲ τοῦ Λόγου δίδοται ἡμῖν· διὰ τοῦτο, ὡς αὐτῷ ‘διδόμενα,ʼ ἡμῖν μεταδίδοται· διὰ τοῦτο γὰρ
7. Ὥσπερ γὰρ τὰς ἀσθενείας ἡμῶν λαμβάνει οὐκ ἀσθενῶν, [*](Cp. ii. 55. ad. Epiet. 6.) καὶ πεινᾷ οὐ πεινῶν, ἀλλὰ τὰ ἡμῶν ἀναπέμπει εἰς τὸ ἐξαλειφθῆναι· οὕτω τὰς ἀντὶ τῶν ἀσθενειῶν παρὰ Θεοῦ δωρεὰς πάλιν αὐτὸς δέχεται, ἵνα συναφθεὶς ἄνθρωπος μεταλαβεῖν δυνηθῇ. Λέγει γοῦν ὁ Κύριος, πάντα ὅσα δέδωκάς μοι, δέδωκα αὐτοῖς·᾿ [*](Cp. John xvii 7-9.) καὶ πάλιν, ‘ὑπὲρ αὐτῶν ἐρωτῶ.’ Ἠρώτα γὰρ ὑπὲρ ἡμῶν τὰ ἡμῶν ἀναδεχόμενος, καὶ ἐδίδου ἃ ἐλάμβανεν. Ἐπειθὴ οὖν, συναφθέντος τοῦ Λόγου τῷ ἀνθρώπῳ, εἰς τὸν Λόγον ἀποβλέπων ἐχαρίζετο ὁ Πατὴρ τῷ ἀνθρώπῳ τὸ ὑψωθῆναι, τὸ ἔχειν πᾶσαν ἐξουσίαν, καὶ ὅσα τοιαῦτα, διὰ τοῦτο αὐτῷ τῷ Λόγῳ πάντα ἀναφέρεται, καὶ ὡς αὐτῷ ‘διδόμενάʼ ἐστιν, ἃ διʼ αὐτοῦ ἡμεῖς λαμβάνομεν. Ὡς γὰρ διʼ ἡμᾶς ἐνηνθρώπησεν αὐτὸς, οὕτως ἡμεῖς διʼ αὐτὸν ὑψούμεθα. Οὐδὲν οὖν ἄτοπον εἰ, ὥσπερ διʼ ἡμᾶς ἐταπείνωσεν ἑαυτὸν, καὶ διʼ ἡμᾶς λέγεται ὑπερυψῶσθαι. ‘ Ἐχαρίσατοʼ οὖν ‘αὐτῷ,᾿ ἀντὶ τοῦ ‘ἡμῖν διʼ αὐτὸνʼ καὶ ‘ὑπερύψωσεν,ʼ ἀντὶ τοῦ ‘ἡμᾶς ἐν αὐτῷ.᾿ Καὶ αὐτὸς δὲ ὁ Λόγος, ἡμῶν ὑψουμένων, καὶ λαμβανόντων, καὶ βοηθουμένων, ὡς αὐτὸς ὑψούμενος, καὶ λαμβάνων, καὶ βοηθούμενος, εὐχαριστεῖ τῷ Πατρὶ, τὰ ἡμέτερα εἰς ἑαυτὸν ἀναφέρων, καὶ λέγων, ‘πάντα ὅσα δέδωκάς μοι, δέδωκα αὐτοῖς.᾿
8. Οἱ περὶ Εὐσέβιον οἱ Ἀρειομανῖται, ἀρχὴν τοῦ εἶναι τῷ Υἱῷ διδόντες, προσποιοῦνται μὴ βούλεσθαι ἀρχὴν αὐτὸν ἔχειν [*](Cp. de Syn. 25.) βασιλείας· ἔστι δὲ γελοῖον· ὁ γὰρ ἀρχὴν τοῦ εἶναι διδοὺς τῷ Υἱῷ, πρόδηλον ὅτι καὶ τοῦ βασιλεύειν ἀρχὴν δίδωσιν αὐτῷ· ὥστε ὁμολογοῦντες ὃ ἀρνοῦνται, τυφλώττουσι. Καὶ πάλιν οἱ [*](c. 2.) λέγοντες μόνον ὄνομα εἶναι ‘Υἱοῦ,᾿ ἀνούσιον δὲ καὶ ἀνυπόστατον εἶναι τὸν Υἱὸν τοῦ Θεοῦ, τουτέστι τὸν Λόγον τοῦ Πατρὸς, προσποιοῦνται ἀγανακτεῖν κατὰ τῶν λεγόντων, ‘ἦν ποτε ὅτε οὐκ ἦν·᾿ ἔστι δὲ καὶ τοῦτο γελοῖον· οἱ γὰρ ὅλως τὸ εἶναι αὐτῷ μὴ διδόντες, ἀγανακτοῦσι κατὰ τῶν κᾂν χρόνῳ διδόντων. Καὶ οὗτοι οὖν ὅπερ ἀρνοῦνται, διὰ τοῦ ἐπιτιμᾷν τοῖς ἄλλοις, ὁμολογοῦσι. Πάλιν τε οἱ περὶ Εὐσέβιον, Υἱὸν ὁμολογοῦντες, ἀρνοῦνται αὐτὸν εἶναι φύσει Λόγον, καὶ κατʼ ἐπίνοιαν ‘Λόγον’ λέγεσθαι τὸν Υἱὸν βούλονται· οἱ δὲ ἕτεροι, Λόγον ὁμολογοῦντες, ἀρνοῦνται αὐτὸν εἶναι Υἱὸν, καὶ κατʼ ἐπίνοιαν ‘Υἱὸν᾿ λέγεσθαι τὸν [*](To. c. 11.) Λόγον βούλονται, ἐξ ἴσου κενοβατοῦντες.