Vita Pythagorae
Porphyrius
Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.
....συμφωνεῖται μὲν δὴ παρὰ τοῖς πλείστοιςΜνησάρχου γεγενῆσθαι παῖς· περὶ δὲ τοῦ γένους τοῦ Μνησάρχου διαπεφώνηται. οἱ μὲν γὰρ Σάμιον αὐτὸν εἶναι φασί, Κλεάνθης δʼ ἐν τῷ πέμπτῳ τῶν μυθι- κῶν Σύρον ἐκ Τύρου τῆς Συρίας. σιτοδείας δὲ κα- ταλαβούσης τοὺς Σαμίους προσπλεύσαντα τὸν Μνή- σαρχον κατʼ ἐμπορίαν μετὰ σίτου τῇ νήσῳ ἀποδό- μενον τιμηθῆναι πολιτείᾳ. Πυθαγόρου δʼ ἐκ παίδων εἰς πᾶσαν μάθησιν ὄντος εὐφυοῦς, τὸν Μνήσαρχον ἀπαγαγεῖν αὐτὸν εἰς Τύρον, ἐκεῖ δὲ τοῖς Χαλδαίοις συστάνταμετασχεῖν τούτων ἐπὶ πλεῖον ποιῆσαι. ἐπαν- ελθόντα δʼ εἰς τὴν Ἰωνίαν ἐντεῦθεν τὸν Πυθαγόραν πρῶτον μὲν Φερεκύδῃ τῷ Συρίῳ ὁμιλῆσαι, δεύτερον δʼ Ἑρμοδάμαντι τῷ Κρεοφυλείῳ ἐν Σάμῳ ἤδη γηρά- σκοντι.
λέγει δʼ ὁ Κλεάνθης ἄλλους εἶναι οἵ τὸν πα-τέρα αὐτοῦ Τυρρηνὸν ἀποφαίνονται τῶν τὴν Δῆμνον ἐποικησάντων, ἐντεῦθεν δὲ κατὰ πρᾶξιν εἰς Σάμον ἐλθόντα καταμεῖναι καὶ ἀστὸν γενέσθαι· πλέοντος δὲ τοῦ Μνησάρχου εἰς τὴν Ἰταλίαν συμπλεύσαντα τὸν Πυθαγόραν νέον ὄντα κομιδῇ σφόδρα οὖσαν εὐδαίμονα καὶ τόθʼ ὕστερον εἰς αὐτὴν ἀποπλεῦσαι. καταλέγει δʼ αὐτοῦ καὶ ἀδελφοὺς δύο, Εὔνοστον καὶ
Δοῦρις δʼ ὁ Σάμιος ἐν δευτέρῳ τῶν ὥρων παῖδά τʼ αὐτοῦ ἀναγράφει Ἀρίμνηστον καὶ διδάσκαλον φησὶ γενέ- σθαι Δημοκρίτου. τὸν δʼ Ἀρίμνηστον κατελθόντʼ ἀπὸ τῆς φυγῆς χαλκοῦν ἀνάθημα τῷ ἱερῷ τῆς Ἥρας ἀναθεῖναι τὴν διάμετρον ἔχον ἐγγὺς δύο πήχεων, οὐ ἐπίγραμμα ἦν ἐγγεγραμμένον τόδε·
ἄλλοι δʼ ἐκ Θεανοῦς τῆς Πυθώνακτος τὸ γένος Κρήσσης υἱὸν Τηλαύγη Πυθαγόρου ἀναγράφουσι καὶ θυγα- τέρα Μυῖαν, οἱ δὲ καὶ Ἀριγνώτην· ὧν καὶ συγγράμ- ματα Πυθαγόρεια σώζεσθαι. Τίμαιος δʼἱστορεῖ τὴν Πυθαγόρου θυγατέρα καὶ παρθένον οὖσαν ἡγεῖσθαι τῶν παρθένων ἐν Κρότωνι καὶ γυναῖκα τῶν γυναι- κῶν· τὴν δʼ οἰκίαν Δήμητρος ἱερὸν ποιῆσαι τοὺς Κροτωνιάτας, τὸν δὲ στενωπὸν καλεῖν Μουσεῖον.
Αύκος δʼ ἐν τῇ τετάρτῃ τῶν ἱστοριῶν καὶ περὶ τῆς
ἔτι δὲ καὶ περὶ τῆς διδασκαλίαςαὐτοῦ οἱ πλείους τὰ μὲν τῶν μαθηματικῶν καλου- μένων ἐπιστημῶν παρʼ Αἰγυπτίων τε καὶ Χαλδαίων καὶ Φοινίκων φασὶν ἐκμαθεῖν· γεωμετρίας μὲν γὰρ ἐκ παλαιῶν χρόνων ἐπιμεληθῆναι Αἰγυπτίους, τὰ δὲ περὶ ἀριθμούς τε καὶ λογισμούς Φοίνἱκας, Χαλδαί- ους δὲ τὰ περὶ τὸν οὐρανὸν θεωρήματα· περὶ δὲ τὰς τῶν θεῶν ἁγιστείας καὶ τὰ λοιπὰ τῶν περὶ τὸν βίον ἐπιτηδευμάτων παρὰ τῶν μάγων φασὶ διακοῦσαί τε καὶ λαβεῖν.
καὶ ταῦτα μὲν σχεδὸν πολλοὺς ἐπιγι- γνώσκειν διὰ τὸ γεγράφθαι ἐν ὑπομνήμασι, τὰ δὲ λοιπὰ τῶν ἐπιτηδευμάτων ἧττον εἶναι γνώριμα· πλὴν τοσαύτῃ γε ἁγνείᾳ φησὶν Εὔδοξος ἐν τῇ ἑβδόμῃ τῆς γῆς περιόδου κεχρῆσθαι καὶ τῇ περὶ τοὺς φό- νους φυγῇ καὶ τῶν φονευόντων, ὡς μὴ μόνον τῶν ἐμψύχων ἀπέχεσθαι, ἀλλὰ καὶ μαγείροις καὶ θηρά- τορσι μηδέποτε πλησιάζειν. Ἀντιφῶν δʼ ἐν τῷ περὶ τοῦ βίου τῶν ἐν ἀρετῇ πρωτευσάντων καὶ τὴν καρ- τερίαν αὐτοῦ τὴν ἐν Αἰγύπτῳ διηγεῖται λέγων τὸν Πυθαγόραν ἀποδεξάμενον τῶν Αἰγυπτίων ἱερέων τὴν ἀγωγὴν σπουδάσαντά τε μετασχεῖν ταύτης δεη- θὴναι Πολυκράτους τοῦ τυράννου γράψαι πρὸς Ἄμα- σιν τὸν βασιλέα τῆς Αἰγύπτου, φίλον ὄντα καὶ ξένον, ἵνα κοινωνήσῃ τῆς τῶν προειρημένων παιδείας. ἀφικόμενον δὲ πρὸς Ἄμασιν λαβεῖν γράμματα πρὸς τούς ἱερέας καὶ συμμίξαντα τοῖς Ἡλιοπολίταις ἐκ- πεμφθῆναι μὲν εἰς Μέμφιν ὡς πρὸς πρεσβυτέρους,
τῶν δʼ οὐ δυναμένων προΐσχεσθαι αἰτίας διὰ τὸ δέος τοῦ βασιλέως, νομι- σάντων δʼ ἐν τῷ μεγέθει τῆς κακοπαθείας ἀποστή- σειν αὐτὸν τῆς ἐπιβολῆς, προστάγματα σκληρὰ καὶ κεχωρισμένα τῆς Ἑλληνικῆς ἀγωγῆς κελεῦσαι ὑπο- μεῖναι αὐτόν. τὸν δὲ ταῦτα ἐκτελέσαντα προθύμως οὕτως θαυμασθῆναι, ὡς ἐξουσίαν λαβεῖν θύειν τοῖς θεοῖς καὶ προσιέναι ταῖς τούτων ἐπιμελείαις, ὅπερ ἐπʼ ἄλλου ξένου γεγονὸς οὐχ εὑρίσκεται.
ἐπαν- ελθόντα δʼ εἰς τὴν Ἰωνίαν κατασκευάσαι ἐν τῇ πα- τρίδι διδασκαλεῖον τὸ Πυθαγόρου καλούμενον ἔτι καὶ νῦν ἡμικύκλιον, ἐν ᾧ οἱ Σάμιοι περὶ τῶν κοινῶν συνιόντες βουλεύονται. ἔξω δὲ τῆς πόλεως ἄντρον οἰκεῖον τῆς ἑαυτοῦ φιλοσοφίας ποιήσαντα, ἐν τούτῳ τὰ πολλὰ τῆς ἡμέρας καὶ τῆς νυκτὸς διατρίβειν συν- όντα ὀλίγοις τῶν ἑταίρων. γεγονότα δʼ ἐτῶν τεσ- σαράκοντα, φησὶν ὁ Ἀριστόξενος, καὶ ὁρῶντα τὴν τοῦ Πολυκράτους τυραννίδα συντονωτέραν οὖσαν, ὥστε καλῶς ἔχειν ἐλευθέρῳ ἀνδρὶ τὴν ἐπιστατείαν τε καὶ δεσποτείαν μὴ ὑπομένειν, οὕτως δὴ τὴν εἰς Ἰτα- λίαν ἄπαρσιν ποιήσασθαι.
Διογένους δʼ ἐν τοῖς ὑπὲρ Θούλην ἀπίστοις τὰ κατὰ τὸν φιλόσοφον ἀκρι- βῶς διελθόντος, ἔκρινα μηδαμῶς τὰ τούτου παρ- ελθεῖν. φησὶ δὲ Μνήσαρχον Τυρρηνὸν ὄντα κατὰ γένος τῶν Δῆμνον καὶ Ἴμβρον καὶ Σκύρον κατοι- κησάντων Τυρρηνῶν κᾀκεῖθεν μεταστάντα πολλὰς μὲν πόλεις πολλὰ δὲ χωρία ἐπιόντα ἐπιτυχεῖν ποτὲ παιδὶ νηπίῳ ὑπὸ λεύκῃ μεγάλῃ καὶ εὐφυεῖ κειμένῳ· ἐπιστάντα δὲ θεάσασθαι ὕπτιον εἰς τὸν οὐρανὸν ἀνα- βλέποντα πρὸς ἥλιον ἀσκαρδαμυκτὶ καὶ τῷ στόματι
παῖδα μὲν οὖν ὄντα ἔπεμπεν εἴς τε κιθαριστοῦ καὶ παιδοτρίβου καὶ ζωγράφου, νεανίαν δὲ γενόμενον εἰς Μίλητον πρὸς Ἀναξίμανδρον, μαθησόμενον τὰ γεωμετρικὰ καὶ ἀστρονομικά. ἀφίκετο δὲ καὶ πρὸς Αἰγυπτίους, φησίν, ὁ Πυθαγόρας καὶ πρὸς Ἄραβας καὶ Χαλδαίους καὶ Ἑβραίους, παρʼ ὧν καὶ τὴν περὶ ὀνείρων γνῶσιν ἠκριβώσατο· καὶ τῇ διὰ λιβανωτοῦ μαντείᾳ πρῶτος ἐχρήσατο. καὶ ἐν Αἰγύπτῳ μὲν τοῖς ἱερεῦσι συνῆν καὶ τὴν σοφίαν ἐξέμαθε καὶ τὴν Αἰγυ- πτίων φωνήν.
γραμμάτων δὲ τρισσὰς διαφοράς, ἐπιστολογραφικῶν τε καὶ ἱερογλυφικῶν καὶ συμβο- λικῶν, τῶν μὲν κοινολογουμένων κατὰ μίμησιν, τῶν δʼ ἀλληγορουμένων κατά τινας αἰνιγμούς. καὶ περὶ θεῶν πλέον τι ἔμαθεν. ἔν τε Ἀραβίᾳ τῷ βασιλεῖ συνῆν ἔν τε Βαβυλῶνι τοῖς τʼ ἄλλοις Χαλδαίοις συν- εγένετο καὶ πρὸς Ζάρατον ἀφίκετο, παρʼ οὗ καὶ ἐκαθάρθη τὰ τοῦ προτέρου βίου λύματα καὶ ἐδι- δάχθη ἀφʼ οὗ ἁγνεύειν προσήκει τοῖς σπουδαίοις, τόν τε περὶ φύσεως λόγον ἤκουσε καὶ τίνες αἱ τῶν ὅλων ἀρχαί. ἐκ γὰρ τῆς περὶ ταῦτα τὰ ἔθνη πλάνης ὁ Πυθαγόρας τὸ πλὲῖστον τῆς σοφίας ἐνεπορεύσατο.
τὸν δὴ Ἀστραῖον τῷ Πυθαγόρᾳ χαρίζεται Μνήσαρ-
ἦν δʼ αὐτῷ καὶ ἕτερον μειράκιον ὅ ἐκ Θρᾴκης ἐκτήσατο, ᾧ Ζάμολξις ἦν ὄνομα, ἐπεὶ γεννηθέντι αὐτῷ δορὰ ἄρκτου ἐπε- βλήθη· τὴν γὰρ δορὰν οἱ Θρᾷκες ζαλμὸν καλοῦσιν. ἀγαπῶν δʼ αὐτὸν ὁ Πυθαγόρας τὴν μετέωρον θεω- ρίαν ἐπαίδευσε τά τε περὶ ἱερουργίας καὶ τὰς ἄλλας εἰς θεοὺς θρησκείας· τινὲς δὲ καὶ Θαλῆν τοῦτον φασὶν ὀνομάζεσθαι. ὡς Ἡρακλέα δʼ αὐτὸν προσκυ- νοῦσιν οἱ βάρβαροι.
Διονυσοφάνης δὲ λέγει δου- λεῦσαι μὲν αὐτὸν τῷ Πυθαγόρᾳ, ἐμπεσόντα δʼ εἰς λῃστὰς καὶ στιχθέντα, ὅτε κατεστασιάσθη ὁ Πυ- θαγόρας καὶ ἔφευγεν, δῆσοι τὸ μέτωπον διὰ τὰ στίγ- ματα. τινὲς δʼ ἑρμηνεύεσθαι τὸ ὄνομα φασὶ Ζάλ- μοξιν ξένος ἀνήρ. νοσήσαντα δὲ τὸν Φερεκύδην ἐν Δήλῳ θεραπεύσας ὁ Πυθαγόρας καὶ ἀποθανόντα θάψας εἰς Σάμον ἐπανῆλθε πόθῳ τοῦ συγγενέσθαι Ἑρμοδάμαντι τῷ Κρεοφυλείῳ. χρόνον δέ τινα αὐτοῦ διατρίβων Εὐρυμένους τοῦ Σαμίου ἀθλητοῦ ἐπεμε- λεῖτο, ὅς τῇ Πυθαγόρου σοφίᾳ καίτοι σμικρὸς τὸ σῶμα ὤν πολλῶν καὶ μεγάλων ἐκράτει καὶ ἐνίκα Ὀλυμπίασιν. τῶν γὰρ ἄλλων ἀθλητῶν κατὰ τὸν ἀρχαῖον ἔτι τρόπον τυρὸν καὶ σῦκα σιτουμένων, οὗ- τος Πυθαγόρᾳ πειθόμενος πρῶτος κρέας τεταγμιένον ἐσθίων ἐφʼ ἑκάστην τὴν ἡμέραν ἰσχύν τῷ σώματι περιεποιήσατο. καίτοι γε προϊὼν τῇ σοφίᾳ ὁ Πυθα- γόρας ἀθλεῖν μὲν παρῄνει, νικᾶν δὲ μή, ὡς δέον
μετὰ δὲ ταῦτα τῆς Πολυκράτους τυραννίδος Σαμίους καταλαβούσης, οὐ πρέπον ἡγούμενος ὁ Πυθαγόρας ἐν τῇ τοιαύτῃ πολιτείᾳ βιοῦν ἀνδρὶ φιλοσόφῳ, διε- νοήθη εἰς Ἰταλίαν ἀπαίρειν· ὡς δὲ πλέων Δελφοῖς προσέσχεν, ἐλεγεῖον τῷ τοῦ Ἀπόλλωνος τάφῳ ἐπέ- γραψε, διʼ οὐ ἐδήλου ὡς Σειληνοῦ μὲν ἦν υἱὸς ὁ Ἀπόλλων, ἀνῃρέθη δὲ ὑπὸ Πύθωνος, ἐκηδεύθη δʼἐν τῷ καλουμένῳ Τρίποδι, ὅς ταύτης ἔτυχε τῆς ἐπω- νυμίας διὰ τὸ τρεῖς κόρας τὰς Τριόπου θυγατέρας ἐνταῦθα θρηνῆσαι τὸν Ἀπόλλωνα.
Κρήτης δʼ ἐπι-βὰς τοῖς Μόργου μύσταις προσῄει ἑνὸς τῶν Ἰδαίων Δακτύλων, ὑφ’ ὧν καὶ ἐκαθάρθη τῇ κεραυνίᾳ λίθῳ, ἕωθεν μὲν παρὰ θαλάττῃ πρηνὴς ἐκταθείς, νύκτωρ δὲ παρὰ ποταμῷ ἀρνειοῦ μέλανος μαλλοῖς ἐστεφανω- μένος. εἰς δὲ τὸ Ἰδαῖον καλούμενον ἄντρον κατα- βὰς ἔρια ἔχων μέλανα τὰς νενομισμένας τρὶς ἐννέα ἡμέρας ἐκεῖ διέτριψεν καὶ καθήγισε τῷ Διὶ τόν τε στορνύμενον αὐτῷ κατʼ ἔτος θρόνον ἐθεάσατο, ἐπί- γραμμά τʼ ἐνεχάραξεν ἐπὶ τῷ τάφῳ ἐπιγράψας “Πυ- θαγόρας τῷ Διί“, οὗ ἡ ἀρχή·
ἐπεὶ δὲ τῆς Ἰταλίας ἐπέβη καὶ ἐν Κρότωνι ἐγένετο, φησὶν ὁ Δικαίαρχος, ὡς ἀνδρὸς ἀφικομένου πολυ- πλάνου τε καὶ περιττοῦ καὶ κατὰ τὴν ἰδίαν φύσιν ὑπὸ τῆς τύχης εὐ κεχορηγημένου, τήν τε γὰρ ἰδέαν εἶναι ἐλευθέριον καὶ μέγαν χάριν τε πλείστην καὶ κόσμον ἐπί τε τῆς φωνῆς καὶ τοῦ ἤθους καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων ἔχειν, οὕτως διαθεῖναι τὴν Κροτω- νιατῶν πόλιν ὥστʼ ἐπεὶ τὸ τῶν γερόντων ἀρχεῖον
γενομένων δὲ τούτων μεγάλη περὶ αὐτὸν ηὐξήθη δόξα, καὶ πολλοὺς μὲν ἔλαβεν ἐξ αὐτῆς τῆς πόλεως ὁμιλητὰς οὐ μόνον ἄνδρας ἀλλὰ καὶ γυναῖ- κας, ὧν μιᾶς γε Θεανοῦς καὶ διεβοήθη τοὔνομα, πολ- λοὺς δʼ ἀπὸ τῆς σύνεγγυς βαρβάρου χώρας βασιλεῖς τε καὶ δυνάστας. ἅ μὲν οὖν ἔλεγε τοῖς συνοῦσιν οὐδὲ εἷς ἔχει φράσαι βεβαίως· καὶ γὰρ οὐχ ἡ τυχοῦσα ἦν παρʼ αὐτοῖς σιωπή. μάλιστα μέντοι γνώριμα παρὰ πᾶσιν ἐγένετο πρῶτον μὲν ὡς ἀθάνατον εἶναι φησὶ τὴν ψυχήν, εἶτα μεταβάλλουσαν εἰς ἄλλα γένη ζῴων, πρὸς δὲ τούτοις ὅτι κατὰ περιόδους τινὰς τὰ γενό- μενά ποτε πάλιν γίνεται, νέον δʼ οὐδὲν ἁπλῶς ἔστι, καὶ ὅτι πάντα τὰ γινόμενα ἔμψυχα ὁμογενῆ δεῖ νομί- ζειν. φέρεται γὰρ εἰς τὴν Ἑλλάδα τὰ δόγματα πρῶ- τος κομίσαι ταῦτα Πυθαγόρας.
οὕτως δὲ πάντα εἰς ἑαυτὸν ἐπέστρεψεν ὥστε μιῷ μόνον ἀκροάσει, ὡς φησὶ Νικόμαχος, ἥν ἐπιβὰς τῆς Ἰταλίας πεποίηται, πλέον ἢ δισχιλίους ἑλεῖν τοῖς λόγοις, ὡς μηκέτι οἴκαδʼ ἀποστῆναι, ἀλλʼ ὁμοῦ σὺν παισὶ καὶ γυναιξὶν ὁμακόιόν τι παμμέγεθες ἱδρυσαμένους πολίσαι τὴν πρὸς πάντων ἐπικληθεῖσαν μεγάλην Ἑλλάδα ἐν Ἰτα- λία, νόμους τε παρʼ αὐτοῦ δεξαμένους καὶ προστάγ- ματα ὡσανεὶ θείας ὑποθήκας ἐκτὸς τούτων πράτ- τειν μηδὲ ἕν. οὗτοι καὶ τὰς οὐσίας κοινὰς ἔθεντο καὶ μετὰ τῶν θεῶν τὸν Πυθαγόραν κατηρίθμουν. διʼ ὅπερ ἕν τι τῶν παρʼ αὐτοῖς ἐν τοῖς μαθήμασιν ἀπορρήτων προχειρισάμενοι, γλαφυρὸν ἄλλως καὶ