Historia philosophiae (fragmenta)

Porphyrius

Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.

Cyrillus c. Iulian. VI p. 208 D: καίτοι φησὶ καὶ περὶ αὐτοῦ (de Platone) Πορφύριος· “ἐπαιδεύθη δὲ ὁ Πλάτων παρὰ μὲν Διονυσίῳ γράμματα, παρὰ δὲ Ἀρίστωνι τῷ Ἀργείῳ παλαιστῇ τὰ κατὰ τὴν γυμνα- στικήν· φασὶ δὲ καὶ Ἴσθμιά τινες καὶ Πύθια νικῆ- σαι αὐτόν.‘‘

Cyrillus c. Iulian. I p. 31 A: Πορφύριος δὲ φησὶν ἐν βιβλίῳ τετάρτῳ φιλοσόφου ἱστορίας δοξά- σαι τε τὸν Πλάτωνα καὶ μὴν καὶ φράσαι πάλιν περὶ ἑνὸς θεοῦ, ὄνομα δὲ αὐτῷ μηδὲν ἐφαρμόττειν μηδὲ γνῶσιν ἀνθρωπίνην αὐτὸν καταλαβεῖν, τὰς δὲ λεγο- μένας προσηγορίας ἀπὸ τῶν ὑστέρων καταχρηστι-

11
κῶς αὐτοῦ κατηγορεῖν. εἰ δὲ ὅλως ἐκ τῶν παῤ ἡμῖν ὀνομάτων χρή τι τολμῆσαι λέγειν περὶ αὐτοῦ, μᾶλ- λον τὴν τοῦ ἑνὸς προσηγορίαν καὶ τὴν τἀγαθοῦ τακτέον ἐπʼ αὐτοῦ. τὸ μὲν γὰρ ἐμφαίνει τὴν περὶ αὐτὸν ἁπλότητα καὶ διὰ τοῦτο αὐτάρκειαν· χρῄζει γὰρ οὐδενός, οὐ μερῶν, οὐκ οὐσίας, οὐ δυνάμεων, οὐκ ἐνεργειῶν, ἀλλʼ ἔστι πάντων τούτων αἴτιος. τἀγαθὸν δὲ παρίστησιν ὅτι ἀπʼ αὐτοῦ πᾶν ὅ τι περ ἀγαθόν ἐστιν, ἀπομιμουμένων κατὰ τὸ δυνατὸν τῶν ἄλλων τὴν ἐκείνου, εἰ οὕτω χρὴ φάναι, ἰδιότητα καὶ διʼ αὐτῆς σωζομένων.