Oratio quarta contra Arianos [Sp.]
Athanasius of Alexandria
Athanasius. The Orations of St. Athanasius against the Arians. Bright, William, editor. Oxford: Clarendon, 1884.
1. ἘΚ Θεοῦ Θεός ἐστιν ὁ Λόγος, καὶ ‘Θεὸς’ γὰρ ‘ἦν ὁ [*](Rom. ix. 5.) Λόγος·᾿ καὶ πάλιν, ‘ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.ʼ Καὶ ἐπειδὴ ἐκ Θεοῦ Θεός ἐστι, καὶ τοῦ Θεοῦ Λόγος, Σοφία, Υἱὸς, καὶ δύναμίς ἐστιν ὁ Χριστὸς, διὰ τοῦτο εἷς Θεὸς ἐν ταῖς θείαις γραφαῖς καταγγέλλεται. Τοῦ ἑνὸς γὰρ Θεοῦ Υἱὸς ὢν ὁ Λόγος, [*](Cp. Euseb. de Eccl. Theol. i 10. Supr. 15.) εἰς αὐτὸν, οὗ καὶ ἔστιν, ἀναφέρεται· ὥστε δύο μὲν εἶναι Πατέρα καὶ Υἱὸν, μονάδα δὲ θεότητος ἀδιαίρετον καὶ ἄσχιστον. Λεχθείη δʼ ἂν καὶ οὕτω ‘μία ἀρχὴʼ θεότητος, καὶ οὐ δύο ἀρχαί· ὅθεν κυρίως [*](Dion. rom. in de Decr. Nic. 26.) καὶ ‘μοναρχία’ ἐστίν. Ἐξ αὐτῆς δὲ τῆς ἀρχῆς ἐστι φύσει Υἱὸς ὁ Λόγος, οὐχ ὡς ἀρχὴ ἑτέρα καθʼ ἑαυτὸν ὑφεστὼς, οὐδʼ ἔξωθεν ταύτης γεγονὼς, ἵνα μὴ τῇ ἑτερότητι δυαρχία καὶ πολυαρχία γένηται, ἀλλὰ τῆς μιᾶς ἀρχῆς ἴδιος Υἱὸς, ἰδία Σοφία, ἴδιος Λόγος, ἐξ αὐτῆς ὑπάρχων. Κατὰ γὰρ τὸν Ἰωάννην, ἐν ταύτῃ [*](John i. 1.) τῇ ‘ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν.᾿ Θεὸς γάρ ἐστιν ἡ ἀρχή· καὶ ἐπειδὴ ἐξ αὐτῆς ἐστι, διὰ τοῦτο καὶ ‘Θεὸς ἦν ὁ Λόγος.᾿ Ὥσπερ δὲ μία ἀρχὴ. καὶ κατὰ τοῦτο εἶς Θεὸς, οὕτως ἡ τῷ ὄντι καὶ ἀληθῶς καὶ ὄντως οὖσα οὐσία καὶ ὑπόστασις [*](Exod. iii. 14. Cp. iii. 63.) μία ἐστὶν ἡ λέγουσα, ‘ Ἐγώ εἰμι ὁ ὢν,ʼ καὶ οὐ δύο, ἵνα μὴ δύο ἀρχαί· ἐκ δὲ τῆς μιᾶς, φύσει καὶ ἀληθῶς Υἱὸς, ὁ Λόγος, ἡ Σοφία, ἡ δύναμις ἰδία ὑπάρχουσα αὐτῆς, καὶ ἐξ αὐτῆς ἀχώριστος. Ὥσπερ δὲ οὐκ ἄλλη, ἵνα μὴ δύο ἀρχαὶ, οὕτως ὁ ἐκ τῆς μιᾶς [*](ii. 35.) Λόγος οὐ διαλελυμένος, ἢ ἁπλῶς φωνὴ σημαντικὴ, ἀλλὰ [*](ii. 28.) οὐσιώδης Λόγος καὶ οὐσιώδης σοφία, ἥτις ἐστὶν ὁ Υἱὸς ἀληθῶς.
2. Ἐπεὶ εἰ μὴ οὐσιώδης Σοφία, καὶ ἐνούσιος Λόγος, καὶ ὢν [*](Cp.de Syn. 41.) Υἱὸς, ἀλλὰ ἀπλῶς σοφία, καὶ λόγος, καὶ υἱὸς ἐν τῷ Πατρὶ, εἴη ἂν αὐτὸς ὁ Πατὴρ σύνθετος ἐκ σοφίας καὶ λόγου. Εἰ δὲ τοῦτο, [*](Cp. ii. 38; i. 28.) ἀκολουθήσει τὰ προειρημένα ἄτοπα· ἔσται δὲ καὶ αὐτὸς ἑαυτοῦ Πατὴρ, καὶ ὁ Υἱὸς αὐτὸς ἑαυτὸν γεννῶν, καὶ γεννώμενος ὑφʼ ἑαυτοῦ· ἢ ὄνομα μόνον ἐστὶ Λόγος, καὶ Σοφία, καὶ Υἱὸς, οὐχ ὑφέστηκε δὲ, καθʼ οὖ λέγεται ταῦτα, μᾶλλον δὲ ὅς ἐστι ταῦτα. Εἰ οὖν οὐχ ὑφέστηκεν, ἀργὰ ἂν εἴη καὶ κενὰ τὰ ὀνόματα, ἐκτὸς εἰ μὴ ἄν τις εἴποι αὐτοσοφίαν εἶναι καὶ αὐτολόγον τὸν Θεόν. Ἀλλʼ εἰ τοῦτο, εἴη ἂν αὐτὸς ἑαυτοῦ Πατὴρ καὶ Υἱός· Πατὴρ [*](Euseb. de Ecel. Th. ii. 12.) μὲν, ὅτε σοφὸς, Υἱὸς δὲ, ὅτε Σοφία. Ἀλλὰ μὴ ὡς ποιότης τις ταῦτα ἐν τῷ Θεῷ· ἄπαγε· ἀπρεπὲς τοῦτο εὑρεθήσεται γὰρ σύνθετος ὁ Θεὸς ἐξ οὐσίας καὶ ποιότητος· πᾶσα γὰρ ποιότης [*](Ep. ad Æg. 16; ad Afros, 8.) ἐν οὐσίᾳ ἐστί. Κατὰ τοῦτο δὲ ἡ θεία μονὰς, ἀδιαίρετος οὖσα, σύνθετος φανήσεται, τεμνομένη εἰς οὐσίαν καὶ συμβεβηκός. [*](Cp. i. 36 ; de Decr. Nic. 22.) Πευστέον οὖν τῶν προπετῶν· ‘Ὁ Υἱὸς Σοφία καὶ Λόγος ἐκηρύχθη τοῦ Θεοῦ· πῶς τοίνυν ἐστίν ; εἰ μὲν ὡς ποιότης, ἐδείχθη τὸ ἄτοπον· εἰ δὲ αὐτοσοφία ὁ Θεὸς, καὶ τὸ ἐκ τούτου ἄτοπον εἴρηται παρὰ Σαβελλίῳ.ʼ Οὐκοῦν ὡς γέννημα κυρίως ἐξ αὐτοῦ [*](Cp. iii. 4, 36.) τοῦ Πατρὸς, κατὰ τὸ τοῦ φωτὸς παράδειγμα. Ὡς γὰρ ἀπὸ πυρὸς φῶς, οὕτως ἐκ Θεοῦ Λόγος, καὶ Σοφία ἐκ σοφοῦ, καὶ ἐκ Πατρὸς Υἱός. Ταύτῃ γὰρ καὶ ἡ μονὰς ἀδιαίρετος καὶ ὁλόκληρος μένει, καὶ ὁ ταύτης Υἱὸς Λόγος οὐκ ἀνούσιος, οὐδὲ οὐχ ὑφεστὼς, ἀλλʼ οὐσιώδης ἀληθῶς. Ἐπεὶ εἰ μὴ τοῦτον ἔχει τὸν τρόπον, εἴη ἂν πάντα, ἃ λέγεται, κατʼ ἐπίνοιαν καὶ ἁπλῶς λεγόμενα. [*](Εἰ i. 9; ii. 37.) δὲ φευκτέον τὸ ἐκ τῆς ἐπινοίας ἄτοπον, ἄρα ἀληθὴς Λόγος οὐσιώδης ἐστίν. Ὥσπερ γὰρ ἀληθῶς Πατὴρ, οὕτως ἀληθῶς Σοφία. Κατὰ τοῦτο οὖν δύο μὲν, ὅτι μὴ κατὰ Σαβέλλιον ὁ αὐτὸς Πατὴρ
3. Καὶ πάλιν ὁ Χριστὸς Λόγος τοῦ Θεοῦ ἐστι. Πότερον οὖν ἀφʼ ἑαυτοῦ ὑπέστη, καὶ ὑποστὰς προσκεκόλληται τῷ Πατρί ; ἢ [*](Cp. ii. 19.) ὁ Θεὸς αὐτὸν πεποίηκε καὶ ὠνόμασεν ἑαυτοῦ ‘Λόγον’; Εἰ μὲν οὖν τὸ πρῶτον, λέγω δὴ τὸ ‘ἑαυτῷ ὑπέστη καὶ Θεός ἐστι,᾿ δύο ἂν εἶεν ἀρχαὶ, οὐκ ἔσται δὲ εἰκότως οὐδὲ τοῦ Πατρὸς ἴδιος, διὰ [*](i. 26.) τὸ μὴ αὐτοῦ τοῦ Πατρὸς, ἀλλʼ ἑαυτοῦ εἶναι· εἰ δὲ ἔξωθεν πεποίηται, εἴη ἂν κτίσμα. Λείπεται δὴ ἐξ αὐτοῦ τοῦ Θεοῦ λέγειν αὐτόν· εἰ δὲ τοῦτο, ἄλλο ἂν εἴη τὸ ἔκ τινος, καὶ ἄλλο τὸ ἐξ οὗ ἐστι· κατὰ τοῦτο ἄρα δύο. Εἰ δὲ μὴ δύο εἴη, ἀλλʼ ἐπὶ τοῦ αὐτοῦ λέγοιτο, ἔσται τὸ αὐτὸ αἴτιον καὶ αἰτιατὸν, καὶ γεννώμενον καὶ γεννῶν, ὅπερ ἄτοπον ἐπὶ Σαβελλίου δέδεικται. Εἰ δὲ ἐξ αὐτοῦ μὲν ἔστιν, οὐκ ἄλλο δὲ, ἔσται καὶ γεννῶν, καὶ μὴ γεννῶν· γεννῶν μὲν, ὅτι ἐξ αὐτοῦ προφέρει, μὴ γεννῶν δὲ, ὅτι μὴ ἄλλο αὐτοῦ ἐστιν. Εἰ δὲ τοῦτο, εἴη ἂν κατʼ ἐπίνοιαν λεγόμενος [*](Cp. Epiph. Hær. 72. 11.) ὁ αὐτὸς ‘Πατὴρ’ καὶ ‘Υἱός.’ Εἰ δὲ ἀπρεπὲς οὕτως, εἴη ἂν δύο, Πατὴρ καὶ Υἱός· ἓν δὲ, ὅτι ὁ Υἱὸς οὐκ ἔξωθεν, ἀλλʼ ἐκ τοῦ Θεοῦ γεγέννηται. Εἰ δὲ φεύγει τις τὸ λέγειν ‘γέννημα,ʼ μόνον δὲ λέγει ὑπάρχειν τὸν Λόγον σὺν τῷ Θεῷ, φοβηθήτω ὁ τοιοῦτος μὴ. φεύγων τὸ ὑπὸ τῆς γραφῆς λεγόμενον, ἐμπέσῃ εἰς ἀτοπίαν, διφυῆ τινα εἰσάγων τὸν Θεόν· μὴ διδοὺς γὰρ ἐκ τῆς μονάδος εἶναι τὸν Λόγον, ἀλλʼ ἁπλῶς κεκολλῆσθαι τῷ Πατρὶ [*](Cp. iii. 3.) Λόγον, δυάδα οὐσίας εἰσάγει, μηδετέραν τῆς ἑτέρας Πατέρα τυγχάνουσαν. Τὸ αὐτὸ δὲ καὶ περὶ δυνάμεως. Φανερώτερον δʼ ἄν τις ἴδοι τοῦτο, εἰ ἐπὶ Πατρὸς λάβοι· εἰς γὰρ Πατὴρ, καὶ [*](Cp. the Quicunque, 24.) οὐ δύο, ἀλλʼ ἐκ τοῦ ἑνὸς ὁ Υἱός. Ὥσπερ οὖν οὐ δύο Πατέρες. ἀλλʼ εἶς, οὕτως οὐ δύο ἀρχαὶ, ἀλλὰ μία, καὶ ἐκ τῆς μιᾶς οὐσιδης ὁ Υἱός. Πρὸς Ἀρειανοὺς δὲ ἀνάπαλιν ἐρωτητέον· τοὺς μὲν γὰρ Σαβελλίζοντας ἀπὸ τῆς περὶ υἱοῦ ἐννοίας ἐλεγκτέον, τοὺς δὲ Ἀρειανοὺς ἀπὸ τῆς περὶ πατρός.
4. Λεκτέον οὖν· Ὁ Θεὸς σοφὸς καὶ οὐκ ἄλογός ἐστιν, ἢ τοὐναντίον ἄσοφος καὶ ἄλογος ; Εἰ μὲν οὖν τὸ δεύτερον, αὐτόθεν ἔχει τὴν ἀτοπίαν· εἰ δὲ τὸ πρῶτον, ἐρωτητέον, πῶς ἐστι σοφὸς, καὶ οὐκ ἄλογος· πότερον ἔξωθεν ἐσχηκὼς τὸν Λόγον καὶ τὴν σοφίαν, ἢ ἐξ ἑαυτοῦ; Εἰ μὲν οὖν ἔξωθεν, ἔσται τις ὁ προδεδωκὼς αὐτῷ, καὶ πρὶν λαβεῖν ἄσοφος καὶ ἄλογος· εἰ δὲ ἐξ αὐτοῦ, δῆλον ὅτι οὐκ ‘ἐξ οὐκ ὄντων, οὐδʼ ‘ἦν ποτε ὅτε οὐκ ἦν·᾿ ἀεὶ γὰρ ἦν· ἐπεὶ καὶ οὗ ἐστιν εἰκὼν, ἀεὶ ὑπάρχει. Ἐὰν δὲ [*](Cp. iii. 28.) λέγωσιν ὅτι ‘σοφὸς μὲν ἔστι καὶ οὐκ ἄλογος, ἰδίαν δὲ ἔχει ἐν [*](Cp. i. 5.) ἑαυτῷ σοφίαν καὶ ἴδιον Λόγον, οὐ τὸν Χριστὸν δὲ, ἀλλʼ ἐν ᾦ καὶ τὸν Χριστὸν ἐποίησεʼ λεκτέον, ὅτι, εἰ ὁ Χριστὸς ἐν ἐκείνῳ τῷ Λόγῳ γέγονε, δῆλον ὅτι καὶ τὰ πάντα· καὶ αὐτὸς ἃν εἴη περὶ οὗ λέγει Ἰωάννης, ‘πάντα δι᾿ αὐτοῦ ἐγένετο καὶ ὁψαλμῳδὸς δὲ, [*](John i. 3.) ‘πάντα ἐν σοφίᾳ ἐποίησας.᾿ Εὑρεθήσεται δὲ ὁ Χριστὸς ψευδό. [*](Ps. ciii. 24.) μενος, ‘ἐγὼ ἐν τῷ Πατρὶ,᾿ ὄντος ἑτέρου ἐν τῷ Πατρί. Καὶ, ‘ὁ Λόγος δὲ σὰρξ ἐγένετο,ʼ οὐκ ἀληθὲς κατʼ αὐτούς· εἰ γὰρ, ἐν ᾧ τὰ πάντα ἐγένετο, αὐτὸς ἐγένετο σὰρξ, ὁ δὲ Χριστὸς οὐκ ἔστιν ἐν τῷ Πατρὶ Λόγος, δι᾿ οὗ τὰ πάντα ἐγένετο, ἄρα ὁ Χριστὸς οὐ γέγονε σὰρξ, ἀλλʼ ἴσως ὠνομάσθη ‘Λόγος’ ὁ Χριστός. Καὶ εἰ τοῦτο, πρῶτον μὲν ἄλλος ἂν εἴη παρὰ τὸ ὄνομα· ἔπειτα οὐ δι᾿ αὐτοῦ ἐγένετο τὰ πάντα, ἀλλʼ ἐν ἐκείνῳ, ἐν ᾦ καὶ ὁ Χριστός. Εἰ δὲ φήσαιεν, ὡς ποιότητα εἶναι ἐν τῷ Πατρὶ τὴν [*](c. 2.) σοφίαν, ἢ αὐτοσοφίαν εἶναι, ἀκολουθήσει τὰ ἐν τοῖς ἔμπροσθεν ἄτοπα εἰρημένα. Ἔσται γὰρ σύνθετος, καὶ αὐτὸς ἑαυτοῦ Υἱὸς καὶ Πατὴρ γινόμενος. Πλὴν ἐλεγκτέον καὶ δυσωπητέον αὐτοὺς, ὅτι ὁ ἐν τῷ Θεῷ Λόγος οὐκ ἂν εἴη κτίσμα, οὐδὲ ἐκ τοῦ μὴ ὄντος· ὄντος δὲ ἅπαξ ἐν Θεῷ Λόγου, αὐτὸς ἂν εἴη ὁ Χριστὸς ὁ λέγων, ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,ʼ ὁ διὰ τοῦτο καὶ μονογενὴς ὢν, ἐπειδὴ οὐκ ἄλλος τις ἐξ αὐτοῦ ἐγεννήθη. Εἷς οὗτος Υἱὸς, ὅς ἐστι Λόγος, σοφία, δύναμις· οὐ γὰρ σύνθετος ἐκ τούτων ὁ Θεὸς, ἀλλὰ γεννητικός. Ὥσπερ γὰρ τὰ κτίσματα [*](iii. 66.) Λόγῳ δημιουργεῖ, οὕτω κατὰ φύσιν τῆς ἰδίας οὐσίας ἔχει γέννημα τὸν Λόγον, διʼ οὗ καὶ δημιουργεῖ, καὶ κτίζει, καὶ οἰκονομεῖ τὰ πάντα. Τῷ γὰρ Λόγῳ καὶ τῇ Σοφίᾳ τὰ πάντα γέγονε, καὶ τῇ δτατάξει αὐτοῦ διαμένει τὰ σύμπαντα. Τὸ αὐτὸ δὲ καὶ περὶ ‘Υἰοῦ·’ εἰ ἄγονος, καὶ ἀνενέργντος ὁ Θεός· γέννημα γὰρ αὐτοῦ [*](Ps. cxviii. 91.)