Historia philosophiae (fragmenta)

Porphyrius

Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.

Cyrillus c. lulian. Vl p. 186 C: γέγραφε γὰρ ὡδὶ πάλιν περὶ αὐτοῦ (de Socrate) Πορφύριος· “ἐν δὲ τοῖς περὶ τὸν βίον τὰ μὲν ἄλλα εὔκολον καὶ μι–

9
κρᾶς δεόμενον παρασκευῆς εἰς τὰ καθʼ ἡμέραν γεγε– νῆσθαι· πρὸς δὲ τὴν τῶν ἀφροδισίων χρῆσιν σφο– δρότερον μὲν εἶναι, ἀδικίαν δὲ μὴ προσεῖναι· γὰρ ταῖς γαμεταῖς ἢ ταῖς κοιναῖς χρῆσθαι μόναις. δύο δὲ ἔχειν γυναῖκας ἅμα, Ξανθίππην μὲν πολῖ– τιν καὶ κοινοτέραν πως, Μυρτὼ δὲ Ἀριστείδου, θυγατριδῆν τοῦ Λυσιμάχου. καὶ τὴν μὲν Ξανθίπ– πην προσπλακεῖσαν λαβεῖν, ἐξ ἧς αὐτῷ Λαμπροκλῆς ἐγένετο, τὴν δὲ Μυρτὼ γάμῳ, ἐξ ἧς Σωφρονίσκος καὶ Μενέξενος. Res easdem perstringit Cyrillus c. lulian. VIl p. 226B, ipsa verba appnit Theodoretus therap. XIl p. 174, 37, qui extremis verbis Σωφρο- νίσκος καὶ Μενέξενος haec subicit: “αὗται δὲ συνά- πτουσαι μάχην πρὸς ἀλλήλας, ἐπειδὴ παύσαιντο ἐπὶ τὸν Σωκράτη ὥρμων διὰ τὸ μηδέποτε αὐτὰς μαχο- μένας διακωλύειν, γελᾶν δὲ καὶ ἀλλήλαις καὶ αὐτῷ μαχομένας ὁρῶντα. εἶναι δὲ φησὶν αὐτὸν ἐν ταῖς ὁμιλίαις αἰνῶς τε φιλαπεχθήμονα καὶ λοίδορον. καὶ ὑβριστικόν.“ καὶ ταῦτα δὲ περὶ τοῦ βίου Σωκρά– τους ὁ Πορφύριος ἔφη. “ἐλέγετο δὲ περὶ αὐτοῦ ὡς ἄρα παῖς ὢν οὐκ εὐ βιώσειεν οὐδὲ εὐτάκτως. πρῶ- τον μὲν γὰρ φασὶν αὐτὸν τῷ πατρὶ διατελέσαι ἀπειθοῦντα, καὶ ὁπότε κελεύσειεν αὐτὸν λαβόντα τὰ ὄργανα τὰ περὶ τὴν τέχνην ἀπαντᾶν ὁπουδήποτε, ὀλιγωρήσαντα τοῦ προστάγματος περιτρέχειν αὐτὸν ὅπου δή ποτε δόξειεν. ἤδη δὲ περὶ τὰ ἑπτακαίδεκα ἔτη προσελθεῖν αὐτῷ Ἀρχέλαον τὸν Ἀναξαγόρου μαθητὴν φάσκοντα ἐραστὴν εἶναι· τὸν δὲ Σωκρά- την οὐκ ἀπώσασθαι τὴν ἔντευξίν τε καὶ ὁμιλίαν τὴν πρὸς τὸν Ἀρχέλαον, ἀλλὰ γενέσθαι παρʼ αὐτῷ ἔτη συχνά, καὶ οὕτως ὑπὸ τοῦ Ἀρχελάου προτραπῆναι ἐπὶ τὰ φιλόσοφα.“ εἶτα μετʼ ὀλίγα “ἦν δὲ καὶ τῶν
10
ἐπιτιμωμένων καὶ τάδε Σωκράτει ὅτι εἰς τοὺς ὄχλους εἰσωθεῖτο καὶ τὰς διατριβὰς ἐποιεῖτο πρὸς ταῖς τρα- πέζαις καὶ πρὸς τοῖς Ἑρμαῖς.“ cf. Suidas v. Σω- κράτης: Ἀριστόξενος δὲ Ἀρχελάου πρῶτον αὐτὸν διακοῦσαι λέγει· γεγονέναι δὲ αὐτοῦ καὶ παιδικά, σφοδρότατόν τε περὶ τὰ ἀφροδίσια, ἀλλὰ ἀδική- ματος χωρίς, ὡς Πορφύριος ἐν τῇ φιλοσόφῳ ἱστο- ρίᾳ φησίν. Theodoretus therap. IV p. 56, 19: καὶ γὰρ τὸν Σωκράτην τὸν Σωφρονίσκου φησὶν ὁ Πορφύ- ριος, εἰς ἀκολασίαν ἡνίκα νέος ἦν ἀποκλίναντα, σπουδῇ καὶ διδαχῇ τούτους μὲν ἀφανίσαι τοὺς τύ- πους, τοὺς δὲ τῆς φιλοσοφίας ἐκμάξασθαι.

Stephanus Βyz. p. 193, 17: Γάδρα, πόλις Παλαιστίνης. Πορφύριος τρίτῳ φιλοσόφου ἱστο- ρίας. τὸ ἔθνικὸν Γαδρηνός, ὡς Βόστρα Βοστρηνός καὶ Γαγγρηνός.