De Incarnatione Verbi

Athanasius of Alexandria

Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.

Τίς γὰρ τῶν πώποτε γενομένων ἀνθρώπων ἐκ παρθένου μόνης ἑαυτῷ συνεστήσατο σῶμα; ἢ τίς πώποτε ἀνθρώπων τοιαύτας νόσους ἐθεράπευσεν, οἷας ὁ κοινὸς πάντων Κύριος; τίς δὲ τὸ τῇ γενέσει ἐλλεῖπον ἀποδέδωκε, καὶ ἐκ γενετῆς τυφλὸν ἐποίησε βλέπειν;

Ἀσκληπιὸς ἐθεοποιήθη παρ' αὐτοῖς, ὅτι τὴν ἰατρικὴν ἤσκησε, καὶ βοτάνας πρὸς τὰ πάσχοντα τῶν σωμάτων ἐπενόει, οὐκ αὐτὸς ταύτας πλάττων ἀπὸ γῆς, ἀλλὰ τῇ ἐκ φύσεως ἐπιστήμῃ ταύτας ἐφευρίσκων. τί δὲ πρὸς τὸ ὑπὸ τοῦ Σωτῆρος γενόμενον, ὅτι οὐ τραῦμα ἐθεράπευσεν, ἀλλὰ γένεσιν ἔπλασε καὶ ἀποκατέστησε τὸ πλᾶσμα;

Ἡρακλῆς ὡς θεὸς προςκυνεῖται παρ’ Ἕλλησιν, ὅτι πρὸς ἴσους ἀνθρώπους ἀντεμαχέσατο, καὶ θηρία δόλοις ἀνεῖλε. τί πρὸς τὰ ὑπὸ τοῦ Λόγου γενόμενα, ὅτι νόσους καὶ δαίμονας, καὶ τὸν θάνατον αὐτὸν ἀπήλαυνε τῶν ἀνθρώπων; Διόνυσος θρησκεύεται παρ’ αὐτοῖς, ὅτι μέθης γέγονε διδάσκαλος τοῖς ἀνθρώποις. ὁ δὲ Σωτὴρ τῷ ὄντι καὶ Κύριος τοῦ παντός, σωφροσύνην διδάξας, χλευάζεται παρ’ ἐκείνων.

Ἀλλ’ ἔστω ταῦτα. Τί καὶ πρὸς τὰ ἕτερα θαύματα τῆς θεότητος αὐτοῦ; τίνος ἀποθνήσκοντος ἀνθρώπου, ὁ μὲν ἥλιος ἐσκοτίσθη, ἡ δὲ γῆ ἐσείετο; ἰδοὺ μέχρι νῦν ἀποθνήσκουσι καὶ ἀπέθανον ἔτι ἄνθρωποι· πότε τι τοιοῦτον ἐπ’ αὐτοῖς γέγονε

θαῦμα;

Ἢ ἵνα τὰς διὰ τοῦ σώματος αὐτοῦ πράξεις παραλίπω, καὶ τὰς μετὰ τὴν ἀνάστασιν αὐτοῦ μνημονεύσω· τίνος πώποτε τῶν γενομένων ἀνθρώπων ἡ διδασκαλία, ἀπὸ περάτων γῆς ἕως περάτων μία καὶ ἡ αὐτὴ δι’ ὅλων ἴσχυσεν, ὥστε διὰ πάσης γῆς τὸ σέβας αὐτοῦ διαπτῆναι;

Ἢ διὰ τί, εἴπερ ἄνθρωπός ἐστιν ὁ Χριστὸς καὶ οὐ Θεὸς Λόγος κατ’ αὐτούς, οὐ κωλύεται ὑπὸ τῶν παρ’ αὐτοῖς θεῶν εἰς τὴν αὐτὴν χώραν, ἔνθα εἰσί, τὸ τούτου σέβας διαβῆναι· ἀλλὰ μᾶλλον αὐτὸς ὁ Λόγος ἐπιδημῶν, τῇ διδασκαλία ἑαυτοῦ τὴν ἐκείνων θρησκείαν παύει, καὶ τὴν φαντασίαν αὐτῶν καταισχύνει;