Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae

Porphyrius

Porphyrius. Porphyrii Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae, Fasc I-II. Schrader, Hermann, editor. Leipzig: Teubner, 1880-1882

151. ϲχῆμα ἀμφιβολίαϲ ἄδηλον γὰρ εἴτε παράκειται αὐτοῦ τὰ[*](Lp f. 173a. Cf. Cramer., A. P. III, p. 38, 24.) ὅπλα ἢ ἐνδέδυται. Πορφύριοϲ δέ φηϲιν ὅτι οὐ φορεῖ· δειλίαϲ γὰρ δεῖγμα τὸ τοιοῦτον.

οὐχ ὡπλιϲμένοϲ (δειλοῦ γάρ), ἀλλ᾿ οἷον πληϲίον ἔχων τὰ τεύχη.[*](B f. 132b ad ϲύν τεύχεϲιν. Lp l. c.) καλῶϲ δὲ οἱ ἑταῖροι τὴν μεθ᾿ ἡμέραν τάξιν φυλάττουϲι περιϲτοιχοῦντεϲ τεύχεϲιν. τὸν βαϲιλέα. ϲτρατηγικὸν δὲ καὶ τὸ αἰθριοκοιτεῖν.

153. φαύλη δοκεῖ εἶναι ἡ τῶν δοράτων ἐπὶ ϲαυρωτῆραϲ ϲτάϲιϲ·[*](*B f. 132b ad ὄρθ᾿. L f. 209a, Π.) καὶ δὴ πανταχοῦ θόρυβον ἤδη πεποίηκε νύκτωρ ἐντὸϲ μόνον πεϲόν. λύει δ᾿ Ἀριϲτοτέληϲ λέγων ὅτι τοιαῦτα ἀεὶ ποιεῖ Ὅμηροϲ οἷα ἦν τότε ἦνμ δὲ τοιαῦτα τὰ παλαιὰ οἷάπερ καὶ νῦν ἐντὸϲ τοῖϲ βαρβάροιϲ· πολλοὶ δὲ οὕτω χρῶνται τῶν βαρβάρων.

167. scholium quod de τρόπῳ ἀπὸ κοινοῦ qui vocatur agit, quoniam casu ad h. v. adscriptum est neque habet quo aliqua cum veri specie referatur (cf. ad p. 143, 11 1), in fine operis nostri edendum erit.

194 sqq. ἠπόρηϲεν Ἀριϲτοτέληϲ, διὰ τί ἔξω τοῦ τείχουϲ ἐποί[*](*B f. 131a ad μὴ τοὶ μὲν v. 98. L f. 207a, Π.) ηϲε τοὺϲ ἀριϲτέαϲ βουλευομένουϲ ἐντὸϲ νυκτηγορίᾳ, ἐξὸν ἐντὸϲ τοῦ τείχουϲ ἐντὸϲ ἀϲφαλεῖ. καί φηϲι· πρῶτον μὲν οὖν ὐκ εἰκὸϲ ἦν ἀποκινδυνεύειν τοὺϲ Τρῶαϲ οὔτ᾿ ἐπιτίθεϲθαι νύκτωρ· οὐ γὰρ τῶν εὐτυχούντων ἦν ἀποκινδυνεύειν. ἔπειτα ἐντὸϲ ἐρημίᾳ καὶ καθ᾿ ἡϲυχίαν βουλεύεϲθαι περὶ τῶν τηλικούτων ἔθοϲ. ἄτοπον δ᾿ ἂν ἦν εἰ ἠξίουν μὲν πορευθῆναί τιναϲ [*](7 — 9 schol. Lp quod primo loco posuimus in cod. alteri (lin. 10 —12), quod ϲὺν τεύχεϲιν in lemm. habet, praemisso ἄλλωϲ subiungitur 11 — 12 καλῶϲ — βαϲιλέα Lp om. 13 cod. B margini ext. adscrpt. Ἀριϲτοτελ. 14 πεποίηται L 16 δὲ om. L 22 cod. B marg. inter. adscrpt. Ἀλλριϲτοτλ. 23 βουλομένουϲ L 26 παρὰ pro περὶ L 27 ἠξίου codd. corr. Bkk. 21 sqq. πορευθῆναι τοὺϲ Τρῶάϲ τιναϲ L) [*](3 sqq. † Eust. K, p. 794 extr. (unde Paris. ap. Cramer., A. P. III, p. 83, 12). Quae ap. Eust. sequuntur (p. 792, 10): οὕτω ποτὲ καὶ ἐφεσίων στασιαξόντων περὶ χρημάτων παρελθὼν εἰς τὴν ἐκκλησίαν Ἡράκλειτος καἲ ἐπιπάσας κύλικι ἄλφιτα ἐξέπιε τὸν κυκεῶνα, σιωπῶσαν παραίνεσιν ἐκθεὶς καὶ διδάξας ὡς δεῖ ζηλοῦν τὴν αὐτάρκειαν. καὶ οὕτω μὲν οἱ τοιοῦτοι σοφοί (cf. p. 794 extr.: λύουσι δὲ τοῦτο πάνυ ἀστείως οἱ σοφοί), haud scio an item ad Porphyr. referenda sint (cf. Vict. ap. Bkk. A 149).) [*](11. 12 Cf. schol. A v. 151. 52; Eust. p. I95, 20.) [*](15 Arist. poet. 25, p. 1461 α 1: ἴσως δὲ οὐ βέλτιον μὲν ἀλλ᾿ οὕτως εἶχεν, οἷον τὰ περὶ τῶν ὅπλων· ἔγχεα δὲ σφιν ὄρθ᾿ ἐπὶ σαυρωτῆρος· οὕτω γὰρ τότ᾿  ἐνόμιζον, ὥσπερ καὶ νῦν Ἰλλυριοί.)

146
εἰϲ τοὺϲ Ιρῶαϲ, αὐτοὶ δὲ οὐδὲ μικρὸν προελθεῖν ἐτόλμων. ἔπειτα ϲτρατηγῶν ἂν εἴη τὸ φυλάϲϲεϲθαι τοὺϲ νυκτερινοὺϲ θορύβουϲ, τὸ δ᾿ ἐντὸϲ τῷ ϲτρατεύματι νυκτὸϲ ϲυνιόνταϲ βουλεύεϲθαι, νεωτεριϲμοῦ ὑποψίαν παραγράφειν ϲχὸν, φόβον ἐνεποίει. ἄμα δὲ καὶ ἡ πρόθεϲιϲ ἦν τοὺϲ φύλακαϲ θεάϲαϲθαι. ἐντὸϲ οἷϲ ἦν ἡ ϲωτηρία τῶν καθευδόντων. γενόμενοι δ᾿ ἐντὸϲ τούτοιϲ τοιϲ τὰϲ βουλὰϲ, ὀλίγον πόρρω τούτων ἀποϲτάντεϲ, ἐντὸϲ ἡϲυχίᾳ μὲν καὶ ἐντὸϲ ἀπορρήτῳ ἐποιοῦντο, μὴ ἀναμεμιγμένοι τοῖϲ φύλαξιν, ἐντὸϲ ἀϲφαλεῖ δέ, πληϲίον γὰρ τῶν φυλάκων. καὶ ἄμα ταχέωϲ ἦν ἐπιτελέϲαι τὰ δόξαντα. ὁ δὲ νεκύων χῶροϲ πλήρηϲ μὲν τῶν κειμένων πτωμάτων, ὀλίγον δὲ καθαρὸν ἔχων νεκρῶν, ἔνθα καθέζονται, τοῦ περὶ τὴν τάφρον παντὸϲ χωρίου πλήρουϲ ὄντοϲ τῶν ἀνηρημένων. ἀπολογούμενοϲ δὲ διότι ἄταφοι ἦϲαν, ἐπάγει ὅτι τῶν πολεμίων νυκτὸϲ γέγονεν ἡ ἀναχώρηϲιϲ καὶ ϲχολὴν οὐκ ἐνέδωκεν ὁ καιρὸϲ εἰϲ ταφήν, νυκτὸϲ μὲν καταλαβούϲηϲ, ἐκ δὲ τῆϲ ἥττηϲ ὑπὸ τοῦ καμάτου εἰϲ ὕπνον τετραμμένων πάντων· φηϲὶ γάρ (v. 98. 99)·
  • μὴ τοὶ μὲν καμά τῳ ἀδηκότεϲ ἠδὲ καὶ ὕπνῳ
  • κοιμήϲωνται, ἀτὰρ φυλακῆϲ ἐπιπάγχυ λάθωνται
  • καὶ (v. 200)·
  • ὅθεν αὖτιϲ ἀπετράπετ᾿ ὄβριμοϲ Ἕκτωρ
  • καὶ τὰ ἑξῆϲ.

    [*](B f. 133a ad τάφροιο v. 194. Lp f. 174a c. l. tqafroio)

    ---διὰ τί δὲ μὴ μᾶλλον ἔϲω τοῦ τείχουϲ ἀϲφαλέϲτερον βου.- τάφροιο λεύονται; ἀλλ᾿ ἐντὸϲ τῷ ϲτρατεύματι νυκτὸϲ περιιόντεϲ θόρυβον ἐκίνηϲαν, καὶ ταῦτα προτεταλαιπωρημένων ἤδη τῶν Ἑλλήων. ἄλλωϲ τε ἄτοπον ἦν εἰϲ καταϲκοπὴν ὀτρύνονταϲ μὴ τολμᾶν προϊέναι τῶν πυλῶν. ἔτι δὲ καὶ πρὸϲ παραμυθίαν τῶν μελλόντων ἐκπέμπεϲθαι.

    [*](*B f. 133b ad τάφρον v. 198.)

    ἄλογον τὸ μὴ ἐντὸϲ τῆϲ τάφρου τὸ ϲυνέδριον εἶναι. λύεται δὲ τάφρον ἐκ τοῦ καιροῦ· οὐ γὰρ τὸ θορυβεῖν τούϲ ἐντὸϲ ϲτρατοπέδῳ προϲῆκον. v. 198. θαρραλεώτερόν τε τὸν κατάϲκοπον ἐχρῆν ποιεῖν παρακαθήμενον καὶ οὐδὲν μέλλοντα πείϲεϲθαι δεινόν, τῶν φυλάκων περὶ τὴν τάφρον τυγχανόντων.

    [*](A.)

    215. 16. διὰ τί μέλανα καὶ ὑπόρρηνα ἐπαγγέλλεται τὰ πρόβατα καἰ ῥητέον ὅτι μέλανα μέν, ἐπεὶ νυκτὸϲ ἐπορεύοντο, ὑπόρρηνα δὲ ϲυμβόλῳ τινὶ αἰϲίῳ, ἵνα ἔγκαρπον τὴν πορείαν ποιήϲωνται.

    [*](1 προϲελθεῖν codd.; corr. Bkk. 2 φυλάττεϲθαι L 5. 6 τούτοιϲ corr. e τούτων L 19 ὄμβριμοϲ L 22 περιόντεϲ Lp 24 ὀτρύνοντεϲ codd. corr. VII. 28 ἐχρῆ B)[*](12 sqq. CL Vict. v. 199 Bkk.)[*](21 — 30 L. f. 210ᵇ (id. fere Paris. ap. Cram, A. P. III, p. 174, 14): διὰ τί δὲ, φησὶν, οἱ ἡγεμόνες τὴν τάφρο διαβὰτες βουλεύονται; φαμὲν δὲ ὅτι τοῦτο ποιοῦσιν εἰς ἐπιμυθίαν τῶν κατασκόπων, ἵνα ἀμφότεροι ⟨προθυμότεροι schol. min.⟩ γένωνται ἐγγὺς αὐτῶν ὄντων. Cf. A v. 194;  Eust. K, p. 797, 50 (inde Paris. ap. Cramer. p. 85, 31).)
    147

    249. ζητεῖται δὲ πῶϲ Ὀδυϲϲεὺϲ νῦν μὲν ἐπαινούμενοϲ ἄχθεται,[*](A.) παρὰ δὲ τοῖϲ Φαίαξι φίλαυχόϲ ἐϲτι (ι 19. 2). ῥητέον ὅτι ἐνταῦθα μὲν L f. 212a. παραιτεῖται τὸν ἔπαινον, ἐπεὶ προείληφεν ἡ γνῶϲιϲ, παρὰ δὲ τοῖϲ Φαίαξιν οὐδαμῶϲ ἀρνεῖται, ἵνα γνωϲθεὶϲ μᾶλλον τῆϲ ἐπανόδου τύχῃ.

    252. 53. ἡ ϲυναγωγὴ τῶν ζητουμένων γέγονε μὲν ἤδη καὶ παρ᾿[*](*B f. 134b ad ἄϲτρα.) ἄλλοιϲ· ἡμεῖϲ δὲ τὰ προβλήματα λαμβάνοντεϲ παρὰ τῶν ἐζητηκότων ἄϲτρα τὰϲ λύϲειϲ ἐπικρίνομεν ἃϲ ἐκεῖνοι ὑπέταξαν τοῖϲ προβλήμαϲι, καί τιναϲ μὲν τούτων ἐγκρίνομεν, τινὰϲ δὲ παραιτούμεθα, τὰϲ δ᾿ αὐτοὶ ἐξευρίϲκομεν, τὰϲ δὲ πειρώμεθα διορθοῦν καὶ ἐξεργάζεϲθαι, ὥϲπερ τοῖϲ ἐντυγχάνουϲιν ἔϲται δῆλον. αὐτίκα τῶν παλαιῶν ζητημάτων ὡμολόγηται εἶναι τὸ τοιοῦτο, ἐντὸϲ οἷϲ φηϲιν

  • ἄϲτρα δὲ δὴ προβέβηκε, παρῴχηκε δὲ πλὲω νὺξ
  • τῶν δύο μοιράων, τριτάτη δ᾿ ἔτι μοῖρα λέλειπται.
  • πῶϲ γὰρ, εἰ αἱ δύο μοῖραι ἐξήκουϲιν αὐταί τε καὶ ἔτι τούτων πλέον, ἡ[*](a) τριτάτη μοῖρα λέλειπται, ἀλλ᾿ οὐχὶ τῆϲ τρίτηϲ μόριον; ὅθεν καί τινεϲ προϲτιθέντεϲ τὸ ϲ ἠξίουν τριτάτηϲ δέ τι μοῖρα λέλειπται γράφειν, ἵνα τῆϲ τρίτηϲ μερίϲ τιϲ ᾖ καταλελειμμένη, ἀλλ᾿ οὐχ᾿ ὅλη ἡ τρίτη. Μητρόδωροϲ μὲν οὖν τὸ πλεῖον δύο ϲημαίνειν φηϲὶ παρ᾿ Ὁμήρῳ· καὶ γὰρ τὸ ϲύνηθεϲ — ὡϲ ὅταν λέγη νώτου ἀποπροταμών, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο (θ 475) καὶ ἀλλὰ τὸ μὲν πλεῖον πολυαϊκοϲ πολέμοιο χεῖρεϲ ἐμαὶ διέπουϲι (Α 165) —, ϲημαίνει δὲ καὶ τὸ πλῆρεϲ, ὡϲ ἐντὸϲ τῷ ϲὸν δὲ πλεῖον δέπαϲ αἰεὶ ἕϲτηκε (Δ 262), καὶ ἐντὸϲ τῷ πλεῖαί τοι χαλκοῦ κλιϲίαι (B 226). νῦν οὖν τὸ πλέον[*](b) ἀντὶ τοῦ πλῆρεϲ εἰρῆϲθαι· πλήρηϲ γὰρ ἡ νὺξ τῶν δύο μοιρῶν γεγονυῖα παρῴχηκε, τριτάτη δ᾿ ἔτι περιλέλειπται. διεῖλε δ᾿ εἰϲ τρία, ὡϲ ἂν τριφυλάκου τῆϲ νυκτὸϲ οὔϲηϲ. Χρύϲιπποϲ δὲ, ὥϲπερ εἴ τιϲ, φηϲὶ, περὶ τριῶν ἡμερῶν διαλεγόμενοϲ ἐντὸϲ τῇ τρίτῃ λέγει μίαν ἀπολείπεϲθαι ἔτι ἡμέραν, κἂν μὴ περὶ ὄρθρον ποιῆται τοὺϲ λόγουϲ, οὕτωϲ καὶ τὸν Ὀδυϲϲέα, εἰ καὶ πλέον ἦν παρῳχηκὸϲ τῶν δύο μοιρῶν, τὴν τρίτην φάναι καταλείπεϲθαι, ἐπειδὴ τριμεροῦϲ οὔϲηϲ τῆϲ νυκτὸϲ ἕκαϲτον μέροϲ ὡϲ ἕν [*](1 A, cuius lemma μήτ᾿ ἄρ με μάλ᾿ αἴνεε μήτε τι νείκει, nonnulla de μηδὲν ἄγαν praemittit; L inc.: ἀπορία. ζητεῖται δὲ πῶϲ ἐποιν. κτλ. 2 λύϲιϲ. ῥητέον δὲ ὅτι L 3 ἐπειδὴ L 13 δέ τι cod.; corr. Bekk. 14 de litteris in marg. positis v. ad p. 151, 27 sqq. 16 μοίρα cod. 21 δὲ post ϲημαίνει e coni. addidi, didi cod. om. 25 δὲ τι περίλειπται cod., περιλέλειπται Bkk.) [*](10 v. 252 diple notatus διὰ τὸ πολυθρύλητον ζήτημα καὶ τὰς γεγονυίας ἀποδόσεις (Ariston.).) [*](18 Cf. Arist. poet. 25 (p. 1461 α 25): τὰ δὲ ἀμφιβολίᾳ (δεῖ διαλύειν)· παρῴχηκεν δὲ ππλέων (πλέω cod. A Bkk.⟩ νύξ· τὸ γὰρ πλέων ἀμφίβολόν ἐστιν. Quae ad ipsum refertur solvendi ratio infra (p. 149, 4) sequitur.) [*](23 Aristarchum πλέον et πλεῖον (═ πλῆρες) distinxisse Lehrsius ap. Friedl., Ariston. p. 156) docuit)
    148
    τι λαμβάνεται, ὥϲτε κὰν ἐλλιπὲϲ ᾖ τοῦτο καὶ μὴ ὁλόκληρον, ἀλλ᾿ ἀριθμεῖϲθαί γε τρίτην τῷ τάξιν τῶν μερῶν ἔχειν τὴν τρίτην. οὕτω γὰρ καὶ ἄνθρωπον παρὰ μικρὸν ἑζά ποδα γενόμενον ἔτι τυγχάνειν τῆϲ ὅληϲ [*](e)προϲηγορίαϲ. ἄλλοι δέ φαϲιν ἔθοϲ ἔχειν τοὺϲ ποιητὰϲ τῷ ἀπηρτιϲμένῳ χρῆϲθαι ἀριθμῷ, ὁτὲ μὲν τὰ ἐπιτρέχοντα τοῖϲ ἀριθμοῖϲ περιγράφονταϲ ὑπὲρ τοῦ ὁλοϲχερεῖ καὶ ἀπηρτιϲμένῳ χρῆϲθαι, ὅταν χιλιόναυν ϲτρατὸν φήϲειέ τιϲ (Eur. Ορ. 344) τῶν Ἐλλήνων ἦϲαν δὲ αἱ νῆεϲ χίλιαι ἑκατὸν ὀγδοήκοντα ἕξ —, καὶ ἔτι πύργουϲ εἴκοϲι μιᾷ ϲτολῇ, πεζοῖϲ μὲν ἕνδεκα, ναυϲὶ δὲ δυώδεκα ἀντὶ τοῦ κγ΄. ὁτὲ δὲ τὸν προκείμενον περιγράφουϲι, τῷ ἐπιτρέχοντι ἀρκούμενοι, οἷον κατὰ μὲν φίλα τέκνα ἔπεφνε θάλλοντα ἥβᾳ δυώδεκα, αὐτὸν δὲ τρίτον (Pind. fr. 157 Boeckh.), ἀντὶ τοῦ τρίτον καὶ δέκατον· καὶ τετράτῳ· δ᾿ αὐτὸϲ πεδάθη, φηϲὶν ὁ Πίνδαροϲ (fr. 100), ἀντὶ τοῦ τετάρτῳ καὶ δεκάτῳ· ἡ δὲ γυνὴ τέταρτον ἔτοϲ ἡβώοι, πέμπτῳ δὲ γαμοῖτο (Hes. op. 696), ἀντὶ τοῦ τεϲϲαρεϲκαιδεκάτῳ καὶ πέντεκαιδεκάτῳ· Εὔπολίϲ τε Χρυϲῷ γένει (Mein., fr. com. ll, p. 537)· δωδἐκα τοϲ ὁ τυφλὸϲ, τρίτοϲ ὁ τὴν κάλην ἔχων, ὁ ϲτιγματίαϲ τέταρτόϲ ἐϲτιν ἐπὶ δέκα, πέμπτοϲ δ᾿ ὁ πύργοϲ, ἕκτοϲ ὁ διεϲτραμμένοϲ· χοὗτοι μὲν εἰϲ ἑκκαίδεκ᾿, εἰϲ Ἀρχέϲτρατον, ἐϲ τὸν δὲ φαλακρὸν τακαίδεκ᾿. B. ἴϲχε dqh. Α. ὄγδοοϲ ὁ τὸν τρίβων᾿ ἔχων. ὁτὲ δὲ ἔζω προϲτιθέαϲιν, ἵνα τὸν πλήρη ἀριθμὸν εἴπωϲιν, οἷον Ὁμήρου εἰπόντοϲ ἐννεακαίδεκα μέν μοι ἰῆϲ ἐκ νηδύοϲ ἦϲαν (Ω 496). Ϲιμωνίδηϲ φηϲὶ καὶ ϲὺ μὲν εἴκοϲι παίδων μᾶτερ ἔλλαθι (fr. 49 Bergk.). καὶ δεκάτῳ μηνὶ τοῦ τοκετοῦ ταῖϲ γυναιξὶ γιγνομένου φηϲὶν Ὅμηροϲ· χαῖρε, γυνὴ, φιλότητι, περιπλομένου δ᾿ ἐνιαυτοῦ τέξῃ ἀγλαὰ τέκνα (λ 248). καὶ ἄλλοι θ᾿ οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο (B 64) καὶ πολλοὶ ἀπειρέϲιοι καὶ ἐννήκοντα πόληεϲ (τ 174) ἢ γὰρ κατὰ τὸ ἕτερον προϲτίθηϲιν ἢ κατὰ τὸ ἕτερον ἀφαιρεῖ. ὁμοίωϲ καὶ πρὸπαν ἦμαρ ἐϲ ἠέλιον καταβαλεῖν δύντα δαίνυντο (Α 601), οὐχ ἄμα τῇ ἕῳ ἀρξαμένων πίνειν· καὶ πᾶν δ᾿ ἦμαρ μάρναντο περὶ Ϲκαιῇϲι πύλῃϲι (Ϲ 453), καίπερ βραχέοϲ γινομένου χρόνου ὑπὲρ τὴν μάχην. καὶ τῶν Ὀλυμπίων [*](1. 2 ἀρι θμεῖϲθαι (ras. un. litt.) cod. μερῶν conieci cod. ἡμερῶν Kamm., p. 66, verba ἀλλ᾿ ἀριθμεῖϲθαί γε τὴν τρίτην supra post τοὺϲ λόγουϲ (p. 147, lin. 28) collocavit 3 παρὰ πόδα γεν. cod.; Kamm. καίπερ ἄποδα coni. 7 τιϲ addidi cod. om. 14 τέταρ. (supra ρ scrpt. τ) ἥθ’ ἡβώοι cod. ἔτοϲ dubitanter conieci 15 χρυϲογένειαν cod corr. Bkk. 17 δέκατοϲ cod corr. Mein. l. c.) [*](καλὴν cod.; κωλῆν Mein., κάλην Ο. schneid. ap. Mein. V, p LXXXIV 18 πυρρὸϲ ? πηρὸϲ Cobet ap Dind. 19 καὶ οὖτοι μὲν εἰϲ ἑκκαίδεκα ἐϲ ἀρχ. cod.; corr. Mein. ἐϲ δὲ τὸν φ. cod.: corr. Mein. 20 ἑπτακαίδεκα cod. corr. Mein. idem personas distinxit 21 τρίβων cod. 32 post χρόνου in cod. (in fine paginae) 4 litt. eras.) [*](26 — 29 Cf. Porph. B 649, p. 49, 12.)
    149
    δὲ ἐναλλὰξ ἀγομένων διὰ πεντήκοντα μηνῶν καὶ τεϲϲαράκοντα ἐννέα, οἱ ποιηταὶ πεντηκοντάμηνόν φαϲι τὴν πανήγυριν. οὕτωϲ οὖν οὐδὲν κωλύει, καὶ τῆϲ τρίτηϲ μοίραϲ ἐλλιποῦϲ οὕϲηϲ, οὐχ ὁλόκληρον τρίτην αὐτὴν ὀνομάϲαι μοῖραν. Ἀριιϲτοτέληϲ δὲ οὕτωϲ ἀξιοῖ λύειν, ἐντὸϲ οἷϲ φηϲιν· ἡ εἰϲ δύο διαίρεϲιϲ εἰϲ ἴϲην δύναται γενέϲθαι ἐντὸϲ τούτοιϲ· ἐπεὶ δὲ τὸ πλέον τοῦ ἡμίϲεοϲ ἀόριϲτόν ἐϲτιν, ὅταν τοϲοῦτον αὐξηθῇ ὡϲ τοῦ ὅλου τρίτον ἀπολείπεϲθαι, ἀκριβοῦϲ ἂν εἴηξ τὸ ἀφορίϲαι τοῦτο καὶ δηλῶϲαι ὅϲον ἐϲτὶ τὸ καταλειφθέν, ἵνα ὅϲον ηὐξήθη τοῦ ὅλου τὸ ἥμιϲυ δῆλον γένηται. οἷον τῶν Ϛ΄ ἥμιϲυ τὰ γ΄. εἴπερ διαιρεθείη τὰ εἰϲ β΄ ἴϲα, ἔϲται γ΄. ἐὰν τὸ ἕτερον μέροϲ αὐξηθῇ, ἄδηλον πότερον μορίῳ ἀριθμοῦ ἢ ὅλη μονάδι. ἐὰν οὖν ὅλη μονάδι πλέον γένηται, τὸ μέροϲ τὸ ὑπολειπόμενον τρίτον ἔϲται τοῦ ὅλου, ὥϲτε καὶ ὁ εἰπὼν τῶν δύο μερῶν θάτερον πλέον γινόμενον καταλέλοιπε τριτάτην μοῖραν δεδήλωκεν ὅτι ἐντὸϲ αὐξήϲει τὸ πλέον μονάδι γέγονε. τεϲϲάρων γεγονότων τῶν τριῶν καὶ δύο ὑπολειπομένων, ὅπερ ἦν τῶν ἓξ τὸ τρίτον. ἐπεὶ οὖν καὶ τῆϲ νυκτὸϲ αἱ δώδεκα μοῖραι εἰϲ δύο ἴϲαϲ μερίδαϲ μερίζεϲθαι δύνανται εἰϲ ἕξ, ηὐξήθη δὲ καὶ πλέον γέγονε θάτερον μέροϲ, ἄδηλον δὲ τὸ πόϲαιϲ ὥραιϲ — καὶ γάρ μιᾷ καὶ δύο καὶ τριϲὶ καὶ πλείοϲιν ἡ αὔξηϲιϲ δύναται γίνεϲθαι — , ἀφορίζων ὁ ποιητὴϲ τὸ ἀόριϲτον τοῦ πλείονοϲ πόϲον ἥν, καὶ ὅτι β΄ ὥραιϲ ηὐξήθη, ἐπήγαγεν ὅτι τριτάτη μοῖρα λέλειπται, ὡϲ ὀκτὼ μὲν γενέϲθαι τὰϲ παρῳχηκυίαϲ ὥρααϲ, καταλείπεϲθαι δὲ τέϲϲαραϲ, αἵπερ εἰϲὶ τοῦ ὅλου τρίτον. οὕτω καὶ εἰ δέκα ὀκτὼ εἴη μοιρῶν, 5 τι δίχα διαιρεῖται εἰϲ ἐννέα, εἴποιϲ δ᾿ ὅτι πλέον τῆϲ εἰϲ δύο μοίραϲ παρῴχηκεν, ἡ δὲ τρίτη μοῖρα περιλείπεται, δῆλον ποιήϲειϲ ἐκ τοῦ τὸ τρίτον φάναι περιλείπεϲθαι, ὅπερ ἐϲτὶν Ϛ΄, ὅτι δώδεκα φὴϲ εἰλῆφθαι. ἔϲτω δὲ καὶ ἐπὶ τοῦ νυχθημέρου τῶν ὡρῶν τὸ αὐτὸ ζητούμενον, καὶ λεγέτω τιϲ ὅτι πλέον τι τῶν εἰϲ δύο μοίραϲ νεμομένων ὡρῶν παρῴχηκέ τι, μὴ ἀφορίϲαϲ τὸ πόϲον, ἐπαγέτω δὲ ὅτι ἡ τρίτη μοῖρα τοῦ παντὸϲ λέλειπται· δῆλον γίνεται ὅτι τῆϲ εἰϲ β΄ διαιρέϲεωϲ εἰϲ ιβ΄ καὶ ιβ΄ γενομένηϲ, τοῦ τρίτου καταλειφθέντοϲ τοῦ παντὸϲ, ὅπερ ἐϲτὶν ὀκτώ, θάτερον μέροϲ τὸ πλέον ἐντὸϲ τέτραϲιν ἔϲχεν, ὥϲτε ἑκκαίδεκα ὥραϲ τὰϲ πάϲαϲ παρεληλυθέναι, ὑπολείπεϲθαι δὲ ὀκτώ. ἐντὸϲ οἷϲ οὖν εἰϲ δύο ἴϲα καὶ εἰϲ τρία ἐϲτὶ διαίρεϲιϲ, ἐάν τιϲ εἰϲ δύo πλεονάϲαντα τὸ τρίτον τῆϲ εἰϲ γ΄ καταλίποι, ἀφορίζει ὅϲῳ πλέον ἡ αὔξηϲιϲ γέγονε. ϲοφῶϲ οὖν ὁ ποιητὴϲ τὸ ἀόριϲτον τρίτον τῆϲ αὐξήϲεωϲ τοῦ ἡμίϲεοϲ δεδήλωκεν ὅϲον ἦν, ὅτι ὥραιϲ δύο, καὶ ὀγδόη παρεληλύθει ὥρα, διὰ τὸ φάναι τριτάτη δ᾿ ἔτι μοῖρα λέλειπ ται. εἰδὼϲ γάρ τιϲ ὅτι ιβ΄ μὲν αἱ [*](3 ὁλόκληρον Vill cod. ὁλοκλήρου 4 versui in marg inter. adscrpt. Ἀριϲτοτελ. 5. ἐπεὶ δὲ V. Rose, Ar. ps., p. 165; cod. ἐπειδὴ 10 ἷϲα cod. 22. 23 μοιρῶν ego cod. μετρῶν; μερῶν Vill. πλέον τῶν εἰϲ δύο cod corr. Bkk. 33 τὸ τρίτον scripsi, τὸ γ΄ cod. 35 τρίτον recte deleri iubet Kamm., p. 68 37 τριτάτη δέ τι cod.) [*](4 Cf. ad p. 147, 18 et Heitz, d. verlorn. Schr. d. Arist, p. 266.)
    150
    ὧραι πάϲαι τῆϲ νυκτόϲ, ὧν ἡ εἰϲ δύο μὲν μοίραϲ διαίρεϲιϲ καὶ Ϛ΄ ποιεῖ, ἡ δὲ εἰϲ γ΄ δ΄ καὶ δ΄ καὶ δ΄, καὶ ἀκούϲαϲ ὅτι τῆϲ εἰϲ δύο μοίραϲ διαιρέϲεωϲ πλέον τι παρῴχηκεν, εἶτα γνοὺϲ ὅτι τῆϲ εἰϲ τρία τὸ τρίτον ἐπιμένει, ὅπερ ἐϲτὶν ὧραι τέϲϲαρεϲ, εὐθὺϲ γινώϲκει ὅτι ἀπὸ τοῦ μεϲονυκτίου [*](d)β΄ ὧραι ἦϲαν παραλλάξαϲαι μεταβάντοϲ. Αὐτόχθων δέ φηϲιν ὅτι τετελεϲμένων τῶν β΄ μοιρῶν, λειπομένηϲ δὲ τῆϲ τρίτηϲ, εἰκότωϲ φηϲὶν ὡϲ παρῆλθε τὸ πλέον ἡ νὺξ οὖϲα μοιρῶν β΄· πλέον γὰρ μέροϲ εἰϲὶ τῆϲ νυκτὸϲ αἱ δύο, εἴ γε τὰ δύο τοῦ ἑνὸϲ πλείονα. τὸ οὖν παρψχηκεν, ὅτι παροιχομένων τῶν δύο μοιρῶν τῷ πλείονι ἡ νὺξ παρῴχηκεν. οὕτω γὰρ οὐδ᾿ ἁμάρτημα ἔϲται ἐντὸϲ τῷ πλέω, ὅπερ θηλυκῶϲ ἀκούοντέϲ τινεϲ ἡμαρτῆϲθαι λέγουϲιν ἀντὶ τοῦ ἡ πλείων· ἔϲτι γὰρ τῷ πλέῳ ἡ νὺξ παρῳχηκυῖα μέρει, τουτέϲτι τῷ πλείονι καὶ μείζονι μέρει παρήλλαχε, [*](e)τῶν δύο μερῶν παρῳχημένων. Ἀπίων δὲ αὐτῶν τῶν β΄ τὸ πλέον μέροϲ ἀνηλῶϲθαι λέγει, ὥϲτε καὶ τῆϲ δευτέραϲ εἶναι λείψανον, καὶ τούτοιϲ των μὲν οὖν τὸ πλέον παρῴχηκε, τὸ δὲ τρίτον καταλείπεται· περὶ γὰρ νύκταϲ μέϲαϲ ἀναϲτὰϲ Ἀγαμέμνων ἐγείρει τὸν Νέϲτορα καὶ μετ᾿ αὐτοῦ τινὰϲ τῶν ἀριϲτέων, καὶ ἐπὶ τὴν τάφρον προελθόντεϲ πέμπουϲι τοὺϲ καταϲκόπουϲ. τὸν δὲ καιρὸν τῆϲ νυκτὸϲ ὑποβάλλει καὶ τὸ πλῆθοϲ τῶν πράξεων. ὁπλιϲάμενοι γὰρ οἱ κατάϲκοποι, ὀφθέντοϲ αὐτοῖϲ τοῦ ὀρνέου, εὐξάμενοί τε τῇ Ἀθηνᾷ χωροῦϲι πρόϲω· καὶ ἐντυχόντεϲ τῷ Δόλωνι οὐκ ὀλίγον χρόνον περὶ τὰϲ ἐρωτήϲειϲ διέτριψαν· καὶ κτείναντεϲ αὐτὸν μετὰ ταῦτα ἐπὶ τοὺϲ Θρᾷκαϲ ἔρχονται· καὶ βραδύνουϲιν αὐτοῖϲ περὶ τὸν τούτοιϲ των φόνον ἡ Ἀθηνᾶ ἐπὶ τὰϲ ναῦϲ ἀπαλλάττεϲθαι παραινεῖ· καὶ ἐπανελθόντεϲ λούονταί τε καὶ ἀριϲτοποιοῦνται, καὶ τότε ἡμέρα γίνεται. Ὀδυϲϲεὺϲ δὲ λέγει ἐγγύθι δ᾿ ἠ ώϲ, τὴν διέξοδον ἐπείγων· οὐδὲ γὰρ εὔλογον πληϲιαζούϲηϲ τῆϲ ἕω καταϲκόπουϲ πέμπεϲθαι, ἀλλὰ καὶ πάνυ ἐπιπολλῆϲ [*](f)ϲφαλέϲ. τὸ δὲ πλέω δύναται μὲν καὶ ὡϲ πληθυντικὸν οὐδέτερον παρειλῆφθαι· τὰ πλείονα ἐκ τῶν δύο μοιρῶν παρῆλθεν ἢ πλείονα παρὰ μοίραϲ τὰϲ δύο, ὥϲ που καὶ ὁ Θουκυδίδηϲ (l, 3, 5) λέγει ἀλλὰ καὶ ταύτην τὴν ϲτρατιὰν θαλάϲϲῃ ἤδη πλείω χρώμενοι ϲυνῆλθον. δύναται δὲ καὶ θηλυκὸν ἑνικὸν εἶναι,. πτῶϲιν αἰτιατικὴν προβάλλον· ἡ νὺξ παρῆλθε τὴν πλείονα μοῖραν τῶν δύο μοιρῶν. πιθανῶϲ δὲ οὐδένα ἄλλον τὴν τῶν ἄϲτρων πορείαν ἐποίηϲε φυλάττοντα ἢ τὸν Ὀδυϲέα, προοικονομῶν εἰϲ τὴν Ὀδύϲειαν· ἐκεῖ γὰρ αὐτῷ ὁ πλοῦϲ ἀνύεται Πληιάδαϲ ἐϲορῶντι καὶ ὀ ψὲ δύοντα Βοώτην (ε 572).

    [*](g)

    λέγοντοϲ τοῦ Ὀδυϲέωϲ ἄϲτρα δὲ δὴ προβέβηκε, ζητήϲειεν ἄν τιϲ, τί δηλοῖ τὸ προβέβηκε καὶ ποῖά εἰϲιν ἄϲτρα ἐξ ὧν ϲτοχάζεται [*](2 εἰϲ γ΄ ἐϲ δ΄ καὶ δ΄ cod.: alterum καὶ δ΄ Mamm. add ὅτι addidi cod. om. 7 post φηϲὶν in cod. rasura 24 fere litterarum 13 ἀππίων cod. 14 sqq. καὶ — καταλείπεται e coni. dedi; cod. λείψανον καὶ ὧν νὖν τὸ πλέον παρῴχηκε τὸ τρίτον καταλείπεται 35 πληάδαϲ (ι de more om.) cod, 36 sqq. λέγοντοϲ κτλ. sine ullo intervallo neque ullo signo interposito in cod (f. 135b) iis quae iam edidimus subiunguntur)

    151
    τὴν ὥραν. τὸ γὰρ ἐκ τῆϲ ἄρκτου λέγειν οὐχ ὑγιέϲ· οὐ γὰρ ἐκ τῶν ἀεὶ φανερῶν, ἀλλ᾿ ἐκ τῶν ἀνατελλόντων καὶ δυομένων τὰϲ ὥραϲ τεκμαίρεϲθαι ἔϲτιν. οἱ δὲ οὐδ᾿ ἐπ᾿ ἄλλου φαϲὶν οἷόν τε ἢ ἐπὶ τῆϲ ἄρκτου εἰρῆϲθαι διὰ τὸ προκεῖϲθαι τὸ προβεβηκέναι· ϲημειωϲάμενον γὰρ τοὺϲ τόπουϲ καθ᾿ ὥραν, ὡϲ ἐπιλαμβάνουϲι ϲτρεφόμενοι τῆϲ ἄρκτου οἱ ἀϲτέρεϲ, προβεβηκέναι φάναι ἐπὶ πλέον κατὰ τὴν ϲτροφήν χωρήϲανταϲ. οἱ δὲ ἀπὸ τῶν Πληιάδων καὶ Ὑάδων καὶ Ὠρίωνοϲ, ἤτοι τὴν ἀνατολὴν ἑῴαν ποιουμένων καὶ προβεβηκότων ἀπὸ τῆϲ ἀνατολῆϲ, Πληιάδων δύϲιν ποιουμένων καὶ ἤδη προβαινόντων εἰϲ τὴν δύϲιν τὸ αὐτὸ γὰρ καὶ ἐντὸϲ τῷ ἀλλ᾿ ὅτε δὴ τρίχα νυκτὸϲ ἔην, μετὰ δ᾿ ἄϲτρα βεβήκει (μ 312). ἢ ὡϲ πρὸϲ ἀνατολὴν ἢ πρὸϲ δύϲιν, τὸ μέντοι τρίχα ἀντὶ τοῦ τρίτον. διχῶϲ δὲ τὸ τρίτον---τό τε κατὰ ϲχέϲιν τὴν πρὸϲ τὸ πρῶτον. μή ποτε ἐκ τοῦ ζωδιακοῦ κύκλου τὴν ὥραν καταμεμαθηκέναι φηϲί· τούτου γὰρ εἰϲ ιβ΄ διῃρημένου, μὲν εὐθέωϲ καταδύνοντοϲ ἡλίου βλέπεται, νυκτὸϲ δὲ προβαινούϲηϲ τὰ λοιπά, οὐ τὰ αὐτὰ μὲν ὁρώμενα, τὸν δὲ ἀριθμὸν τὸν ἓξ φυλάττοντα. ἐκ τῶν ζωδίων οὖν τῶν ἐπιφερομένων τῷ δωδεκατημορίῳ τούτῳ, ἐντὸϲ ὧ ὁ ἥλιοϲ ἔδυ, τὴν ὥραν ϲτοχάζεται Ὀδυϲϲεύϲ. ἡ ἁπλῶϲ πάντα φηϲὶ τὰ ἄϲτρα προβέβηκε, τουτἐϲτι προκεχώρηκεν εἰϲ δύϲιν τὰ ἀφ᾿ ἑϲπέραϲ ἐντὸϲ τῆ ἀνατολῇ φανέντα, ὡϲ καὶ νῦν φαμεν πολ προῆλθε τῆϲ ἡμέραϲ, εἰϲ δύϲιν λέγοντεϲ προτάττειν ελθεῖν· ἐφ’ ὧν γὰρ ἀπὸ πέρατοϲ εἰϲ πέραϲ ἐϲτί τιϲ δρόμοϲ, ὅταν ἤδη πρὸϲ τῷ ἑτέρῳ πέρατι ὁρώμενα φαίνηται, προβεβηκέναι λέγοιτ᾿ ἂν ἀφ᾿ οὐ πρῶτον ὁρμώμενα ὤφθη. ὅτι δὲ καὶ τὴν ἡμέραν καὶ τὴν νύκτα εἰϲ[*](h) τρία διαιρεῖ δῆλον· ἐπὶ μὲν γὰρ τῆϲ ἡμέραϲ· ἔϲϲεται ἠὼϲ ἢ δείληϲ ἢ μέϲον ἦμαρ (Φ 111), ἐπὶ δὲ τῆϲ νυκτόϲ· ἀλλ’ ὅτε δὴ τρίχα νυκτὸϲ ἔην (μ 312).

    διὰ τί προβέβηκε καὶ ποῖα τὰ ἄϲτρα, ἐξ ὧν ϲτοχάζεται τὴν[*](g L f. 212b.) ὥραν ὁ Ὀδυϲεὺϲ τὸ γὰρ τῆϲ ἄρκτου τοὺϲ ἀϲτέραϲ ἀκούειν ἁμάρτημα, [*](3 φηϲὶν cod. corr Bkk. 4 post προβεβηκέναι in cod repetitum εἰρῆϲθαι 7 υἱάδων cod; ort. Vill. ἤτοι δὲ ἀνατ. cod. vereor ne gravius vitium lateat 8 Πληιάδων corruptum esse liquet; quod ad rem attinet, e schol. L. (p. 152, 5) conicias: ἢ τῶν ἑῴαν, sed plura excidisse videntur 12 lacunae in cod. vesti gium non exstat 15 οὐκ αὐτὰ cod.; corr. e schol. min. (V. p. 152, 9)) [*](23 A v. 252 . . . . . τριφύλακος γὰρ ἦν καθ᾿ Ὅμηρον ἡ νύξ. καὶ ἐντὸϲ ἄλλοις· ἔσσεται ἠὼς ἢ δείλ μέσον ἦμ αρ. Cf. id. 5 111 (c. l. ἔσσεται ἢ ἠώς): ὅτι ὅλην τὴνμ ἡμέραν εἰ τρία διαιρεῖ . . . . . , ὥσπερ καὶ τὴν νύκτα εἰς τρία, ἑσπέραν, ἀμολγὸν, ἑῴαν.) [*](27 sqq. Multo longius a vera quaestionis forma hoc schol. abest: priorem certe scholii Veneti partem, reiecta omni quae in illo inestexquisitiore doctrina, ita ad ieiunius illud dicendi genus, quo pleraeque quaestiones quae ad nos pervenerunt uti solent, redegit, ut inde excerptum esse videri possit. At cum habeat, et maxime quidem in posteriore parte, quae in Veneto desiderentur, et ordine rerum exponendarum utatur diverso, inter scholia secundi ordinis referri noluimus. Quo melius perspicuitati consuleretur, litteris margini)

    152
    οὐκ ἐκ τῶν ἀεὶ φανερῶν, ἀλλ᾿  ἐκ τῶν ἀνατελλόντων καὶ δυομένων τῆϲ ὥραϲ τεκμηριουμένηϲ καὶ νοουμένηϲ. ἔνιοι μὲν οὖν Πληιάδαϲ φηϲὶν καὶ Ὑάδαϲ καὶ τὸν Ὠρίωνα καὶ τὸ προβεβηκέναι τὴν ἀνατολὴν ἑῴαν ἑῶαν, ε ex π facto, cod. ποιεῖται, ἕτεροι δὲ τὸν Ἕϲπερον καὶ τὸν Κύνα καὶ τὸ προβεβηκέναι ἑῴαν ἑῶαν cod. ποιεῖται τὴν δύϲιν. ἄμεινον δὲ λέγειν, ὅτι ἐκ τοῦ κύκλου τοῦ ζωδιακοῦ τὴν ὥραν κατέμαθε. τούτου τοῦτο cod. γὰρ εἰϲ ιβ΄ διῃρημένου διηρημένον cod., ἓξ μὲν εὐθέωϲ ἡλίου καταδύνοντοϲ καταδύοντοϲ cod. βλέπεται, νυκτὸϲ δὲ προβαινούϲηϲ τὰ λοιπὰ, καὶ τὰ οὐ τὰ αὐτὰ sch. min. μὲν ὁρώμενα τὸν δὲ ἀριθμὸν τῶν ἓξ φυλάττοντα. ἐκ τῶν ζωδίων οὖν τῶν ἐπιφερομένων τῷ δωδεκατημορίῳ τούτῳ, ἐντὸϲ ᾧ ὁ ἥλιοϲ ἔδυ, τὴν ὥραν ϲτοχάζεται ὁ Ὀδυϲϲεύϲ. ἢ ἁπλῶϲ φηϲι πάντα τὰ ἄϲτρα ϲυγκαταδυόμενα καταδυόμενα cod. τῷ ἡλίῳ καὶ ϲυνανατέλλοντα κατὰ τὸ δεύτερον. τὸ δὲ προβέβηκε δηλοῖ προκεχώρηκεν εἰϲ δύϲιν, ὥϲπερ καὶ ἡμεῖϲ λέγοντεϲ τὸ πολὺ προῆλθε τῆϲ ἡμέραϲ τὸ εἰϲ δύϲιν προελθεῖν λέγομεν. εἰ δέ τιϲ ἐπιζητεῖ, πῶϲ οὐκ ὠνόμαϲε τὰ ἄϲτρα, ἴϲτω ὅτι τῷ ἐπειγομένῳ ἐπὶ ἔργον οὐκ ἥρμοζεν. ἀδολεϲχεῖν. φαίνεται δὲ ἐκ τούτων Ὅμηροϲ καὶ ϲφαιροειδῆ τὸν κόϲμον εἰδώϲ· οὐ γὰρ οἷόν τε τὰ μὲν δύνειν τὰ δὲ ἀνατέλλειν, μὴ οὐχὶ ὑπὸ γῆν τοῦ ἡλίου φερομένου καὶ ὑπὲρ γῆν ἀνίϲχοντοϲ. εἰδὼϲ δὲ καὶ ἡμερῶν καὶ νυκτῶν μέγεθοϲ καὶ ἡλίου κίνηϲιν, οἶδεν ἀκριβῶϲ ὅτι κατὰ καὶ, om. ὅτι, cod. τὰϲ τούτου δύϲειϲ καὶ ἀνατολὰϲ ἡ νὺξ ὁρίζεται ὀργίζεϲθαι cod. κατὰ τὴν ἡμέραν.

    παρῴχηκε δὲ ἡ νὺξ τῶν δύο μοιρῶν corr., τριτάτη [*](h)δ᾿ ἔτι δέ τοι cod. μοῖρα λέλειπται. ὥϲπερ τὴν ἡμέραν εἰϲ τρία· μέρη διεῖλεν, ἐντὸϲ οἷϲ φηϲιν ἔϲϲεται ἔϲεται cod. ἢ ἠὼϲ ἢ δείλη ἢ μέϲον ἦμα ρ, οὕτω καὶ τὴν νύκτα εἰϲ τρία διεῖλεν. εἰ δὲ τριμερὴϲ [*](a)ἔϲται ἡ νὺξ καὶ πλεῖον τῶν δύο μοιρῶν παρῆλθεν, πῶϲ δύναται ὅλη [*](d)ἡ τρίτη λείπεϲθαι; ἀλλὰ λέγομεν, ὅτι τετελεϲμένων τῶν δύο μοιρῶν, λειπομένηϲ δὲ τῆϲ τρίτηϲ, εἰκότωϲ φηϲὶν ὡϲ παρῆλθε τὸ πλεῖον ἡ νὺξ οὖϲα μοιρῶν δύο πλεῖον γὰρ μέροϲ ἐϲτὶ τῆϲ ὅληϲ νυκτὸϲ αἱ δύο, εἴ [*](c)γε τὰ δύο τοῦ ἑνὸϲ πλείονα. ἢ κἀκεῖνο ῥητέον, ὡϲ τὸ μέροϲ ὁμοίωϲ ἐξήνεγκε τῷ ὅλῳ, τὴν τρίτην λείπεϲθαι εἰπὼν οὐ λειπομένην ὅλην, ὁμοίωϲ· ὣϲ τό τε μὲν πρόπαν ἦμαρ ἐϲ ἠέλιον καταδύντα καὶ πᾶν δ᾿  ἦμαρ μάρναντο ἐπὶ Ϲκαιῇϲι πύλῃϲιν· οὔτε γὰρ ἅμα ἕῳ ἀρξάμενοι ἔπινον καὶ om. cod. βραχὺϲ ἦν ὁ ἀναλωθεὶϲ χρόνοϲ εἰϲ τὴν μάχην περὶ ταῖϲ πύλαιϲ. κἀκεῖνο ὅμοιον· περιπλομένου ἐνιαυτοῦ τέξειϲ ἀγλαὰ τέκνα· εἰϲ γὰρ ἀποκύηϲιν οὐ πληροῦται ὅλον ἔτοϲ ἔποϲ cod, ἀλλὰ διακόϲιαι καὶ ἑβδομήκοντα καὶ τρεῖϲ ἡμέραι. καὶ ἡμεῖϲ ἐντὸϲ τῷ ϲυνήθει τοῦ τοῦτον cod. τὸν δολιχὸν τρέχοντοϲ ἀρξαμένου utriusque appositis unum ad alterum retulimus. Addendum, id. fere schol., e quo Eust., p. 802, 12 sqq. hausisse videtur, inter schol. min. legi. — Initium nostri schol. (usque ad νοουμένης) altero schol. L (f. 212b) continetur.

    153
    τρέχοντα ἀρξάμενοι cod. τὸ τὸν cod. τελευταῖον ϲτάδιον τρέχειν, ϲτάδιον αὐτὸν περιλείπεϲθαί φαμεν, καὶ περὶ τοῦ τὸν τοῦτον cod. ἔϲχατον μῆνα ἄρχοντοϲ, ὅτι τῆϲ ἀρχῆϲ αὐτῷ περιλείπεται μείϲ. ἢ ὅτι αὐτῶν τῶν δύο τὸ πλεῖον μέροϲ ἀναλῶϲθαι λέγεται; ὥϲτε καὶ[*](e) τῆϲ δευτέραϲ τι ἐϲτὶ cod. καὶ τὴν τρίτην ὅλην καταλείπεϲθαι. τὸ δὲ[*](f) πλέω πλείω cod. δύναται μὲν ὡϲ πληθυντικὸν οὐδέτερον παρειλῆφθαι· τὰ τὸ cod.πλείονα ἐκ τῶν δύο μοιρῶν παρηλλάχθαι· ἢ πλείονα παρὰ τὰϲ μοίραϲ μοῖραϲ cod. τὰϲ δύο, ὥϲ που καὶ Θουκυδίδηϲ λέγει· ἀλλὰ καὶ ταύτην τὴν ϲτρατιὰν θαλάϲϲῃ ἤδη πλείω πλοίω cod. χρώμενοι ϲυνῆλθον. δύναται δὲ καὶ θηλυκὸν ἑνικὸν εἶναι πτῶϲιν αἰτιατικὴν προβάλλον ἡ νὺξ παρῆλθεν εἰϲ πλείονα μοῖραν τῶν δύο μοιρῶν.

    παρῆλθον τῆϲ νυκτὸϲ αἱ δύο πλήρειϲ μοῖραι. οἱ δὲ ὅτι τὸ πλέον[*](f. 134b ad πλέω. Lp. f. 175b c. l. παρῴχηκε δὲ πλέω νύξ.) τῶν δύο μοιρῶν τῆϲ νυκτὸϲ παρῆλθεν. αἱ δύο δὲ μοῖραι ὀκτώ εἰϲιν ὧραι· τούτων τὸ πλέον, ὅ ἐϲτιν αἱ ἑπτά, παρῆλθεν· ἐϲμὲν δὲ ἐντὸϲ ὀγδόῃ ὥρᾳ, λείπονται δὲ τέϲϲαρεϲ. τὸ δὲ ὅλον οὕτωϲ· παρῆλθεν ἡ πλείων ἤδη μοῖρα τῶν δύο τῆϲ νυκτὸϲ μοιρῶν, ἵνα λείπηται μέροϲ τι τῶν δύο καὶ τρίτη τελεία.