Ad Marcellam

Porphyrius

Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.

οὐκ ἀπορεῖν τού- των πόνος ἐστίν, ἀλλὰ φεύγειν μᾶλλον τὸν ἀνόνητον ἐκ τῶν κενῶν δοξῶν πόνον. ἔρωτι γὰρ φιλοσοφίας ἀληθινῆς πᾶσα ταραχώδης καὶ ἐπίπονος ἐπιθυμία ἐκ- λύεται. κενὸς ἐκείνου φιλοσόφου λόγος ὑφ᾿ οὗ μηδὲν πάθος ἀνθρώπου θεραπεύεται· ὥσπερ γὰρ ἰατρικῆς οὐδὲν ὄφελος ἣ μὴ τὰς νόσους τῶν σωμάτωνθεραπεύει, οὕτως οὐδὲ φιλοσοφίας, εἰ μὴ τὸ τῆς ψυχῆς ἐκβάλ- λει πάθος. ταῦτα μὲν οὖν καὶ τὰ πρὸς τούτοις ὅμοια ὁ τῆς φύσεως παραγγέλλει νόμος.

ὁ δὲ θεῖος ἐκβοᾷ ἐν καθαρῷ διανοίας τόμῳ· εἰ μὴ τὸ σῶμα οὕτω σοι συνηρτῆσθαι φυλάσσεις ὡς τοῖς ἐμβρύοις κυοφορου- μένοις τὸ χορίον καὶ τῷ σίτῳ βλαστάνοντι τὴν καλά- μην, οὐ γνώσῃ σεαυτήν. οὐδὲ γὰρ ἄλλος ὅστις μὴ

210
οὕτω δοξάζει ἔγνω ἑαυτόν. ὥσπερ οὖν τὸ χορίον συγγενόμενον καὶ ἡ καλάμη τοῦ σίτου, τρυχωθέντα δὲ ῥίπτεται ἑκάτερα, οὕτω καὶ τὸ συναρτώμενον τῇ ψυχῇ παρείκῃ σῶμα οὐ μέρος ἀνθρώπου· ἀλλ᾿ ἵνα μὲν ἐν γαστρὶ γένηται, προσυφάνθη τὸ χορίον, ἵνα δὲ ἐπὶ γῆς γένηται, συνεζύγη τὸ σῶμα. ὅσῳ τις τέτρα- πται πρὸς τὸ θνητόν, τοσούτῳ τὴν ἑαυτοῦ γνώμην ἀσύμμετρον παρασκευάζει πρὸς τὸ τῆς ἀφθαρσίας μέγεθος· καὶ ὅσῳ τῆς τοῦ σώματος προσπαθείας ἀφί- σταται, τοσούτῳ μέτρῳ τῷ θείῳ πελάζει. ὁ συνετὸς ἀνὴρ καὶ θεοφιλὴς ὅσα οἱ ἄλλοι μοχθοῦσι τοῦ σώμα- τος ἕνεκα, τοσαῦτα ὑπὲρ τῆς ψυχῆς σπουδάσεται πονῆσαι, οὐ τὸ μεμνῆσθαι ὧν ἤκουσεν αὔταρκες εἶναι νομίζων, τὸ δὲ ἀνατρέχειν εἰς ἃ δεῖ δι᾿ ὧν ἤκουσεν μελετῶν.

γυμνὸς δὲ ἀποσταλεὶς γυμνητεύων καλέσει τὸν πέμψαντα. μόνου γὰρ τοῦ μὴ τοῖς ἀλλο- τρίοις πεφορτισμένου ἐπήκοος ὁ θεός, καὶ τῶν καθα- ρῶν ἀπὸ τῆς φθορᾶς ὑπερκείμενος. μέγα ἡγο σοι ἐφόδιον εἰς βίον μακάριον τὸ δεδεμένον ἐν φύσει δῆσαι τὸν δήσαντα. ἐδέθημεν γὰρ φύσεως δεσμοῖς οἷς ἡμὰς περιέβαλε, κοιλίᾳ, μορίοις, λαιμῷ, τοῖς ἄλλοις μέρεσι τοῦ σώματος καὶ ταῖς δι᾿ αὐτῶν χρή- σεσι καὶ ἡδυπαθείαις καὶ τοῖς ὑπὲρ τούτων φόβοις. ἐὰν οὖν τούτων τῆς γοητείας ὑπεράνω γενώμεθα καὶ τῆς ἐπιβουλῆς φυλαξώμεθα τὴν παγίδα, ἐδήσαμεν τὸν δήσαντα. μήτε οὖν εἰ ἄρρην εἶ μήτε εἰ θήλεια τὸ σῶμα πολυπραγμόνει, μηδὲ γυναῖκα ἴδῃς σαυτήν, ὅτι μηδ᾿ ἐγω σοι ὡς τοιαύτῃ προσέσχον. φεῦγε τῆς ψυχῆς πᾶν τὸ θηλυνόμενον, ὡς εἰ καὶ ἄρρενος εἶχες τὸ σῶμα περικείμενον. ἐκ παρθένου γὰρ ψυχῆς καὶ ᾐθέου νοῦ τὰ τικτόμενα μακαριώτατα· ἐξ ἀδιαφθόρων γὰρ τὰ ἄφθορα· ἃ δὲ τίκτει τὸ σῶμα, μιαρὸν πᾶσι

211
τοῖς θεοῖς ἐνομίσθη.

μεγάλη οὖν παιδεία ἄρχειν τοῦ σώματος. πολλάκις κόπτουσί τινα μέρη ἐπὶ σωτηρίᾳ τοῦ σώματος· σὺ δ᾿ ἐπὶ σωτηρίᾳ τῆς ψυχῆς ἕτοιμος ἔσο τὸ ὅλον σῶμα ἀποκόπτειν. ὧν γὰρ ἕνεκα ζῆν ἐθέλεις, καὶ ἀποθανεῖν μὴ κατόκνει. ἡγείσθω τοί- νυν πάσης ὁρμῆς ὁ λόγος ἐξορίζων τούς δεινοὺς δε- σπότας καὶ ἀθέους ἀφ᾿ ἡμῶν· ὅτι καὶ χαλεπώτερον δουλεύειν πάθεσιν ἢ τυράννοις. ἀδύνατον δ᾿ εἶναι ἐλεύθερον τὸν ὑπὸ παθῶν κρατούμενον· ὅσα γὰρ πάθη ψυχῆς, τοσοῦτοι καὶ ὠμοὶ δεσπόται.

οἰκέτας πειρῶ μὴ ἀδικεῖν μηδὲ ὀργιζομένη κολάσῃς· κολάζειν δὲ μέλλουσα πεῖθε πρότερον ὅτι ἐπὶ συμφέροντι κο- λάζεις, διδοῦσα αὐτοῖς καιρὸν ἀπολογίας. παραιτοῦ εἰς τὴν κτῆσιν τοὺς αὐθάδεις. τὰ πολλὰ ἄσκει αὐ- τουργεῖν· λιτὸν γὰρ καὶ εὔπορον τὸ τῆς αὐτουργίας, καὶ δεῖ ἑκάστῳ τῶν μερῶν πρὸς ὃ ἡ φύσις κατε- σκεύασε χρῆσθαι τοὺς ἀνθρώπους, τῆς φύσεως ἄλλου μὴ δεομένης. τοῖς γὰρ μὴ χρωμένοις τοῖς ἰδίοις, καταχρωμένοις δὲ τοῖς ἄλλοις διπλοῦν τὸ φορτίον καὶ πρὸς τὴν δεδομένην τὰ μέρη φύσιν ἀχάριστον. ψι- λῆς δὲ ἕνεκα ἡδονῆς μηδέποτε χρήσῃ τοῖς μερεσι πολλῷ γὰρ κρεῖττον τεθνάναι ἢ δι᾿ ἀκρασίαν τὴν ψυχὴν ἀμαυρῶσαι . . . . κακίαν ἐνδιορθουμένη τῆς φύσεως . . . . οἷα δὲ οἰκέταις κοινωνοῦσα τιμῆς μ ταδίδου τοῖς βελτίοσιν. οὐκ ἔσθʼ ὅπως γὰρ οὖν ἄν- θρωπον ἀδικοῦντα σέβειν θεόν· ἀλλὰ κρηπὶς εὐσε- βείας σοι νομιζέσθω ἡ φιλανθρωπία καὶ . . . .