Ad Marcellam
Porphyrius
Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.
ὅπου δ᾿ ἂν λήθη παρεισέλθῃ θεοῦ, τὸν κακὸν δαίμονα ἀνάγκη ἐν σοὶ οἰκεῖν· χώρημα γὰρ ἡ ψυχή, ὥσπερ μεμάθηκας, ἢ θεῶν ἢ δαιμόνων. καὶ θεῶν μὲν συνόντων πράξει τὰ ἀγαθὰ καὶ διὰ τῶν λόγων καὶ διὰ τῶν ἔργων· ὑποδεξαμένη δὲ ψυχὴ τὸν κακὸν σύνοικον διὰ πονηρίας πάντα ἐνεργεῖ. ὅταν οὖν ἴδῃς ἅνθρωπον τοῖς κακοῖς χαίροντα καὶ δρῶντα, γίνωσκε τοῦτον ἠρνῆσθαι μὲν τὸν θεὸν ἐν τῇ γνώμῃ, πονη- ροῦ δὲ δαίμονος ὄντα ἐνδιαίτημα. θεὸν οἱ μὲν εἶναι νομίζοντες καὶ διοικεῖν ἅπαντα τοῦτο γέρας ἐκτήσαντο διὰ τῆς γνώσεως καὶ τῆς βεβαίας πίστεως, τὸ μεμα-
οἱ δὲ μήτε εἶναι θεούς πι- στεύσαντες μήτε προνοίᾳ θεοῦ διοικεῖσθαι τὰ ὅλα, δίκης κόλασιν πεπόνθασι τὸ μήτε ἑαυτοῖς πιστεύειν μήθ᾿ ἑτέροις ὅτι θεοὶ εἰσὶ καὶ οὐκ ἀλόγῳ φορᾷ διοι- κεῖται τὰ πάντα. εἰς κίνδυνον οὖν ἄφατον ἑαυτούς ἐμβαλόντες ἀλόγῳ ὁρμῇ καὶ εὐδιαπτώτῳ τοῖς κατὰ τὸν βίον ἐπιτίθενται καὶ πάντα δρῶσιν ἃ μὴ θέμις, ἀναιρεῖν πειρώμενοι τὴν περὶ θεοὺς ὑπόληψιν. καὶ δὴ τούτους μὲν ἀγνοίας ἕνεκα καὶ ἀπιστίας θεοὶ δια- φεύγουσιν· αὐτοὶ δὲ θεοὺς καὶ τὴν ὀπαδὸν τῶν θεῶν Δίκην οὔτε φυγεῖν οὔτε λαθεῖν δύνανται· βίον δὲ κα- κοδαίμονα καὶ πλανήτην ἑλόμενοι ἀγνοοῦντες θεούς γινώσκονται θεοῖς καὶ τῇ δίκῃ τῇ παρὰ θεῶν.
κἂν θεούς τιμὰν οἴωνται καὶ πεπεῖσθαι εἶναι θεούς, ἀρε- τῆς δὲ ἀμελῶσι καὶ σοφίας, ἤρνηνται θεοὺς καὶ ἀτι- μάζουσιν. οὔτε γὰρ ἄλογος πίστις δίχα τοῦ ὀρθῶς ζῆν ἐπιτυχὴς θεοῦ, οὔτε μὴν τὸ τιμᾶν θεοσεβὲς ἄνευ τοῦ μεμαθηκέναι ὅτῳ τρόπῳ χαίρει τὸ θεῖον τιμώμενον. εἰ μὲν γὰρ προχοαῖς ἢ θυηλαῖς τερπό- μενον πείθεται, οὐκ ἂν εἴη δίκαιον τῷ τὴν ἴσην πάν- τας ἀμοιβὴν αἰτεῖν μὴ τὴν ἴσην λαχόντας τύχην. εἰ δὲ τούτων οὐδὲν ἧττον, μόνῳ δὲ ἥδεται τῷ καθα- ρεύειν τὴν διάνοιαν, ὃ δὴ δυνατὸν ἐκ προαιρέσεως παντί τῳ προσεῖναι, πῶς οὐκ ἂν εἴη δίκαιον; εἰ δὲ ἐξ ἀμφοῖν τὸ θεῖον θεραπευόμενον ἥδεται, ἱερείοις
κακῶν ἀνθρώπῳ οὐδεὶς θεὸς αἴτιος, ἀλλὰ αὐτὸς ἑαυτῷ ὁ ἑλόμενος. εὐχὴ ἡ μὲν μετὰ φαύ- λων ἔργων ἀκάθαρτος καὶ διὰ τοῦτο ἀπρόσδεκτος ὑπὸ θεοῦ· ἡ δὲ μετὰ καλῶν ἔργων καθαρά τε ὁμοῦ καὶ εὐπρόσδεκτος· τέσσαρα στοιχεῖα μάλιστα κεκρα- τύνθω περὶ θεοῦ· πίστις, ἀλήθεια, ἔρως, ἐλπίς. πιστεῦσαι γὰρ δεῖ ὅτι μόνη σωτηρία ἡ πρὸς τὸν θεὸν ἐπιστροφή, καὶ πιστεύσαντα ὡς ἔνι μάλιστα σπου- δάσαι τἀληθῆ γνῶναι περὶ αὐτοῦ, καὶ γνόντα ἐρα- σθῆναι τοῦ γνωσθέντος, ἐρασθέντα δὲ ἐλπίσιν ἀγα- θαῖς τρέφειν τὴν ψυχὴν περὶ τοῦ βίου. ἐλπίσι γὰρ ἀγαθαῖς οἱ ἀγαθοὶ τῶν φαύλων ὑπερέχουσι. στοι- χεῖα μὲν οὖν ταῦτα καὶ τοσαῦτα κεκρατύνθω.
τρεῖς δὲ νόμοι διακεκρίσθωσαν οἵδε· εἷς μὲν ὁ τοῦ θεοῦ, ἕτερος δὲ ὁ τῆς θνητῆς φύσεως, τρίτος δὲ ὁ θετὸς κατʼ ἔθνη καὶ πόλεις. ὁ μὲν οὖν τῆς φύσεως ἀφο- ρίζων τὰ μέτρα τῶν χρειῶν τοῦ σώματος καὶ τὸ ἐν ταύταις δεικνὺς ἀναγκαῖον τὸ μάτην κὰκ περιττοῦ σπουδαζόμενον ἐλέγχει. ὁ δὲ θετός τε καὶ κατ᾿ ἔθνη διατεταγμένος κατὰ συνθήκην τὴν πρὸς ἀλλήλους κρατύνει κοινωνίαν διὰ τῆς πρὸς τὰ τεθέντα ὁμολο- γίας. ὁ δʼ αὖ θεῖος ὑπὸ μὲν τοῦ νοῦ σωτηρίας ἕνεκα ταῖς λογικαῖς ψυχαῖς κατὰ τὰς ἐννοίας διετάχθη, δι᾿ ἀληθείας δὲ τῶν ἐν αὐταῖς πεπραγμένων εὑρίσκεται. παραβαίνεται δὲ ὁ μὲν τῆς φύσεως κεναῖς δόξαις ἀγνοηθεὶς ὑπὸ τῶν τῇ ἄγαν φιλοσωματίᾳ προσκει- μένων τῷ σώματι· ὑπερβαίνεται δὲ καταφρονού- μένος ὑπὸ τῶν ὑπεράνω γινομένων τοῦ σώματος καὶ διὰ τὸ σῶμα. ὁ δὲ θετὸς καιρῷ μὲν ὑποτάττεται ἄλλοτε ἀλλοῖος γραφόμενος κατὰ τὸ βίαιον τῆς τοῦ