De Incarnatione Verbi

Athanasius of Alexandria

Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.

Τίς οὖν ἀνθρώπων μετὰ θάνατον ἢ ὅλως ζῶν περὶ παρθενίας ἐδίδαξε, καὶ οὐκ ἐνόμισεν ἀδύνατον εἶναι τὴν ἀρετὴν ταύτην ἐν ἀνθρώποις; ἀλλ’ ὁ ἡμέτερος Σωτὴρ καὶ τῶν πάντων Βασιλεὺς Χριστὸς τοσοῦτον ἴσχυσεν ἐν τῇ περὶ ταύτης διδασκαλίᾳ, ὡς παιδία

μήπω τῆς νομίμης ἡλικίας ἐπιβάντα τὴν ὑπὲρ τὸν νόμον ἐπαγγέλλεσθαι παρθενίαν.

Τίς πώποτε ἀνθρώπων ἠδυνήθη διαβῆναι τοσοῦτον, καὶ εἰς Σκύθας, καὶ Αἰθίοπας, ἢ Πέρσας, Ἀρμενίους, ἢ Γότθους, ἢ τοὺς ἐπέκεινα τοῦ Ὠκεανοῦ λεγομένους, ἢ τοὺς ὑπὲρ Ὑρκανίαν ὄντας, ἢ ὅλως τοὺς Αἰγυπτίους καὶ Χαλδαίους παρελθεῖν, τοὺς φρονοῦντας μὲν μαγικά, δεισιδαίμονας δὲ ὑπὲρ τὴν φύσιν καὶ ἀγρίους τοῖς τρόποις, καὶ ὅλως κηρύξαι περὶ ἀρετῆς καὶ σωφροσύνης καὶ κατὰ τῆς εἰδώλων θρησκείας, ὡς ὁ πάντων Κύριος, ἡ τοῦ Θεοῦ Δύναμις, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός;

Ὅς οὐ μόνον ἐκήρυξε διὰ τῶν ἑαυυτοῦ μαθητῶν, ἀλλὰ γὰρ καὶ ἔπεισεν αὐτοὺς κατὰ διάνοιαν, τὴν μὲν τῶν τρόπων ἀγριότητα μεταθέσθαι, μηκέτι δὲ τοὺς πατρίους σέβειν θεούς, ἀλλ’ αὐτὸν ἐπιγινώσκειν, καὶ δι’ αὐτοῦ τὸν Πατέρα θρησκεύειν.

Πάλαι μὲν γὰρ εἰδωλολατροῦντες, Ἕλληνες καὶ βάρβαροι κατ’ ἀλλήλων ἐπολέμουν, καὶ ὠμοὶ πρὸς τοὺς συγγενεῖς ἐτύγχανον. οὐκ ἦν γάρ τινα τὸ σύνολον οὔτε τὴν γῆν οὕτε τὴν θάλασσαν διαβῆναι χωρὶς τοῦ τὴν χεῖρα ξίφεσιν ὁπλίσαι, ἕνεκα τῆς πρὸς ἀλλήλους ἀκαταλάκτου μάχης.

Καὶ γὰρ καὶ ἡ πᾶσα τοῦ ζῆν αὐτοῖς διαγωγὴ δι’ ὅπλων ἐγίνετο, καὶ ξίφος ἦν αὐτοῖς ἀντὶ βακτηρίας, καὶ παντὸς βοηθήματος ἔρεισμα· καίτοι, ὡς προεῖπον, εἰδώλοις ἐλάτρευον, καὶ δαίμοσιν ἔσπενδον θυσίας, καὶ ὅμως οὐδὲν ἐκ τῆς εἰδώλων δεισιδαιμονίας ἠδυνήθησαν οἱ τοιαῦτα φρονοῦντες μεταπαιδευθῆναι.

Ὅτε δὲ εἰς τὴν τοῦ Χριστοῦ διδασκαλίαν μεταβεβήκασι, τότε δὴ παραδόξως

τῷ ὄντι κατὰ διάνοιαν κατανυγέντες, τὴν μὲν ὠμότητα τῶν φόνων ἀπέθεντο, καὶ οὐκ ἔτι πολέμια φρονοῦσι, πάντα δὲ αὐτοῖς εἰρηναῖα, καὶ τὰ πρὸς φιλίαν καταθύμια λοιπόν ἐστι.