Vita Pythagorae

Porphyrius

Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.

ἅς δʼ ἐπιδημήσας Ἰταλίᾳ τε καὶ Σικελίᾳ κατέλαβε πόλεις δεδουλωμένας ὑπʼ ἀλλήλων, τὰς μὲν πολλῶν ἐτῶν τὰς δὲ νεωστί, φρονήματος ἐλευθερίου πλήσας διὰ τῶν ἐφʼ ἑκάστης ἀκουστῶν αὐτοῦ ἠλευθέρωσε, Κρότωνα καὶ Σύβαριν καὶ Κατάνην καὶ Ῥήγιον καὶ Ἱμέραν καὶ Ἀκράγαντα καὶ Ταυρομένιον καὶ ἄλλας τινάς, αἷς καὶ νόμους ἔθετο διὰ Χαρώνδα τε τοῦ Καταναίου καὶ Ζαλεύκου τοῦ Δοκροῦ, διʼ ὧν ἀξιο- ζήλωτοι τοῖς περιοίκοις ἄχρι πολλοῦ γεγόνασι. Σίμι- χος δʼ ὁ Κεντορίπων τύραννος ἀκούσας αὐτοῦ τήν τʼ ἀρχὴν ἀπέθετο καὶ τῶν χρημάτων τὰ μὲν τῇ ἀδελφῇ τὰ δὲ τοῖς πολίταις ἔδωκε.

προσῆλθον δʼαὐτῷ, ὡς φησὶν Ἀριστόξενος, καὶ Δευκανοὶ καὶ Μεσ- σάπιοι καὶ Πευκέτιοι καὶ Ῥωμαῖοι. ἀνεῖλε δʼ ἄρδην στάσιν οὐ μόνον ἀπὸ τῶν γνωρίμων, ἀλλὰ καὶ τῶν ἀπογόνων αὐτῶν ἄχρι πολλῶν γενεῶν καὶ καθόλου ἀπὸ τῶν ἐν Ἰταλίᾳ τε καὶ Σικελίᾳ πόλεων πασῶν πρός τε ἑαυτὰς καὶ πρὸς ἀλλήλας. πυκνὸν γὰρ ἦν πρὸς ἅπαντας αὐτῷ πολλοὺς καὶ ὀλίγους τόδε τὸ ἀπόφθεγμα· φυγαδευτέον πάσῃ μηχανῇ καὶ περι- κοπτέον πυρὶ καὶ σιδήρῳ καὶ μηχαναῖς παντοίαις ἀπὸ μὲν σώματος νόσον, ἀπὸ δὲ ψυχῆς ἀμαθίαν, κοι- λίας δὲ πολυτέλειαν, πόλεως δὲ στάσιν, οἴκου δὲ διχοφροσύνην, ὁμοῦ δὲ πάντων ἀμετρίαν.

εἰ δὲ δεῖ πιστεύειν τοῖς ἱστορήσασι περὶ αὐτοῦ παλαιοῖς τε οὖσι καὶ ἀξιολόγοις, μέχρι καὶ τῶν ἀλόγων ζῴων

23
διικνεῖτο αὐτοῦ ἡ νουθέτησις. τὴν μὲν γὰρ Δαυνίαν ἄρκτον λυμαινομένην τοὺς ἐνοίκους κατασχών, ὡς φασί, καὶ ἐπαφησάμενος χρόνον συχνὸν ψωμίσας τε μάζῃ καὶ ἀκροδρύοις ὁρκώσας τε μηκέτι ἐμψύχου ἐφάπτεσθαι ἀπέλυσεν. ἡ δʼ εὐθὺς εἰς τὰ ὄρη καὶ τοὺς δρυμοὺς ἀπαλλαγεῖσα οὐκέτʼ ὤφθη παράπαν- ἐπιοῦσα οὐδʼ ἀλόγῳ ζῴῳ.

βοῦν δʼ ἐν Τάραντι ἰδὼν ἐν παμμιγεῖ νομῇ κυάμων χλωρῶν ἐφαπτόμενον, τῷ βουκόλῳ παραστὰς συνεβούλευσεν εἰπεῖν τῷ βοΐ τῶν κυάμων ἀποσχέσθαι· προσπαίξαντος δʼ αὐτῷ τοῦ βουκόλου καὶ φήσαντος οὐκ εἰδέναι βοϊστὶ λαλεῖν, προσελθόντα καὶ εἰς τὸ οὖς προσψιθυρίσαντα τῷ ταύρῳ οὐ μόνον τότʼ ἀποστῆσαι τοῦ κυαμῶνος, ἀλλὰ καὶ αὖθις μηδέποτε κυάμων θιγεῖν, μακροχρονιώτα- τον δʼ ἐν Τάραντι κατὰ τὸ τῆς Ἥρας ἱερὸν γηρῶντα διαμεμενηκέναι τὸν ἱερὸν καλούμενον βοῦν, τροφὰς σιτούμενον ἅς οἱ ἀπαντῶντες ὤρεγον.

ἀετὸν δʼ ὑπερ- ιπτάμενον Ὀλυμπίασι προσομιλοῦντος αὐτοῦ τοῖς γνωρίμοις ἀπὸ τύχης περί τʼ οἰωνῶν καὶ συμβόλων καὶ διοσημιῶν, ὅτι παρὰ θεῶν εἰσὶν ἀγγελίαι τινὲς καὶ αὐταὶ τοῖς ὡς ἀληθῶς θεοφιλέσι τῶν ἀνθρώπων, καταγαγεῖν λέγεται καὶ καταψήσαντα πάλιν ἀφεῖναι. δικτυουλκοῖς τʼ ἐπιστάντα ἐπὶ τῆς σαγήνης ἐκ βυθοῦ πολὺν φόρτον ἐπισυρομένοις, όσον πλῆθος ἐπισπῶν- ται προειπεῖν τῶν ἰχθύων ὁρίσαντα τὸν ἀριθμόν, καὶ τῶν ἀνδρῶν ὑπομεινάντων ὅ τι ἂν κελεύσῃ πρά- ξειν, εἰ τοῦθʼ οὕτως ἀποβαίη, ζῶντας ἀφεῖναι πάλιν κελεῦσαι τοὺς ἰχθύας πρότερόν γε ἀκριβῶς διαριθμή- σαντας· καὶ τὸ θαυμασιώτερον ὅτι οὐδεὶς ἐν τοσού- τῳ τῆς ἀριθμήσεως χρόνῳ τῶν ἰχθύων ἐκτὸς ὕδατος μεινάντων ἀπέπνευσεν ἐφεστῶτος αὐτοῦ.

πολλοὺς δὲ τῶν ἐντυγχανόντων ἀνεμίμνησκε τοῦ προτέρου

24
βίου, ὃν αὐτῶν ἡ ψυχὴ πρὸ τοῦ τῷδε τῷ σώματι ἐνδεθῆναι πάλαι ποτʼ ἐβίωσε. καὶ ἑαυτὸν δʼ ἀναμ-. φιλέκτοις τεκμηρίοις ἀπέφαινεν Εὔφορβον τὸν Πάν- θου. καὶ τῶν Ὁμηρικῶν στίχων ἐκείνους μάλιστα ἐξύμνει καὶ μετὰ λύρας ἐμμελέστατα ἀνέμελπεν,
  • αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι
  • πλοχμοί θʼ, οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο.
  • οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης
  • χώρῳ ἐν οἰοπόλῳ, ὅθʼ ἅλις ἀναβέβρυχεν ὕδωρ
  • καλὸν τηλεθάον· τὸ δέ τε πνοιαὶ δονέουσιν
  • παντοίων ἀνέμων, καί τε βρύει ἄνθεϊ λευκῷ·
  • ἐλθὼν δʼ ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ
  • βόθρου τʼ ἐξέστρεψε καὶ ἐξετάνυσσʼ ἐπὶ γαίης·
  • τοῖον Πάνθου υἱὸν ἐυμμελίην Εὔφορβον
  • Ἀτρεΐδης Μενέλαος ἐπεὶ κτάνε, τεύχεʼ ἐσύλα.

    τὰ γὰρ ἱστορούμενα περὶ τῆς ἐν Μυκήναις ἀνακει- μένης σὺν Τρωικοῖς λαφύροις τῇ Ἀργείᾳ Ἥρᾳ Εὐ- φόρβου τοῦ Φρυγὸς τούτου ἀσπίδος παρίεμεν ὡς πάνυ δημώδη. Καύκασον δʼ ἔφασαν τὸν ποταμὸν σὺν πολλοῖς τῶν ἑταίρων διαβαίνοντά ποτε προσει- πεῖν· καὶ ὁ ποταμὸς γεγωνόν τι καὶ τρανὸν ἀπεφθέγ- ξατο πάντων ἀκουόντων ‘‘χαῖρε Πυθαγόρα’’. μιᾷ δὲ καὶ τῇ αὐτῇ ἡμέρᾳ ἔν τε Μεταποντίῳ τῆς Ἰταλίας καὶ ἐν Ταυρομενίῳ τῆς Σικελίας συγγεγονέναι καὶ διειλέχθαι κοινῇ τοῖς ἑκατέρωθι ἑταίροις αὐτὸν δια- βεβαιοῦνται σχεδὸν ἅπαντες, σταδίων ἐν μεταιχμίῳ παμπόλλων καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ὑπαρ- χόντων οὐδʼ ἡμέραις ἀνυσίμων πάνυ πολλαῖς.

    τὸμὲν γὰρ ὅτι τὸν μηρὸν χρυσοῦν ἐπέδειξεν Ἀβάριδι τῷ Ὑπερβορέῳ εἰκάσαντι αὐτὸν Ἀπόλλωνα εἶναι τὸν ἐν Ὑπερβορέοις, οὗπερ ἦν ἱερεὺς ὁ Ἄβαρις, βεβαι- οῦντα ὡς τοῦτο ἀληθές, τεθρύληται· καὶ ὅτι νεὼς

    25
    παταπλεούσης καὶ τῶν φίλων εὐχομένων τὰ κομιζό- μενα γενέσθαι αὐτοῖς ὁ Πυθαγόρας εἶπεν “ἔσται τοίνυν ὑμῖν νεκρός” , καὶ ἡ ναῦς κατέπλευσεν ἔχουσα νεκρόν. μυρία δʼ ἕτερα θαυμαστότερα καὶ θειότερα περὶ τοῦ ἀνδρὸς ὁμαλῶς καὶ συμφώνως εἴρηται. ὡς δʼ ἁπλῶς εἰπεῖν κατʼ οὐδενὸς ὑπενοήθη πλείονα οὐδὲ περιττότερα.

    προρρήσεις τε γὰρ ἀπαράβατοι σεισμῶν διαμνημονεύονται αὐτοῦ καὶ λοιμῶν ἀπο- τροπαὶ σὺν τάχει καὶ ἀνέμων βιαίων χαλαζῶν τʼ ἐκ- χύσεως καταστολαὶ καὶ κυμάτων ποταμίων τε καὶ θαλαττίων ἀπευδιασμοὶ πρὸς εὐμαρῆ τῶν ἑταίρων διάβασιν. ὧν μεταλαβόντας Ἐμπεδοκλέα τε καὶ Ἐπιμενίδην καὶ Ἄβαριν πολλαχῇ ἐπιτετελεκέναι τοιαῦτα· δῆλα δʼ αὐτῶν τὰ ποιήματα ὑπάρχει. ἄλλως τε καὶ ἀλεξάνεμος μὲν ἦν τὸ ἐπώνυμον Ἐμπε- δοκλέους, καθαρτὴς δὲ τὸ Ἐπιμενίδου, αἰθροβάτης δὲ τὸ Ἀβάριδος, ὅτι ἄρα ὀιστῷ τοῦ ἐν ῾Υπερβορέοις Ἀπόλλωνος δωρηθέντι αὐτῷ ἐποχούμενος ποταμούς τε καὶ πελάγη καὶ τὰ ἄβατα διέβαινεν ἀεροβατῶν τρόπον τινά. ὅπερ ὑπενόησαν καὶ Πυθαγόραν τινὲς πεπονθέναι τότε ἡνίκα ἐν Μεταποντίῳ καὶ ἐν Ταυρο- μενίῳ τοῖς ἑκατέρωθι ἑταίροις ὡμίλησε τῇ αὐτῇ ἡμέ- ρᾳ.

    κατεκήλει δὲ ῥυθμοῖς καὶ μέλεσι καὶ ἐπῳδαῖς τὰ ψυχικὰ πάθη καὶ τὰ σωματικά. καὶ τοῖς μὲν ἑταίροις ἡρμόζετο ταῦτα, αὐτὸς δὲ τῆς τοῦ παντὸς ἁρμονίας ἠκροᾶτο συνιεὶς τῆς καθολικῆς τῶν σφαιρῶν καὶ τῶν κατὰ ταύτας κινουμένων ἀστέρων ἁρμονίας, ἧς ἡμᾶς 19. καὶ πῶς Διονύσιος καίπερ πάντα ἀνεγνωκὼς περὶ Χριστοῦ ὡς ξένου καὶ ὑπὲρ φύσιν τοῦ κατὰ θάλατταν βαδί- σματος ἀκηκοὼς οὐκ ἐθαύμασεν ὡς μηδέποτέ τινος τοιού- του γεγονότος;

    26
    μὴ ἀκούειν διὰ σμικρότητα τῆς φύσεως. τούτοις καὶ Ἐμπεδοκλῆς μαρτυρεῖ λέγων περὶ αὐτοῦ·
  • ἦν δέτις ἐν κείνοισιν ἀνὴρ περιώσια εἰδώς,
  • ὅς δὴ μήκιστον πραπίδων ἐκτήσατο πλοῦτον,
  • παντοίων τε μάλιστα σοφῶν ἐπιήρανος ἔργων.
  • ὁππότε γὰρ πάσῃσιν ὀρέξαιτο πραπίδεσσι,
  • ῥεῖά γε τῶν ὄντων πάντων λεύσσεσκεν ἕκαστα,
  • καί τε δέκʼ ἀνθρώπων καί τʼ εἴκοσιν αἰώνεσσιν.
  • τὸ γὰρ “περιώσια” καὶ “τῶν ὄντων λεύσσεσκεν ἕκα- στα” καὶ “πραπίδων πλοῦτον” καὶ τὰ ἐοικότα ἐμφαν- τικὰ μάλιστα τῆς ἐξαιρέτου καὶ ἀκριβεστέρας παρὰ τοὺς ἄλλους διοργανώσεως ἔν τε τῷ ὁρᾶν καὶ τῷ ἀκούειν καὶ τῷ νοεῖν τοῦ Πυθαγόρου. τὰ δʼ οὖν τῶν ἑπτὰ ἀστέρων φθέγματα καὶ τῆς τῶν ἀπλανῶν ἐπὶ ταύτης τε τῆς ὑπὲρ ἡμᾶς λεγομένης δὲ κατʼ αὐτοὺς ἀντίχθονος τὰς ἐννέα Μούσας εἶναι διεβεβαιοῦτο. τὴν δὲ πασῶν ἅμα σύγκρασιν καὶ συμφωνίαν καὶ ὡσανεὶ σύνδεσμον, ἧσπερ ὡς ἀιδίου τε καὶ ἀγενή- του μέρος ἑκάστη καὶ ἀπόρροια, Μνημοσύνην ὠνό- μαζεν.

    τὴν δὲ καθʼ ἡμέραν αὐτοῦ διαγωγὴν ἀφη- γούμενος ὁ Διογένης φησὶν ὡς ἅπασι μὲν παρηγγύα φιλοτιμίαν φεύγειν καὶ φιλοδοξίαν, ὅπερ μάλιστα φθόνον ἐργάζεσθαι, ἐκτρέπεσθαι δὲ τὰς μετὰ τῶν πολλῶν ὁμιλίας. τὰς γοῦν διατριβὰς καὶ αὐτὸς ἕωθεν μὲν ἐπὶ τῆς οἰκίας ἐποιεῖτο, ἁρμοζόμενος πρὸς λύραν τὴν ἑαυτοῦ ψυχὴν καὶ ᾄδων παιᾶνας ἀρχαίους τινὰς τῶν Θάλητος. καὶ ἐπῇδε τῶν Ὁμήρου καὶ Ἡσιόδου ὅσα καθημεροῦν τὴν ψυχὴν ἐδοκίμαζε. καὶ ὀρχήσεις δέ τινας ὑπωρχεῖτο ὁπόσας εὐκινησίαν καὶ ὑγείαν 13. ὅλος μυθικός τις εἶ καὶ τῶν Ἑλληνικῶν δοξῶν ἀνά- πλεως.

    27
    τῷ σώματι παρασκευάζειν ᾤετο. τοὺς δὲ περιπά- τους οὐδʼ αὐτὸς ἐπιφθόνως μετὰ πολλῶν ἐποιεῖτο, ἀλλὰ δεύτερος ἢ τρίτος ἐν ἱεροῖς ἢ ἄλσεσιν, ἐπιλεγό μένος τῶν χωρίων τὰ ἡσυχαίτατα καὶ περικαλλέ- στατα.

    τοὺς δὲ φίλους ὑπερηγάπα, κοινὰ μὲν τὰ τῶν φίλων εἶναι πρῶτος ἀποφηνάμενος, τὸν δὲ φίλον ἄλλον ἑαυτόν. καὶ ὑγιαίνουσι μὲν αὐτοῖς ἀεὶ συν- διέτριβε, κάμνοντας δὲ τὰ σώματα ἐθεράπευε, καὶ τὰς ψυχὰς δὲ νοσοῦντας παρεμυθεῖτο, καθάπερ ἔφα- μεν, τοὺς μὲν ἐπῳδαῖς καὶ μαγείαις τοὺς δὲ μουσικῇ. ἦν γὰρ αὐτῷ μέλη καὶ πρὸς νόσους σωμάτων παιώ- νια, ἃ ἐπᾴδων ἀνίστη τοὺς κάμνοντας. ἦν δʼ ἃ καὶ λύπης λήθην εἰργάζετο καὶ ὀργὰς ἐπράυνε καὶ ἐπι- θυμίας ἀτόπους ἑξῄρει.

    τῆς δὲ διαίτης τὸ μὲν ἄρι- στον ἦν κηρίον ἢ μέλι, δεῖπνον δʼ ἄρτος ἐκ κέγχρων ἢ μᾶζα καὶ λάχανα ἑφθὰ καὶ ὠμά, σπανίως δὲ κρέας ἱερείων θυσίμων καὶ τοῦτο οὐδʼ ἐκ παντὸς μέρους. τά γε μὴν πλεῖστα ὁπότε θεῶν ἀδύτοις ἐγκαταδύσε- σθαι μέλλοι καὶ ἐνταῦθα χρόνον τινὰ ἐνδιατρίψειν, ἀλίμοις ἐχρῆτο καὶ ἀδίψοις τροφαῖς, τὴν μὲν ἄλιμον συντιθεὶς ἐκ μήκωνος σπέρματος καὶ σησάμου καὶ φλοιοῦ σκίλλης πλυθείσης ἀκριβῶς ἔστʼ ἄν τοῦ περὶ αὐτὴν ὀποῦ καθαρθείη, καὶ ἀσφοδέλων ἀνθερίκων καὶ μαλάχης φύλλων καὶ ἀλφίτων καὶ κριθῶν καὶ ἐρεβίνθων, ἕπερ κατʼ ἴσον πάντα σταθμὸν κοπέντα μέλιτι ἀνέδευεν Ὑμηττίῳ· τὴν δʼ ἄδιψον ἐκ σικύων σπέρματος καὶ ἀσταφίδος λιπαρᾶς, ἐξελὼν αὐτῆς τὰ γίγαρτα, καὶ ἄνθους κορίου καὶ μαλάχης ὁμοίως σπέρματος καὶ ἀνδράχνης καὶ τυροῦ κνήστεως καὶ ἀλεύρου πάλης καὶ γάλακτος λίπους, ἅπερ πάντα ἀνεμίγνυ μέλιτι νησιωτικῷ.

    ταῦτα δʼ Ἡρακλέα παρὰ Δήμητρος ἔφασκε μαθεῖν στελλόμενον εἰς τὴν Δι-

    28
    βύην τὴν ἄνυδρον. ὅθεν αὐτῷ καὶ τὸ σῶμα ὥσπερ ἐπὶ στάθμῃ τὴν αὐτὴν ἔξιν διεφύλαττεν, οὐ ποτὲ μὲν ὑγιαῖνον ποτὲ δὲ νοσοῦν, οὐδʼ οὖ ποτὲ μὲν πιαι- νόμενον καὶ αὐξόμενον ποτὲ δὲ λεπτυνόμενον παὶ ἰσχναινόμενον, ἥ τε ψυχὴ τὸ ὅμοιον ἦθος ἀεὶ διὰ τῆς ὄψεως παρεδήλου. οὔτε γὰρ ὑφʼ ἡδονῆς διεχεῖτο πλέον οὔθʼ ὑπʼ ἀνίας συνεστέλλετο, οὐδʼ ἐπίδηλος ἦν χαρᾷ ἢ λύπῃ κάτοχος, ἀλλʼ οὐδὲ γελάσαντα κλαύσαντά τίς ποτʼ ἐκεῖνον ἐθεάσατο.

    θύων τε θεοῖςἀνεπαχθὴς ἦν, ἀλφίτοις τε καὶ ποπάνῳ καὶ λιβανωτῷ καὶ μυρρίνῃ τοὺς θεοὺς ἐξιλασκόμενος, ἐμψύχοις δʼ ἥκιστα, πλὴν εἰ μή ποτε ἀλεκτορίσι καὶ τῶν χοίρων τοῖς ἁπαλωτάτοις. ἐβουθύτησε δέ ποτε σταίτινον, ὡς φασὶ βοῦν οἱ ἀκριβέστεροι, ἐξευρὼν τοῦ ὀρθογω- νίου τὴν ὑποτείνουσαν ἴσον δυναμένην ταῖς περιε- l5 χούσαις. ὅσα γε μὴν τοῖς προσιοῦσι διελέγετο, ἢ διεξοδικῶς ἢ συμβολικῶς παρῄνει.

    διττὸν γὰρ ἦναὐτοῦ τῆς διδασκαλίας τὸ σχῆμα. καὶ τῶν προσιόν- των οἱ μὲν ἐκαλοῦντο μαθηματικοί, οἱ δʼ ἀκουσμα- τικοί· καὶ μαθηματικοὶ μὲν οἱ τὸν περιττότερον καὶ πρὸς ἀκρίβειαν διαπεπονημένον τῆς ἐπιστήμης λόγον ἐκμεμαθηκότες, ἀκουσματικοὶ δʼ οἱ μόνας τὰς κεφα- λαιώδεις ὑποθήκας τῶν γραμμάτων ἄνευ ἀκριβε- στέρας διηγήσεως ἀκηκοότες.

    παρῄνει δὲ περὶ μὲντοῦ θείου καὶ δαιμονίου καὶ ἡρῴου γένους εὔφημον εἶναι καὶ ἀγαθὴν ἔχειν διάνοιαν, γονεῦσι δὲ καὶ εὐεργέταις εὔνουν· νόμοις δὲ πείθεσθαι· προσκυνεῖν δὲ μὴ ἐκ παρέργου τοὺς θεούς, ἀλλʼ οἴκοθεν ἐπὶ τοῦτο ὡρμημένοις· καὶ τοῖς μὲν οὐρανίοις θεοῖς πε- ριττὰ θύειν, τοῖς δὲ χθονίοις ἄρτια. ἐκάλει γὰρ τῶν ἀντικειμένων δυνάμεων τὴν μὲν βελτίονα μονάδα καὶ φῶς καὶ δεξιὸν καὶ ἴσον καὶ μένον καὶ εὐθύ, τὴν

    29
    δὲ χείρονα δυάδα καὶ σκότος καὶ ἀριστερὸν καὶ ἄνισον παὶ περιφερὲς καὶ φερόμενον. παρῄνει δὲ καὶ τοιάδε.

    φυτὸν ἥμερον καὶ εὔκαρπον, ἀλλὰ μηδὲ ζῷον ὅ μὴ βλαβερὸν εἶναι πέφυκε τῷ ἀνθρωπείῳ γένει, μήτε φθείρειν μήτε βλάπτειν. παρακαταθήκην δὲ μὴ χρημάτων μόνον ἀλλὰ καὶ λόγων πιστῶς τῷ παρα- καταθεμένῳ φυλάσσειν. τρισσὰς δʼ ἡγεῖσθαι διαφο- ρὰς τῶν ἀξίων σπουδῆς πραγμάτων, ἃ καὶ μετιτέον καὶ μεταχειριστέον· πρῶιον μὲν τῶν εὐκλεῶν καὶ καλῶν, εἶτα τῶν πρὸς τὸν βίον συμφερόντων, τρίτην δὲ καὶ τελευταίαν τὴν τῶν ἡδέων. ἡδονὴν δὲ οὐ προσίετο τὴν δημώδη καὶ γοητευτικήν, ἀλλὰ τὴν βέ- βαιον καὶ σεμνοτάτην καὶ καθαρεύουσαν διαβολῆς. διττὴν γὰρ εἶναι διαφορὰν ἡδονῶν· τὴν μὲν γὰρ γαστρὶ καὶ ἀφροδισίοις διὰ πολυτελείας κεχαρισμέ- νην ἀπείκαζε ταῖς ἀνδροφόνοις τῶν Σειρήνων ᾠδαῖς· τὴν δʼ ἐπὶ καλοῖς καὶ δικαίοις καὶ πρὸς τὸ ζῆν ἀναγ- καίοις, ὁμοίως καὶ παραχρῆμα ἡδεῖαν καὶ εἰς τὸ ἐπιὸν ἀμεταμέλητον οὖσαν, ἔφασκεν ἐοικέναι Μουσῶν τινὶ ἁρμονίᾳ.

    δύο δὲ μάλιστα καιροὺς παρηγγύα ἐν φροντίδι θέσθαι, τὸν μὲν ὅτε εἰς ὕπνον τρέποιτο, τὸν δʼ ὅτʼ ἐξ ὕπνου διανίσταιτο. ἐπισκοπεῖν γὰρ προσήκειν ἐν ἑκατέρῳ τούτοιν τά τε ἤδη πεπραγμένα καὶ τὰ μέλλοντα, τῶν μὲν γενομένων εὐθύνας παρʼ ἑαυτοῦ ἕκαστσν λαμβάνοντα, τῶν δὲ μελλόντων πρό- νοιαν ποιούμενον. πρὸ μὲν οὖν τοῦ ὕπνου ταῦτα ἑαυτῷ τὰ ἔπη ἐπᾴδειν ἕκαστον·

  • μηδʼ ὕπνον μαλακοῖσιν ἐπʼ· ὄμμασι προσδέξασθαι
  • πρὶν τῶν ἡμερινῶν ἔργων τρὶς ἕκαστον ἐπελθεῖν,
  • πῇ παρέβην; τί δʼ ἔρεξα; τί μοι δέον οὐκ ἐτε- λέσθη;
  • πρὸ δὲ τῆς ἐξαναστάσεως ἐκεῖνα·
    30
  • πρῶτα μὲν ἐξ ὕπνοιο μελίφρονος ἐξυπαναστὰς
  • εὖ μάλʼ ὀπιπεύειν ὅσʼ ἐν ἤματι ἔργα τελέσσεις.