Ad Marcellam
Porphyrius
Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.
ὁ δέ γε θεῖος ἀγνοεῖται μὲν ψυχῇ δι᾿ ἀφροσύνην καὶ ἀκολασίαν ἀκαθάρτῳ, ἐκλάμπει δὲ δι᾿ ἀπαθείας καὶ φρονήσεως. καὶ οὔτε ὑπερβῆναι τοῦτον δυνατόν, οὐδὲν γὰρ τούτου ὑπερ- άνω, οὔτ᾿ αὐτοῦ καταφρονῆσαι· οὐ γὰρ ἐκλάμψαι αὐτὸν οἷόν τε ἐν τῷ καταφρονεῖν αὐτοῦ μέλλοντι· οὔτε τύχαις καιρῶν τρέπεται, ὅτι κρείττων ἦν τῆς τύχης καὶ πάσης βίας πολυτρόπου ἰσχυρότερος. νοῦς δὲ αὐτὸν μόνος γινώσκει μεταλλεύων αὐτοῦ τὴν ἔρευναν καὶ τετυπωμένον ἐν αὑτῷ ἐξευρίσκει τροφήν τε ἀπʼ αὐτοῦ πορίζει τῇ ὥσπερ σώματι αὐτοῦ ψυχῇ. νοῦ γὰρ σῶμα ψυχὴν λογικὴν θετέον, ἣν τρέφει ὁ νοῦς τὰς ἐν αὐτῇ ἐννοίας, ἃς ἐνετύπωσε καὶ ἐνεχά- ραξεν ἐκ τῆς τοῦ θείου νόμου ἀληθείας, εἰς ἀναγνώ- ρισιν ἄγων διὰ τοῦ παρ᾿ αὐτῷ φωτός· καὶ διδάσκα- λος αὐτὸς γινόμενος καὶ σωτὴρ καὶ τροφεύς καὶ φύ- λαξ καὶ ἀναγωγός, κατὰ σιγῆς μὲν φθεγγόμενος τὴν ἀλήθειαν, τὸν δὲ θεῖον αὐτῆς ἐξελίττειν νόμον διδοὺς διὰ τῆς εἰς αὐτὸν ἐμβλέψεως ἐν ταῖς εἰς αὐτὸν ἐπι- βολαῖς ἐν αὐτῇ τετυπωμένον ἐξ ἀιδίου ἐπιγινώσκει.
κατανοητέον οὖν πρῶτόν σοι τὸν τῆς φύσεως νόμον, ἀπὸ δὲ τούτου ἀναβατέον ἐπὶ τὸν θεῖον, ὃς καὶ τὸν τῆς φύσεως διέταξε νόμον· ἀφ᾿ ὧν ὁρμωμένη οὐδα- μοῦ εὐλαβήσῃ τὸν ἔγγραφον. οἱ γὰρ ἔγγραφοι νόμοι χάριν τῶν μετρίων κεῖνται, οὐχ ὅπως μὴ ἀδικῶσιν, ἀλλʼ ὅπως μὴ ἀδικῶνται. ὁ τῆς φύσεως πλοῦτος ἀληθῶς φιλόσοφος ὥρισται καὶ ἔστιν εὐπόριστος, ὁ δὲ τῶν κενῶν δοξῶν ἀόριστός τε καὶ δυσπόριστος. ὁ οὖν τῇ φύσκ κατακολουθῶν καὶ μὴ ταῖς κεναῖς δόξαις ἐν πᾶσιν αὐτάρκης· πρὸς γὰρ τὸ τῇ φύσει
ἁγνεύειν οὖν καὶ οἱ θεοὶ δι᾿ ἀποχῆς βρωμάτων καὶ ἀφροδι- σίων προσέταξαν, εἰς τὸ τῆς φύσεως, ἣν αὐτοὶ συν- ἐστησαν, ἐπάγοντες βούλημα τούς εὐσέβειαν μετιόν- τας, ὡς ἅπαντος τοῦ παρὰ τὸ βούλημα πλεονάζοντος μιαροῦ καὶ θανασίμου. φοβούμενος γὰρ ὁ πολὺς τὸ λιτὸν τῆς διαίτης, διὰ τὸν φόβον ἐπὶ πράξεις πορεύε- ται τὰς μάλιστα πλοῦτον παρασκευαζούσας. καὶ πολ- λοὶ τοῦ πλούτου τυχόντες οὐ τὴν ἀπαλλαγὴν τῶν κακῶν εὗρον, ἀλλὰ μεταβολὴν μειζόνων. δι᾿ ὃ φασὶν οἱ φιλόσοφοι οὐδὲν οὕτως ἀναγκαῖον ὡς τὸ γινώσκειν καλῶς τὸ μὴ ἀναγκαῖον, πλουσιωτάτην δὲ εἶναι πάν- των τὴν αὐτάρκειαν καὶ σεμνὸν τὸ μηδενὸς δεῖσθαι λαμβάνονται. δι᾿ ὃ καὶ μελετᾶν παρακελεύονται οὐχ ὅπως τι ποριστέον ἀναγκαῖον, ἀλλ᾿ ὅπως μᾶλλον θαρρήσομεν μὴ πορισθέντος.
μηδὲ αἰτιώμεθα τὴν σάρκα ὡς τῶν μεγάλων κακῶν αἰτίαν μηδʼ εἰς τὰ πράγματα τρέπωμεν τὰς δυσφορίας, ἐν δὲ τῇ ψυχῇ τὰς τούτων αἰτίας μᾶλλον ζητῶμεν καὶ ἀπορρήξαντες πᾶσαν ματαίαν τῶν ἐφημέρων ὄρεξιν καὶ ἐλπίδα ὅλοι γενώμεθα ἑαυτῶν. ἢ γὰρ διὰ φόβον τις κακοδαιμονεῖ ἢ δι᾿ ἀόριστον καὶ κενὴν ἐπιθυμίαν· ἅ τις χαλινῶν δύναται τὸν μακάριον ἑαυτῷ περιποιῆσαι λογισμόν.
ἀφυσιολόγητον μηδὲν ἡγοῦ βοώσης τῆς σαρκὸς βοᾶν τὴν ψυχήν. σαρκὸς δὲ φωνὴ μὴ πεινῆν, μὴ διψῆν, μὴ ῥιγοῦν. καὶ ταῦτα τὴν ψυχὴν χαλεπὸν μὲν κωλῦσαι, ἐπισφαλὲς δὲ παρακοῦσαι τῆς παραγγει- λάσης φύσεως αὐτῇ διὰ τῆς προσφυοῦς αὐτῇ αὐταρ- κείας καθ᾿ ἡμέραν καὶ τὰ περὶ τῆς ψυχῆς μικρότερα διδάσκειν νομίζειν, καὶ εὐτυχοῦντας μὲν γινώσκειν ἀτυχεῖν, δυστυχοῦντας δὲ μὴ περὶ μέγα τίθεσθαι ὧν τὸ εὐτυχεῖν· καὶ δέχεσθαι μὲν ἀθορύβως τὰ παρὰ τῆς τύχης ἀγαθά, παρατετάχθαι δὲ πρὸς τὰ παρ᾿ αὐτῆς δοκοῦντα εἶναι κακά· καὶ ὡς ἐφήμερον μὲν πᾶν τὸ τῶν πολλῶν ἀγαθόν ἐστι, σοφία δὲ καὶ ἐπι- στήμη οὐδαμῶς τύχης κοινωνεῖ.