Oratio quarta contra Arianos [Sp.]

Athanasius of Alexandria

Athanasius. The Orations of St. Athanasius against the Arians. Bright, William, editor. Oxford: Clarendon, 1884.

[*](Cp. c. 5.)

9. ‘Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν Τὰ δύο ἓν εἶναί φατε, ἢ [*](Cp. iii. 4.) τὸ ἓν διώνυμον, ἢ πάλιν τὸ ἓν εἰς δύο διῃρῆσθαι. Εἰ μὲν οὖν τὸ ἓν εἰς δύο διῄρηται, ἀνάγκη σῶμα εἶναι τὸ διαιρεθὲν, καὶ μηδέτερον τέλειον, μέρος γὰρ ἑκάτερον καὶ οὐχ ὅλον· εἰ δὲ τὸ [*](c. 2.) ἓν διώνυμον, Σαβελλίου τὸ ἐπιτήδευμα, τὸν αὐτὸν Υἱὸν καὶ Πατέρα λέγοντος, καὶ ἑκάτερον ἀναιροῦντος, ὅτε μὲν ‘Υἱὸς,’ τὸν Πατέρα, ὅτε δὲ ‘Πατὴρ,’ τὸν Υἱόν. Εἰ δὲ τὰ δύο ἓν, ἀνάγκη [*](Cp. i. 9.) δύο μὲν εἶναι, ἓν δὲ κατὰ τὴν θεότητα, καὶ κατὰ τὸ ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρὶ, καὶ ἐξ αὐτοῦ τοῦ Πατρὸς εἶναι τὸν Λόγον· ὥστε δύο μὲν εἶναι, ὅτι Πατήρ ἐστι καὶ Υἱὸς, ὅ ἐστι Λόγος, ἓν δὲ, ὅτι εἴς Θεός. Εἰ γὰρ μὴ οὕτως ἐστὶν, ἔδει εἰπεῖν, ἐγώ εἰμι ὁ Πατὴρ,ʼ ἣ. ‘ἐγὼ καὶ ὁ Πατήρ εἰμι.᾿  Νῦν δὲ ἐν τῷ ‘ἐγὼ,᾿  τὸν Υἱὸν σημαίνει· ἐν δὲ τῷ καὶ ὁ Πατὴρ,᾿  τὸν γεννήσαντα· ἐν δὲ τῷ ‘ἓν,’ τὴν μίαν θεότητα καὶ τὸ ὁμοούσιον [*](c. 2.) αὐτοῦ. Οὐ γὰρ καθʼ Ἕλληνας ὁ αὐτὸς σοφὸς καὶ σοφία ἐστὶν, ἢ ὁ αὐτὸς Πατὴρ καὶ Λόγος ἐστίν· ἀπρεπὲς γὰρ αὐτὸν ἑαυτοῦ πατέρα εἶναι· ἡ δὲ θεία διδασκαλία οἶδε Πατέρα καὶ Υἱὸν, καὶ σοφὸν καὶ σοφίαν, καὶ Θεὸν καὶ Λόγον· καθόλου μέντοι φυλάττει [*](iii. 6. 16.)  ἀδιαίρετον, καὶ ἀδιάσπαστον, καὶ ἀμέριστον κατὰ πάντα.

229

10. Ἐὰν δὲ, ὅτι δύο ἐστὶν ὁ Πατὴρ καὶ ὁ Υἱὸς, ἀκούων τις διαβάλλοι, ὡς ‘δύο θεῶνʼ καταγγελλομένων (τοιαῦτα γάρ τινες ἑαυτοῖς ἀναπλάττονται, καὶ εὐθέως γελῶσιν, ὅτι ‘δύο θεοὺς λέγετε’)· λεκτέον πρὸς τοὺς τοιούτους· Εἰ ὁ Πατέρα καὶ Υἱὸν γινώσκων δύο θεοὺς λέγει, ὥρα καὶ τὸν λέγοντα ‘ἕνα,’ ἀναιρεῖν τὸν Υἱὸν, καὶ Σαβελλίζειν. Εἰ γὰρ ὁ λέγων ‘δύο’ Ἑλληνίζει, οὐκοῦν ὁ λέγων ‘ἓν’ Σαβελλίζει. Τοῦτο δὲ οὐκ ἔστι· μὴ γένοιτο, ἀλλʼ ὥσπερ ὁ λέγων ‘Πατέρα καὶ Υἱὸν δύοʼ ἕνα Θεὸν λέγει, οὕτως ὁ λέγων ‘ἕνα Θεὸν δύο φρονείτω Πατέρα καὶ Υἱὸν, ἕν [*](Cp. Quicun- que, 3, 16.) ὄντας τῇ θεότητι, καὶ τῷ ἐξ αὐτοῦ ἀμέριστον καὶ ἀδιαίρετον καὶ ἀχώριστον εἶναι τὸν Λόγον ἀπὸ τοῦ Πατρός. ἔστω δὲ παράδειγμα ἀνθρώπινον, τὸ πῦρ καὶ τὸ ἐξ αὐτοῦ ἀπαύγασμα, δύο μὲν τῷ εἶναι καὶ ὁρᾶσθαι, ἓν δὲ τῷ ἐξ αὐτοῦ καὶ ἀδιαίρετον εἶναι τὸ ἀπαύγασμα αὐτοῦ.

11. Εἰς τὴν αὐτὴν μὲν ἄνοιαν τοῖς Ἀρειανοῖς πίπτουσι· [*](c. 8.) κἀκεῖνοι γάρ φασι διʼ ἡμᾶς αὐτὸν ἐκτίσθαι, ἵνα ἡμᾶς κτίσῃ, [*](Cp. ii. 24, 30.) ὥσπερ τοῦ Θεοῦ περιμένοντος τὴν ἡμετέραν κτίσιν, ἵνα ἣ ‘προβάληται’ κατʼ ἐκείνους, ἢ ‘κτίσῃ’ κατὰ τούτους. Ἀρειανοὶ μὲν οὖν πλέον ἡμῖν ἢ τῷ Υἱῷ χαρίζοντι· οὐ γὰρ ἡμεῖς δι᾿ ἐκεῖνον, φασὶν, ἀλλʼ ἐκεῖνος διʼ ἡμᾶς γέγονεν· εἴγε διὰ τοῦτο ἐκτίσθη καὶ ὑπέστη, ἵνα ἡμᾶς δι᾿ αὐτοῦ κτίσῃ ὁ Θεός. Οὕτοι δὲ, ἐξ ἴσου ἢ καὶ μειζόνως ἀσεβοῦντες, ἔλαττον τῷ Θεῷ ἢ ἡμῖν διδόασιν. Ἡμεῖς γὰρ πολλάκις καὶ σιωπῶντες μὲν, ἐνθυμούμενοι δὲ, ἐνεργοῦμεν, ὥστε τὰ ἐκ τῆς ἐνθυμήσεως καὶ εἰδωλοποιεῖσθαι· τὸν δὲ Θεὸν σιωπῶντα μὲν ἀνενέργητον, λαλοῦντα δὲ ἰσχύειν αὐτὸν βούλονται· εἴγε σιωπῶν μὲν οὐκ ἠδύνατο ποιεῖν, λαλῶν δὲ κτίζειν ἤρξατο. Ἐρέσθαι γὰρ αὐτοὺς δίκαιον, εἰ ὁ Λόγος, ἐν τῷ Θεῷ ὢν, τέλειος ἦν, ὥστε καὶ ποιεῖν δύνασθαι. Εἰ μὲν οὖν ἀτελὴς ἦν, ἐν Θεῷ ὢν, γεννηθεὶς δὲ τέλειος γέγονεν, ἡμεῖς αἴτιοι τῆς τελειότητος αὐτοῦ, εἴγε διʼ ἡμᾶς γεγέννηται· δι᾿ [*](iii. 51.) ἡμᾶς γὰρ καὶ τὸ δύνασθαι ποιεῖν προσείληφεν. Εἰ δὲ τέλειος ἦν ἐν Θεῷ, ὥστε καὶ ποιεῖν δύνασθαι, περιττὴ ἡ γέννησις αὐτοῦ· ἐδύνατο γὰρ, καὶ ἐν Πατρὶ ὢν, δημιουργεῖν· ὥστε ἢ οὐ γεγέννηται, ἢ γεγέννηται οὐ διʼ ἡμᾶς, ἀλλʼ ὅτι ἀεὶ ἐκ τοῦ Πατρός ἐστιν. Ἡ γὰρ γέννησις αὐτοῦ οὐ τὴν ἡμῶν κτίσιν δείκνυσιν, ἀλλὰ τὸ ‘ἐκ ΘΕοῦ’ εἶναι· ἦν γὰρ καὶ πρὸ τῆς κτίσεως ἡμῶν.

[*](Nic. Cr.)
230

12. Τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ Πατρὸς τολμῶντες φανήσονται. Εἰ γὰρ σιωπῶν οὐκ ἠδύνατο ποιεῖν, ἀνάγκη προσειληφέναι αὐτὸν δύναμιν γεννήσαντα, ὅ ἐστι, λαλήσαντα. Καὶ πόθεν προσείληφε; καὶ διὰ τί; Εἰ δὲ ἠδύνατο, ἔχων ἐν ἑαυτῷ τὸν Λόγον, ποιεῖν, περιττῶς γεννᾷ, δυνάμενος καὶ σιωπῶν ποιεῖν. Ἔπειτα, εἰ πρὸ τοῦ γεννηθῆναι ἐν τῷ Θεῷ ἦν ὁ Λόγος, ἄρα γεννηθεὶς ἐκτὸς καὶ ἔξω τοῦ Θεοῦ ἐστιν. Εἰ δὲ τοῦτο, πῶς νῦν [*](John xiv. 10.) λέγει, ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί;’ Εἰ δὲ νῦν ἐν τῷ Πατρί ἐστιν, ἄρα ἀεὶ ἦν ἐν τῷ Πατρὶ, ὥσπερ καὶ νῦν ἐστι, [*](Cp. Euseb. c. Marc. ii. 2. 40.) καὶ περιττὸν τὸ λέγειν, ‘Διʼ ἡμᾶς γεγέννηται, καὶ μεθʼ ἡμᾶς ἀνατρέχει, ἵνα ᾖ ὥσπερ ἦν.᾿ Οὐ γὰρ ἦν ὅπερ οὐκ ἔστι νῦν, οὐδέ ἐστιν ὅπερ οὐκ ἦν· ἀλλʼ ἔστιν ὥσπερ ἦν ἀεὶ, καὶ ὡσαύτως καὶ κατὰ τὰ αὐτὰ ἔχων· ἐπεὶ ἀτελὴς καὶ τρεπτὸς φανήσεται. Εἰ γὰρ, ὅπερ ἦν τοῦτʼ ἔσται μετὰ ταῦτα, ὡς νῦν οὐκ ὢν, δῆλον ὅτι οὐκ ἔστι νῦν ὅπερ ἦν καὶ ἔσται. Λέγω δέ· εἰ ἐν Θεῷ ἦν πρότερον, καὶ μετὰ ταῦτα πάλιν ἔσται, δῆλον ὅτι οὐκ ἔστι νῦν ἐν τῷ Θεῷ ὁ Λόγος. Ἀλλʼ ἐλέγχει τούτους ὁ Κύριος, λέγων, ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·’ οὕτω γάρ ἐστι νῦν, ὥσπερ ἦν ἀεί. Εἰ δὲ οὕτω νῦν ἐστιν, ὥσπερ ἦν ἀεὶ, δῆλον ὅτι οὐ ποτὲ μὲν ἐγεννᾶτο, ποτὲ δὲ οὔ· οὐδὲ ποτὲ μὲν ἐν Θεῷ ἡσυχία [*](Cp. i. 14, 21. 28. Cp. c. 9.) ἦν, ποτὲ δὲ ἐλάλει· ἀλλʼ ἔστιν ἀεὶ Πατὴρ, καὶ Υἱὸς ὁ τούτου Λόγος, οὐκ ὀνόματι μόνον ‘Λόγος,’ οὐδὲ κατʼ ἐπίνοιαν ‘Υἱὸς’ ὁ Λόγος, ἀλλʼ ὑπάρχων ὁμοούσιος τῷ Πατρὶ, οὐ διʼ ἡμᾶς γεννηθεὶς, ἡμεῖς γὰρ δι᾿ ἐκεῖνον γεγόναμεν. Ἐπεὶ εἰ δι᾿ ἡμᾶς ἐγεννήθη, καὶ ἐν τῷ γεγεννῆσθαι αὐτὸν ἐκτίσθημεν, καὶ τῇ γεννήσει αὐτοῦ συνέστηκεν ἡ κτίσις, ἀνατρέχει δὲ ἵνα ᾖ ὅπερ πρότερον ἦν, πρῶτον μὲν ἔσται πάλιν μὴ γεννώμενος ὁ γεννηθείς. Εἰ γὰρ ἡ πρόοδος αὐτοῦ γέννησίς ἐστιν, ἡ ἀναδρομὴ πάλιν παῦλα τῆς γεννήσεως· γενομένου γὰρ αὐτοῦ ἐν τῷ Θεῷ, σιωπήσει πάλιν ὁ Θεός. Εἰ δὲ σιωπήσει, ἔσται ὅπερ ἦν, σιωπῶντος αὐτοῦ, ἡσυχία, καὶ οὐ κτίσις· παύσεται ἄρα ἡ κτίσις. Ὥσπερ γὰρ προελθόντος τοῦ Λόγου, γέγονεν ἡ κτίσις, καὶ ὑπῆρξεν, [*](c. 14. 25.) οὕτω παλινδρομοῦντος τοῦ Λόγου, οὐχ ὑπάρξει ἡ κτίσις. Τίς οὖν χρεία τοῦ γενέσθαι, εἰ παύσεται; ἢ τί καὶ ἐλάλει ὁ Θεὸς, ἵνα μετὰ ταῦτα σιωπήσῃ; τί δὲ προεβάλλετο, ὃν ἀνακαλεῖται; τί δὲ καὶ ἐγέννα, οὗ τὴν γέννησιν παύσειν ἤθελε; Τί δὲ πάλιν

231
ἔσται, ἄδηλον, ἢ γὰρ σιωπήσει ἀεὶ, ἢ πάλιν γεννήσει, καὶ ἑτέραν κτίσιν ἐπινοήσει· οὐ γὰρ τὴν αὐτὴν ποιήσει (ἢ γὰρ ἂν διέμεινεν ἡ γενομένη) ἀλλʼ ἑτέραν· ἀκολούθως δὲ καὶ ταύτην παύσει, καὶ ἑτέραν ἐπινοήσει, καὶ τοῦτο εἰς ἄπειρον.