De Incarnatione Verbi

Athanasius of Alexandria

Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.

Πολλοὶ πρὸ τούτου γεγόνασι βασιλεῖς καὶ τύρρανοι γῆς, πολλοὶ παρὰ Χαλδαίοις ἱστοροῦνται καὶ παρ’ Αἰγυπτίοις καὶ Ἰνδοῖς γενόμενοι σοφοὶ καὶ μάγοι· τίς τούτων ποτέ, οὐ λέγω μετὰ θάνατον, ἀλλὰ καὶ ἔτι ζῶν ἠδυνήθη τοσοῦτον ἰσχῦσαι, ὥστε τὴν σύμπασαν αὐτὸν γῆν πληρῶσαι τῆς αὐτοῦ διδασκαλίας, καὶ τοσοῦτον πλῆθος παιδεῦσαι ἀπὸ τῆς τῶν εἰδώλων δεισιδαιμονίας, ὅσους ὁ ἡμέτερος Σωτὴρ εἰς ἑαυτὸν ἀπὸ τῶν εἰδώλων μετήνεγκεν;

Ἐλλήνων οἱ φιλόσοφοι μετὰ πιθανότητος καὶ τέχνης λόγων πολλὰ συνέγραψαν· τί οὖν τοσοῦτον ὅσον ὁ τοῦ Χριστοῦ σταυρὸς ἐπεδείξαντο; ἄχρι γὰρ τελευτῆς αὐτῶν τὰ παρ’ αὐτῶν σοφίσματα τὸ πιθανὸν ἔσχεν· ἀλλὰ καὶ ὃ ἔδοξαν ζῶντες ἰσχύειν ἐν ἀλλήλοις ἔσχον τὴν ἅμιλλαν καὶ κατ’ ἀλλήλων μελετῶντες ἐφιλονείκουν.

Ὁ δὲ τοῦ Θεοῦ Λόγος, τὸ παραδοξότατον, πτωχοτέραις ταῖς λέξεσι διδάξας, τοὺς πάνυ σοφιστὰς ἐπεσκίασε, καὶ τὰς μὲν ἐκείνων διδασκαλίας κατήργησε, πάντας

ἕλκων πρὸς ἑαυτόν, τὰς δὲ ἑαυτοῦ ἐκκλησίας πεπλήρωκε· καὶ τό γε θαυμαστόν, ὅτι ὡς ἄνθρωπος εἰς τὸν θάνατον καταβάς, τὴν τῶν σοφῶν μεγαλοφωνίαν περὶ εἰδώλων κατήργησε.

Τίνος γάρ ποτε θάνατος ἀπήλασε δαίμονας; ἢ τίνος ποτὲ θάνατον ἐφοβήθησαν δαίμονες ὡς τὸν Χριστοῦ; ἔνθα γὰρ ὀνομάζεται τὸ ὄνομα τοῦ Σωτῆρος, ἐκεῖθεν πᾶς δαίμων ἀπελαύνεται. τίς δὲ οὕτως τὰ ψυχικὰ πάθη περιεῖλε τῶν ἀνθρώπων, ὥστε τοὺς μὲν πόρνους σωφρονεῖν, τοὺς δὲ ἀνδροφόνους μηκέτι ξίφος κρατεῖν, τοὺς δὲ δειλίᾳ προκατεχομένους ἀνδρίζεσθαι;

Καὶ ὅλως, τίς τοὺς παρὰ βαρβάροις καὶ τοὺς κατὰ τόπον τῶν ἐθνῶν ἀνθρώπους ἔπεισεν ἀποθέσθαι μὲν τὴν μανίαν, εἰρηναῖα δὲ φρονεῖν, εἰ μὴ ἡ τοῦ Χριστοῦ πίστις, καὶ τὸ τοῦ σταυροῦ σημεῖον; τίς δὲ ἄλλος περὶ ἀθανασίας οὕτως ἐπιστώσατο τοὺς ἀνθρώπους, ὡς ὁ τοῦ Χριστοῦ σταυρός, καὶ ἡ τοῦ σώματος ἀνάστασις αὐτοῦ;

Καίπερ γὰρ πάντα ψευσάμενοι Ἕλληνες, ὅμως οὐκ ἠδυνήθησαν ἀνάστασιν τῶν ἑαυτῶν εἰδώλων πλάσασθαι, οὐκ ἐνθυμούμενοι τὸ σύνολον, εἰ ὅλως δυνατὸν μετὰ θάνατον εἶναι πάλιν τὸ σῶμα· ἐφ’ ᾧ καὶ μάλιστα ἄν τις αὐτοὺς ἀποδέξηται, ὅτι τοιαῦτα λογισάμενοι τὴν μὲν ἀσθένειαν τῆς ἑαυτῶν εἰδωλολατρίας ἤλεγξαν, τὸ δὲ δυνατὸν τῷ Χριστῷ παρεχώρησαν, ἵνα καὶ ἐκ τούτου γνωσθῇ παρὰ πᾶσι τοῦ Θεοῦ Υἱός.