Historia philosophiae (fragmenta)

Porphyrius

Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.

Suidas: Ἐμπεδοκλῆς Μέτωνος· οἱ δὲ Ἀρχι- νόμου, οἱ δʼ Ἐξαινέτου, καὶ ἀδελφὸν ἔσχε Καλλι- κρατίδην. ἠκροάσατο δὲ πρώτου Παρμενίδου, οὗτι- νος, ὡς φησὶ Πορφύριος ἐν φιλοσόφῳ ίστορίᾳ, ἐγέ- νετο παιδικά. Vide Κarstenium de Emped. p. 48.

Suidas: Γοργίας Χαρμαντίδου Λεοντῖνος, ῥήτωρ, μαθητὴς Ἐμπεδοκλέους, διδάσκαλος Πώλου Ἀκραγαντίνου καὶ Περικλέους καὶ Ἰσοκράτους καὶ Ἀλκιδάμαντος τοῦ Ἐλαΐτου, ὃς αὐτοῦ καὶ τὴν σχολὴν διεδέξατο ἀδελφὸς δὲ ἦν τοῦ ἰατροῦ Ἡροδίκου. Πορφύριος δὲ αὐτὸν ἐπὶ τῆς π ὀλυμπιάδος τίθησιν· ἀλλὰ χρὴ νοεῖν πρεσβύτερον αὐτὸν εἶναι. Cf. Frei in Museo Rhen. N. F. VII p. 533.