Historia philosophiae (fragmenta)
Porphyrius
Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.
Cyrillus c. lulian. Vl p. 185 B: καὶ ἀπιστήσειε μὲν ἂν ἴσως ἅπας τις οὖν τοῖς περὶ τούτου (de So- crate) λόγοις, οὐ μὴν ἔτι καὶ τοῖς Πορφυρίου γράμ- μασιν ἀντερεῖ, ὃς τὸν ἑκάστου τῶν ἀρχαιοτέρων ἀπεσημήνατο βίον· σκοπὸς γὰρ οὗτος γέγονεν αὐτῷ καὶ πολλῆς ἠξίωσε τὸ χρῆμα σπουδῆς. ἔφη τοίνυν ὡδὶ περὶ αὐτοῦ “λέγει δὲ ὁ Ἀριστόξενος ἀφηγού- μενος τὸν βίον τοῦ Σωκράτους ἀκηκοέναι Σπινθά- ρου τὰ περὶ αὐτοῦ, ὃς ἦν εἷς τῶν τούτῳ ἐντυχόν- των. τοῦτον λέγειν ὅτι οὐ πολλοῖς αὐτός γε πιθα- νωτέροις ἐντετυχηκώς εἴη· τοιαύτην εἶναι τήν τε φωνὴν καὶ τὸ στόμα καὶ τὸ ἐπιφαινόμενον ἦθος, καὶ πρὸς πᾶσι δὲ τοῖς εἰρημένοις τὴν τοῦ εἴδους ἰδιότητα. γίνεσθαι δέ που τοῦτο ὅτε μὴ ὀργίζοιτο ὅτε δὲ φλεχθείη ὑπὸ τοῦ πάθους τούτου, δεινὴν εἶναι τὴν ἀσχημοσύνην· οὐδενὸς γὰρ οὔτε ὀνόματος ἀπέχεσθαι οὔτε πράγματος.“ Eadem fere Theodo- retus therap. XIl p. 174, 23.
Cyrillus c. lulian. Vl p. 208 A: γράφει δὲ οὕτω περὶ αὐτοῦ (de Socrate) Πορφύριος ἐν τῷ τρίτῳ φιλο- σόφων ἱστορίας· “τούτων δὲ οὕτω σαφηνισθέντων λέγωμεν περὶ τοῦ Σωκράτους τὰ καὶ παρὰ τοῖς ἄλλοις μνήμης κατηξιωμένα, τὰ μὲν πρὸς ἔπαινον αὐτοῦ καὶ ψόγον πολλαχῶς ὑπὸ τῶν λογίων ἀνδρῶν μεμυ- θευμένα ἐπʼ ὀλίγον φυλοκρινοῦντες, καταλιπόντες δὲ ἀνεξέταστον τὸ εἴτε αὐτὸς εἰργάσατο σὺν τῷ πατρὶ τὴν λιθοτομικήν, εἴτε ὁ πατὴρ αὐτοῦ μόνος.