Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae

Porphyrius

Porphyrius. Porphyrii Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae, Fasc I-II. Schrader, Hermann, editor. Leipzig: Teubner, 1880-1882

688. v. 656.

[*](5 ἑλήϲποντον L 8 ὁ μὲν ante εἴπῃ L 9 ἀπαγγελκώϲ L 11 τοὺϲ ἄλλουϲ ὑπ᾿ om. L. 12 ὡϲ πρὸϲ ? 13 εἰ κεν νεώμεθ᾿ ἐφ᾿ ἡμέτερο κτλ. L ἐξιέϲθαι (B, ἐξίεϲθαι L.) τοῦ πολέμου B L; εἰϲ τὸν πόλεμον Vill.; ἕξεϲθαι τοῦ πολῖται λέμου Cobet ap. Dind. 17 αὕτωϲ L 21 φραϲόμεθα, ω suprascrpt., Lp (accentus alio atramento additus) ἤ κεν νεώμεθα Lp 24. 25 εἰπὼν — κατορθώϲαντοϲ om. Lp)[*](25 Cf. A v. 680: art ἀποτομώτατον τὸ τῆς ἀφόδου, ὅπερ ἐντὸϲ πρώτοις εἶπεν ἀπαγγέλλει, τὸ δὲ τελευταῖον, ὅτι ἐὰν συνελσθῶσιν ἕως τῶν αὐτοῦ νεῶν συμμαχήσει, παραλέλοιπτν, ἴνα μὴ ἀμελῶσι τοῦ βοηθεὶν.)[*](27. 28 v 688 — 92 ab Aristarcho obelo notatos fuisse ex Aristarcho constat;  idem de iis qui antecedunt non innotuit.)
143

6.Πολὺν ὄμβρον ἀθέϲφατον. glossa suprascripta. ἐκ παραλλήλου[*](Lp f. 169a.) τὸ αὐτὸ κατὰ Πορφύριον.

1l. ἀδύνατον, φαϲὶν, ἐντὸϲ τῇ ϲκηνῇ ὄντα κατιδεῖν εἰϲ τὸ πεδίον.[*](*B f. 129b ad πεδίον.) ῥητέον οὖν ὅτι ἰδεῖν καὶ ἀθρῆϲαι λέγομεν καὶ τὸ τῇ διανοίᾳ ϲκέψαϲθαι. πεδίον. ἐγχωρεῖ δὲ καὶ οὕτωϲ ἔχειν τὴν ϲκηνὴν, ὡϲ δύναϲθαι ἀπιδεῖν· ἔθοϲ γὰρ τοῖϲ βαϲιλεῦϲι τοιαῦτα καταϲκευάζειν, ἀφ᾿ ὧν περιόψονται.

ἢ ὅτι ἐφ᾿ ὕψουϲ ἡ ϲκηνὴ ἡ βαϲιλική, ἢ ὅτι οἱ Τρῶεϲ om. οἱ[*](B f. 129b ad ἐϲ πεδίον. Lp f. 169b c. l. ἤτοι ὅτ᾿ ἐϲ πεδίον.) Τρ. Lp ἐπὶ θρωϲμῷ πεδίοιο (v. 160). ἔνιοι δὲ τὸ ἀθρήϲειεν ἐπὶ τοῦ νοῦ ἀκούουϲιν, ἀλλὰ προϲέθηκεν ἂν τὸ ταῖϲ Lp φρεϲίν, ὡϲ ἤτοι ὅτ ἐϲ τὸ ὄφρα ἴδωμαι αι e corr. Lp ἐνὶ φρεϲίν (Φ 61).

47 sqq. εἰ δέ τιϲ λέγει τὸν Ἕκτορα διὰ ταῦτα ὑπερτίθεϲθαι καὶ[*](Eust. K, p. 788, 50.) αὐτοῦ τοῦ Ἀχιλλέωϲ, ἴϲτω ὅτι λύει τὸ ἄπορον ὁ βαϲιλεύϲ, προϲθεὶϲ τὸ αὕτωϲ, ἤτοι οὕτωϲ ἁπλῶϲ, οὔτε θεάϲ, φηϲὶν, υἱὸϲ φίλοϲ οὔτε θεοῖο. Ἀχιλλεὺϲ μὲν γὰρ καὶ τοιαῦτα καὶ μείζω δράϲαϲ οὐκ ἂν ἐκπλήξοι τινά (ἐκ θεάϲ γάρ), ὁ Ἕκτωρ δὲ ἁπλῶϲ ἀνήρ.

67 sqq. φθέγγεο δ᾿ ᾗ κεν ἴῃϲθα καὶ ἐγρήγορθαι ἄνωχθι,[*](* B f. 130ᵇ ad φθέγγεο δ᾿ ἦ ι eras. κεν.) πατρόθεν ἐκ γενεῆϲ ὀνομάζων ἄνδρα ἕκαϲτον πάνταϲ κυδαίνων, μηδὲ μεγαλίζεο θυμῷ. ταῦτα ϲημειωτέον ὡϲ ἐπιτήδεια εἰϲ αἰτίαϲ ἀπόδοϲιν, δι᾿ ἣν εἰώθαϲιν οὕτω πρὸϲ ἀλλήλουϲ διαλέγεϲθαι οἱ ἥρωεϲ· διογενὲϲ Λαερτιάδη πολυμήχαν᾿ Ὀδυϲϲεῦ· εἶναι γὰρ φιλοφρονουμένων [*](1. 2 Cf. Eust. K, p. 786, 16: τὸ δὲ πολὺν ὄμβρον ἀθέσφατον ἐκ παραλλήλου ταὐτὰ νοεῖ, ὡς καὶ ἐντὸϲ τοῖς ἑξῆς τὸ δηθά τε καὶ δολιχόν (v. 53) καὶ τὸ ἐπιτέλλεαι ἠδὲ κελεύεις (v. 61). Nicanorem aliter statuisse schol. A docet.) [*](3 sqq. † A c. l. θαύμαζεν πυρὰ πολλά (id. L. f. 204a c. eod. lemm.): πῶς, φησὶν, Ἀγαμφέμνων ⟨ὁ Ἀγ. L ⟩ ἐντὸς τοῦ τείχους ὑπάρχων ἐθαύμαζε τὰ πυρά ⟨τὰςτ πυρὰς ⟩, τὴν ἀρχὴν μὴ βλέπων αὐτὰ ⟨ αὐτὰς L⟩ διὰ τοῦ τείχους; καὶ ῥητέον ὅτι ὡς βασιλεὺς ὑψηλοτάτην ⟨ὑψηλὴν L⟩ εἶχε σκηνήν, ἵν᾿ εὐχερῶς θεωρεῖνμ δύναται πάντα ⟨ἴν᾿ εὐχ. δύνηται πάντα θ. L⟩) [*](11 —15 Quaestionem, quae in cod. Lp 170 eadem fere qua apud lust. ratione, sed in nonnullis (quae ibi bis leguntur) paullo oscitantius, traditaest, a Porphyrium referendamesse, eschol. secundi ordinisstatim afferendo sequitur. Ex iis quae in schol. ad v. 167 adscripto extr. leguntur: οὕτως οὔτε θεᾶς υἱὸς φίλος οὔτε θεοῖο· ὡσαύτως οὔτε \θεᾶς υἱὸς ἔρεξενμ οὔτε θεοῖο, concludas nostrum locum lim cum illo cohaesisse sed incertior coniectura est quam ut utrumque coniunctum edi velim.) [*](13 † Lp f. 170 (c l. οὔτε θεᾶς υἱός): . . . κατὰ Πορφύριον δεῖ λαμβάνειν ἁπλοίκῶς· οὐ γὰρ πρὸς Ἀχιλλέα σύγκρισις. εἰ δὲ τις τοσαῦτα εἴποι. τὸν βασιλέα ὑπερτίθεσθαι οὕτω λέγοντα καὶ αὐτοῦ Ἀχιλλέως τὸνμ Ἕκτορα κτλ. (quoe sequuntur iis fere respondent quae supra ex Eust. edidimus).) [*](†B f. 130b ad ὅσα v. 49: ἁπλοϊκῶς δεῖ λαμβάνειν· οὐ γὰρ πρὸς Ἀχιλλέα ἡ σύγκρισις.) [*](20 sqq. † B f. 130b ad πατρόθεν ν. 68 (id. Lp f. 170 c. l. πατρόθεν ἐκ γενεῆς): ὅταν λέγῃ διογενὲς Λαερτιάδη· τὸν πατέρα γᾶρ δηλοῖ, τὸ δὲ διογενές τὸν ἀρχηγὸν τοῦ γένους (adu. nonnulla Lp). ld. Eust. p. 790, 24.)

144
τὸν τοιοῦτον τρόπον τῆϲ προϲαγορεύϲεωϲ. τὸ μὲν οὗνμ πατρόθεν ὀνομάζειν ἐϲτὶν ἐντὸϲ τῷ Λαερτιάδη, τὸ δὲ ἐκ γενεῆϲ, τὸ ἐκ γενάρχου, οἱονμ τὸ διογενέϲ· ἐκ γὰρ τοῦ Διὸϲ τοῦ ἀρχηγέτου τοῦ γένουϲ εἴληπται τὸ διογενέϲ. τὸ δὲ οὕτωϲ ὀνομάζειν κυδαίνοντόϲ ἐϲτι τοὺϲ καλουμένουϲ. τί οὗν τὸ μηδὲ μεγαλίζεο θυμῷ, οὐ γὰρ, ὥϲπερ οἱ γραμματικοί, τὸ μὴ μέγα ἡγοῦ τὸ τοιοῦτον καὶ τὸ οὕτω προϲφωνεῖν, ἀλλὰ ϲημαίνει· μὴ μεγάλυνε ϲεαυτοῦ τὴν ψυχήν, ἐξ οὐ ϲημαίνεται· μὴ ὑπερόπτηϲ γίνου μηδ᾿ ἀνάξιον ϲαυτοῦ τὸ ἄλλον κυδαίνειν ἡγοῦ. τατὸν γὰρ τοῦτο καὶ ἐντὸϲ ἄλλοιϲ ἔφη· ϲὺ δὲ μεγαλήτορα θυμὸν ἴϲχειν ἐντὸϲ ϲτήθεϲϲιν (Ι 255) ὅμοιον γὰρ τῷ μὴ μεγαλίζεο θυμῷ τὸ ἴϲχειν ἐντὸϲ ϲτήθεϲι θυμὸν μεγαλήτορα, ᾧ ἐπάγει φιλοφροϲύνη γὰρ ἀμείνων· ταὐτὸν οὖν τῷ πάνταϲ κυδαίνων. καὶ ἡ Πηνελόπη δὲ λέγει οὐ γάρ τι μεγαλίζομαι οὐδ᾿ ἀθερίζω (ψ 174), οὐχ ὑπερηφανῶ ὥϲ τιϲ μεγάλη, οὐδέ ϲ᾿ ὡϲ μικρὸν καὶ ἀνάξιον ἀτιμάζω· ἀθερίζειν γὰρ, ἀπὸ τῶν ἀποκρινομένων ἀθέρων, τὸ ἀτιμάζοντα ἀποκρίνειν ὡϲ τοῦ μηδενὸϲ ἄξιον, ὡϲ ἀθέραϲ ἀπὸ τοῦ καρποῦ ἀποκρίνοντα· καὶ οὕ ποτέ μ᾿ οἵ γ’ ἀθέριζον (Α 261) οὔ ποτέ με ἐντὸϲ ἀθέρων μοίρᾳ εἶχον. ταὐτὸ δὲ τὸ ἀθερίζειν ἐϲτὶ τῷ ἀπόβλητόν τι ποιεῖϲθαι· οὔ τοι ἀπόβλητον ἔποϲ ἔϲϲεται (B 361), ᾧ ἀντικείϲεται τὸ ἄνδραϲ δὲ λίϲϲεϲθαι ἐπιπροέηκεν ἀρίϲτουϲ κρινάμενοϲ κατὰ λααὸν Ἀχαϊκόνν (I 520. 21), καὶ αἰϲυμνῆται δ᾿ ἔκκριτοι ἐννέα πάντεϲ ἀνέϲταν (θ 258). ἐξηγούμενοϲ δὲ τὸ ἀθερίζειν ἔφη τῶν δ᾿ ἄλλων οῦ πέρ τιν᾿ ἀναίνομαι οὐδ᾿ ἀθερίζω (θ 212). ἔϲτι δὲ τὸ ἀναίνομαι οὐχὶ ἐπαινῶ, διὸ ἴϲον ἂν εἴη τῷ πάνταϲ κυδαίνειν. καὶ τὸ οὐχ ἅλιιον δὲ ἴϲον τῷ οὐκ ἀθερίζειν, οὐκ ἀποβολῆϲ ἄξιον τῆϲ θαλάττηϲ· τὸ μὲν γὰρ ἀθέριζεῖν ἀπὸ τῶν ἀποκρινομένων ἀθέρων, ὁ δὲ ἅλιοϲ ἀπὸ τῶν εἰϲ ἅλα βαλλομένων, ὡϲ τὸ ἅλιον ἔποϲ ἔκβαλον ἤματι κείνῳ ( C 324). τὸ μὲν οὖν μὴ μεγαλίζεϲθαι θυμῷ ϲημαίνει τὸ μὴ ὑπερηφανεῖνμ δι᾿ ὑπεροψίαν. αὐτό τε τὸ ὑπερηφανῆϲαί φηϲι· ϲὺ δὲ τῷ μεγαλήτορι θυμῷ εἴξαϲ ἄνδρα φέριϲτον, ὃν ἀθά νατοί περ ἔτιϲαν, ἠτίμηϲαϲ (I 109. 10), ὃ ἔφη ἠθέριϲαϲ. καὶ πάλιν οἳ τὸ πάροϲ θυμῷ ἦρα φέροντεϲ ἀφεϲτᾶϲι (Ξ 131. 2), καταφρονοῦντεϲ καὶ ὑπερηφανοῦντεϲ, διὰ τὸ αὐτοῖϲ χωρίζεϲθαι, ὥϲ που ἔφη ταῦθ᾿ ὑπερηφαν έοντεϲ Ἐπειοὶ χαλκοχίτωνεϲ ἡμέαϲ ὑβρίζοντεϲ ἀτάϲθαλα μηχα νόωνται (Λ 694. 95). οἱ μέντοι ϲυνείκοντεϲ καὶ τῆϲ ὑπεροψίαϲ πουόμενοι· ὣc ὁ μὲν Αἰτωλοῖϲιν ἀπήμυνεν κακὸν ἦμαρ, εἴξαϲ ᾧ θυμῷ (I 597).

[*](9 ἔχειν ἐντὸϲ ϲτήθεϲι cod. ἴϲχειϲ ἐντὸϲ ϲτήθεϲιν Vill., ἴϲχειν ἐντὸϲ ϲτήθεϲιν Bkk., ἐντὸϲ ϲτήθεϲϲι Dind. 20 ἐπεὶ προέηκεν ἀρίϲτουϲ κρινάμενοι cod. ἐπιπροέηκεν Bekk. κρινάμενοϲ Kamm. 23 ἔϲτι δὲ τὸ οὐχὶ ἀναίνομαι ἐπαινῶ coni. Kamm. 24 ἴϲον cod. 26 τὸ δὲ ἅλιοϲ coni. Kamm. 27 ἔκβαλλον cod.; corr. Bkk. 31. 32 ἦρα φρένεϲ cod. corr Vill. 30 ἀπήμυνε cod.)[*](36 Ab Aristarcho (A I 597; cf. Et. M. 297, 12) dissentire videtur.)
145

98. v. 194 sqq.

149. δειλὸϲ, φαϲὶν, οὗτοϲ, ὅτι ἀϲπίδα καὶ οὐ add. Bkk.; codd.[*](B f. 132b ad άκοϲ L f. 209b.) om. δόρυ ἀναλαμβάνει. ἴϲωϲ δὲ ϲιωπωμένῃ τῇ ἀποκρίϲει χρῆται πρὸϲ ϲάκοϲ. τὸν Νέϲτορα εἰπόντα βουλεύϲεϲθαι πότερον φευκτέα ἢ μενετέα, ἐμφαίνων διὰ τῆϲ ἀϲπίδοϲ ὅτι μενετέα (v. 147). δόρυ μὲν γὰρ φέρουϲι καὶ μὴ μαχόμενοι, ἀϲπὶϲ δὲ μενόντων ἐϲτὶ καὶ μαχομένων.