Vita Pythagorae

Porphyrius

Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.

τοιαῦτα παρῄνει· μάλιστα δʼ ἀληθεύειν· τοῦτο γὰρ μόνον δύνασθαι τοὺς ἀνθρώπους ποιεῖν θεῷ παρα- πλησίους. ἐπεὶ καὶ τοῦ θεοῦ, ὡς παρὰ τῶν μάγων ἐπυνθάνετο, ὅν Ὡρομάζην καλοῦσιν ἐκεῖνοι, ἐοικέ- ναι τὸ μὲν σῶμα φωτί, τὴν δὲ ψυχὴν ἀληθείᾳ. καὶ ἄλλʼ ἄττα ἐπαίδευεν ὅσα παρὰ Ἀριστοκλείας τῆς ἐν Δελφοῖς ἔλεγεν ἀκηκοέναι. ἔλεγε δέ τινα καὶ μυστικῷ τρόπῳ συμβολικῶς, ἅ δὴ ἐπὶ πλέον Ἀριστοτέλης ἀνέ- γραψεν. οἷον ὅτι τὴν θάλατταν μὲν ἐκάλει εἶναι δά- κρυον, τὰς δʼ ἄρκτους Ῥέας χεῖρας, τὴν δὲ πλειάδα Μουσῶν λύραν, τοὺς δὲ πλανήτας κύνας τῆς Φερσε- φόνης. τὸν δʼ ἐκ χαλκοῦ κρουομένου γινόμενον ἦχον φωνὴν εἶναί τινος τῶν δαιμόνων ἐναπειλημμένην τῷ χαλκῷ.

ἦν δὲ καὶ ἄλλο εἶδος τῶν συμβόλων τοιοῦτον.ζυγὸν μὴ ὑπερβαίνειν, τουτέστι μὴ πλεονεκτεῖν. μὴ τὸ πῦρ τῇ μαχαίρᾳ σκαλεύειν, ὅπερ ἦν μὴ τὸν ἀνοι- δοῦντα καὶ ὀργιζόμενον κινεῖν λόγοις τεθηγμένοις. στέφανόν τε μὴ τίλλειν, τουτέστι τοὺς νόμους μὴ λυμαίνεσθαι· στέφανοι γὰρ πόλεων οὗτοι. πάλιν δʼ οὖ ἕτερα τοιαῦτα. μὴ καρδίαν ἐσθίειν, οἷον μὴ λυ- πεῖν ἑαυτὸν ἀνίαις. μηδʼ ἐπὶ χοίνικος καθέζεσθαι, οἷον μὴ ἀργὸν ζῆν. μηδʼ ἀποδημοῦντα ἐπιστρέφε- σθαι, μὴ ἔχεσθαι τοῦ βίου τούτου ἀποθνήσκοντα· τὰς λεωφόρους μὴ βαδίζειν, διʼ οὗ ταῖς τῶν πολλῶν ἕπεσθαι γνώμαις ἐκώλυεν, τὰς δὲ τῶν λογίων καὶ πεπαιδευμένων μεταθεῖν. μηδὲ χελιδόνας ἐν οἰκίᾳ δέχεσθαι, τουτέστι λάλους ἀνθρώπους καὶ περὶ γλῶτταν ἀκρατεῖς ὁμωροφίους μὴ ποιεῖσθαι. φορ- τίον δὲ συνανατιθέναι μὲν τοῖς βαστάζουσι, συγ- καθαιρεῖν δὲ μή, διʼ οὐ παρῄνει μηδενὶ πρὸς ῥᾳ-

31
στώνην, ἀλλὰ πρὸς ἀρετὴν συμπράττειν. θεῶν τʼ εἰκόνας ἐν δακτυλίοις μὴ φορεῖν, τουτέστι τὴν περὶ θεῶν δόξαν καὶ λόγον πρόχειρον μηδὲ φανερὸν ἔχειν μηδὲ εἰς πολλούς προφέρειν. σπονδάς τε ποιεῖσθαι τοῖς θεοῖς κατὰ τὸ οὖς τῶν ἐκπωμάτων· ἐντεῦθεν γὰρ ᾐνίττετο τιμᾶν τοὺς θεοὺς καὶ ὑμνεῖν τῆ μου- σικῇ· αὕτη γὰρ διὰ ὤτων χωρεῖ. μὴ ἐσθίειν ὅσα μὴ θέμις, γένεσιν, αὔξησιν, ἀνχήν, τελευτήν, μηδʼ ἐξ ὧν ἡ πρώτη τῶν πάντων ὑπόθεσίς γίνεται.

ἔλεγε δʼ ἀπέ- χεσθαι τῶν καταθυομένων ὀσφύος καὶ διδύμων καὶ αἰδοίων καὶ μυελοῦ καὶ ποδῶν καὶ κεφαλῆς. ὑπόθε- σιν μὲν γὰρ τὴν ὀσφῦν ἐκάλει, διότι ἐπὶ ταύτῃ ὡς ἐπὶ θεμελίῳ συνίσταται τὰ ζῷα· γένεσιν δὲ τοὺς δι- δύμους καὶ αἰδοῖα, ἄνευ γὰρ τῆς τούτων ἐνεργείας οὐ γίνεται ζῷον· αὔξησιν δὲ τὸν μυελὸν ἐκάλει, ὅς τοῦ αὔξεσθαι πᾶσι ζῴοις αἴτιος· ἀρχὴν δὲ τοὺς πό- δας, τὴν δὲ κεφαλὴν τελευτήν· ἅπερ τὰς μεγίστας ἡγεμονίας ἔχει τοῦ σώματος. ἴσα δὲ κυάμων παρῄνει ἀπέχεσθαι καθάπερ ἀνθρωπίνων σαρκῶν.

ἱστοροῦσι δʼ αὐτὸν ἀπαγορεύειν τὸ τοιοῦτον ὅτι τῆς πρώτης ἀρ- χῆς καὶ γενέσεως ταραττομένης καὶ πολλῶν ἅμα συν- ηνεγμένων καὶ συσπειρομένων καὶ συσσηπομένων ἐν τῇ γῇ κατʼ ὀλίγον γένεσις καὶ διάκρισις συνέστη ζῴων τε ὁμοῦ γεννωμένων καὶ φυτῶν ἀναδιδομέ- νων, τότε δὴ ἀπὸ τῆς αὐτῆς σηπεδόνος ἀνθρώπους συστῆναι καὶ κύαμον βλαστῆσαι. τούτου τε φανερὰ ἐπῆγε τεκμήρια. εἰ γάρ τις διατρώγων κύαμον καὶ τοῖς ὀδοῦσι λεάνας ἐν ἀλέᾳ τῆς τοῦ ἡλίου βολῆς κατα- θείη πρὸς ὀλίγον, εἶτʼ ἀποστὰς ἐπανέλθοι μετʼ οὐ πολύ, εὕροι ἂν ὀδωδότα ἀνθρωπείου φόνου· εἰ δὲ καὶ ἀνθοῦντος ἐν τῷ βλαστάνειν τοῦ κυάμου λαβών τις περκάζοντος τοῦ ἄνθους βραχὺ ἐνθείη ἀγγείῳ

32
κεραμεῷ καὶ ἐπίθημα ἐπιθεὶς ἐν τῇ γῇ κατορύξειε καὶ ἐνενήκοντα παραφυλάξειεν ἡμέρας μετὰ τὸ κατο- ρυχθῆναι, εἶτα μετὰ ταῦτα ὀρύξας λάβοι καὶ ἀφέλοι τὸ πῶμα, εὕροι ἄν ἀντὶ τοῦ κυάμου ἢ παιδὸς κεφα- λὴν συνεστῶσαν γυναικὸς αἰδοῖον.

ἀπέχεσθαι δὲ καὶ ἄλλων παρῄνει, οἷον μήτρας τε καὶ τριγλίδος καὶ ἀκαλήφης, σχεδὸν δὲ καὶ τῶν ἄλλων θαλασσίων ξυμ- πάντων. ἀνέφερε δʼ αὑτὸν εἰς τοὺς πρότερον γεγο- νότας, πρῶτον μὲν Εὔφορβος λέγων γενέσθαι, δεύ- τερον δʼ Αἰθαλίδης, τρίτον Ἑρμότιμος, τέταρτον δὲ Πύρρος, νῦν δὲ Πυθαγόρας. διʼ ὧν ἐδείκνυεν ὡς ἀθάνατος ἡ ψυχὴ καὶ τοῖς κεκαθαρμένοις εἰς μνήμην τοῦ παλαιοῦ βίου ἀφικνεῖται.

φιλοσοφίαν δʼ ἐφιλοσόφησεν ἧς ὁ σκοπὸς ῥύσα- σθαι καὶ διελευθερῶσαι τῶν τοιούτων εἱργμῶν τε καὶ συνδέσμων τὸν κατακεχωρισμένον ἡμῖν νοῦν· οὗ χωρὶς ὑγιὲς οὐδὲν ἄν τις οὐδʼ ἀληθὲς τὸ παράπαν ἐκμάθοι οὐδʼ ἂν κατίδοι διʼ ἧστινος οὖν ἐνεργῶν αἰσθήσεως. νοῦς γὰρ κατʼ αὐτὸν πάνθʼ ὁρῷ καὶ πάντʼ ἀκούει, τὰ δʼ ἄλλα τυφλὰ καὶ κωφά. καθαρ- θέντι δὲ τότε δεῖν προσάγειν τι τῶν ὀνησιφόρων. προσῆγε δὲ ταῦτα μηχανὰς ἐπινοῶν, πρῶτον μὲν παιδαγωγῶν ἑαυτὸν ἡρέμα πρὸς τὴν τῶν ἀιδίων καὶ ὁμοφύλων αὐτῷ ἀσωμάτων ἀεὶ καὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἐχόντων θέαν, ἐκ τῶν κατʼ ὀλίγον προσβι- βάζων, μὴ συνταραχθεὶς τῇ ἄφνω καὶ ἀθρόως μετα- βολῇ ἀπσστραφῇ καὶ ἀπείπῃ διὰ τὴν τοσαύτην τε καὶ τοσούτῳ χρόνῳ τροφῆς κακίαν.

μαθήμασι τοίνυνκαὶ τοῖς ἐν μεταιχμίῳ σωμάτων τε καὶ ἀσωμάτων θεωρήμιασι προεγύμναζε κατὰ βραχὺ πρὸς τὰ ὄντως [*](30. τριχῇ μὲν διαστατὰ ὡς σώματα, ἄνευ δʼ ἀντιτυπίας ὡς ἀσώματα.)

33
ὄντα ἀπὸ τῶν μηδέποτε κατὰ ταὐτὰ καὶ ὡσαύτως ἐν ταὐτῷ μηδʼ ἐφʼ ὅσον οὖν διαμενόντων σωματικῶν τὰ τῆς ψυχῆς ὄμματα μετὰ τεχνικῆς ἀγωγῆς εἰς τὴν ἔφεσιν τῶν τροφῶν προσάγων. διʼ ὧν ἀντεισάγων τὴν τῶν ὄντως ὄντων θέαν μακαρίους ἀπετέλει. ἡ μὲν οὖν περὶ τὰ μαθήματα γυμνασία εἰς τοῦτο παρείληπτο.

ἡ δὲ περὶ τῶν ἀριθμῶν πραγματεία, ὡς ἄλλοι τε φασὶ καὶ Μοδέρατος ὁ ἐκ Γαδείρων πάνυ συνετῶς ἐν δέκα βι- βλίοις συναγαγὼν τὸ ἀρέσκον τοῖς ἀνδράσι διὰ τοῦτο ἐσπουδάσθη. μὴ δυνάμενοι γάρ, φησί, τὰ πρῶτα εἴδη καὶ τὰς πρώτας ἀρχὰς σαφῶς τῷ λόγῳ παραδοῦ- ναι διά τε τὸ δυσπερινόητον αὐτῶν καὶ δυσέξοιστον, παρεγένοντο ἐπὶ τοὺς ἀριθμοὺς εὐσήμου διδασκαλίας χάριν μιμησάμενοι τοὺς γεωμέτρας καὶ τοὺς γραμμα- τιστάς. ὡς γὰρ οὗτοι, τὰς δυνάμεις τῶν στοιχείων καὶ αὐτὰ ταῦτα βουλόμενοι παραδοῦναι, παρεγένοντο ἐπὶ τοὺςχαρακτῆρας,τούτουςλέγοντεςὡςπρὸςτὴν πρώτην διδασκαλίαν στοιχεῖα εἶναι, ὕστερον μέντοι διδάσκου- σιν ὅτι οὐχ οὗτοι στοιχεῖά εἰσιν οἱ χαρακτῆρες, ἀλλὰ διὰ τούτων ἔννοια γίνεται τῶν πρὸς ἀλήθειαν στοιχεί- ων·

καὶ οἱ γεωμέτραι μὴ ἰσχύοντες τὰ ἀσώματα εἴδη λόγῳ παραστῆσαι παραγίνονται ἐπὶ τὰς διαγραφὰς τῶν σχημάτων, λέγοντες εἶναι τρίγωνοντόδε,οὐ τοῦτο βουλόμενοι τρίγωνον εἶναι τὸ ὑπὸ τὴν ὅψιν ὑποπῖπτον, ἀλλὰ τὸ τοιοῦτο, καὶ διὰ τούτου τὴν ἔννοιαν τοῦ τρι- γώνου παριστᾶσι. καὶ ἐπὶ τῶν πρώτων οὖν λόγων καὶ εἰδῶν τὸ αὐτὸ ἐποίησαν οἱ Πυθαγόρειοι, μὴ ἰσχύοντες λόγῳ παραδιδόναι τὰ ἀσώματα εἴδη καὶ τὰς πρώτας ἀρχάς, παρεγένοντο ἐπὶ τὴν διὰ τῶν ἀριθ- μῶν δήλωσιν. καὶ οὕτως τὸν μὲν τῆς ἑνότητος λόγον καὶ τὸν τῆς ταυτότητος καὶ τὸν τῆς ἰσότητος καὶ τὸ σἴτιον τῆς συμπνοίας καὶ τῆς συμπαθείας τῶν ὅλων

34
κοὶ τῆς σωτηρίας τοῦ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχοντος ἓν προσηγόρευσαν· καὶ γὰρ τὸ ἐν τοῖς κατὰ μέρος ἓν τοιοῦτο ὑπάρχει ἡνωμένον τοῖς μέρεσι καὶ σύμπνουν κατὰ μετουσίαν τοῦ πρώτου αἰτίου.

τὸν δὲ τῆς ἑτε-ρότητος καὶ ἀνισότητος καὶ παντὸς τοῦ μεριστοῦ καὶ ἐν μεταβολῇ καὶ ἄλλοτε ἄλλως ἔχοντος δυοειδῆ λόγον καὶ δυάδα προσηγόρευσαν· τοιαύτη γὰρ κἀν τοῖς κατὰ μέρος ἡ τῶν δύο φύσις. καὶ οὗτοι οἱ λόγοι οὐ κατὰ τούτους μὲν εἰσί, κατὰ δὲ τοὺς λοιποὺς οὐκ ἔτι, ἀλλʼ ἔστιν ἰδεῖν καὶ τοὺς ἄλλους φιλοσόφους δυνάμεις τινὰς ἀπολιπόντας ἑνοποιοὺς καὶ διακρα- τητικὰς τῶν ὅλων οὔσας, καὶ εἰσί τινες καὶ παῤ ἐκείνοις λόγοι ἰσότητος καὶ ἀνομοιότητος καὶ ἑτερό- τητος. τούτους οὖν τοὺς λόγους εὐσήμου χάριν δι- δασκαλίας τῷ τοῦ ἑνὸς ὀνόματι προσαγορεύουσι καὶ τῷ τῆς δυάδος· οὐ διαφέρει δέ γε τοῖς αὐτοῖς ἢ δυο- ειδὲς ἢ ἀνισοειδὲς εἰπεῖν ἢ ἑτεροειδές.

ὁμοίως δὲ ἐπὶτῶν ἄλλων ἀριθμῶν ὁ αὐτὸς λόγος· πᾶς γὰρ κατά τινων δυνάμεων τέτακται. πάλιν γὰρ ἔστι τι ἐν τῇ φύσει τῶν πραγμάτων ἔχον ἀρχὴν καὶ μέσον καὶ τε- λευτήν. κατὰ τοῦ τοιούτου εἴδους καὶ κατὰ τῆς τοιαύ- της φύσεως τὸν τρία ἀριθμὸν κατηγόρησαν. διὸ καὶ πᾶν τὸ μεσότητι προσκεχρημένον τριοειδὲς εἶναι φασίν. οὕτως δὲ καὶ πᾶν τὸ τέλειον προσηγόρευσαν. καὶ εἴ τί ἐστι τέλειον, τοῦτο φασὶν ἐκείνῃ τῇ ἀρχῇ προσκεχρῆσθαι καὶ κατʼ ἐκείνην κεκοσμῆσθαι. ἣν ἄλλως μὴ δυνάμενοι ὀνομάσαι τῷ τῆς τριάδος ὀνό- ματι ἐπʼ αὐτῆς ἐχρήσαντο· καὶ εἰς ἔννοιαν αὐτῆς βουλόμενοι εἰσαγαγεῖν ἡμᾶς διὰ τοῦ εἴδους τούτου ταύτῃ εἰσήγαγον. καὶ ἐπὶ τῶν ἄλλων δʼ ἀριθμῶν ὁ αὐτὸς λόγος. οὗτοι οὖν οἱ λόγοι καθʼ οὓς οἱ ῥηθέντες ἀριθμοὶ ἐτάγησαν.

καὶ οἱ ἑξῆς περιέχονται ὑπὸ μιᾶς

35
τινὸς ἰδέας καὶ δυνάμεως· ταύτην δεκάδα οἷον δε- χάδα προσηγόρευσαν. διʼ ὅ καὶ τέλειον ἀριθμὸν τὸν δέκα εἶναι λέγουσι, μᾶλλον δὲ τελειότατον ἀπάντων, πᾶσαν διαφορὰν ἀριθμοῦ καὶ πᾶν εἶδος λόγου καὶ ἀναλογίαν ἐν ἑαυτῷ περιειληφότα. εἰ γὰρ ἡ τοῦ παν- τὸς φύσις κατʼ ἀριθμῶν λόγους τε καὶ ἀναλογίας περατοῦται καὶ πᾶν τὸ γεννώμενον καὶ αὐξανόμενον καὶ τελειούμενον κατʼ ἀριθμῶν λόγους διεξάγει, πάντα δὲ λόγον καὶ πᾶσαν ἀναλογίαν καὶ πᾶν εἶδος ἀριθμοῦ περιέχει ἡ δεκάς, πῶς οὐκ ἂν τέλειος ἀριθ- μὸς λέγοιτο αὕτη;

ἡ μὲν δὴ περὶ τῶν ἀριθμῶγ- μαιεία τοιαύτη τοῖς Πυθαγορείοις. καὶ διὰ ταύτην πρωτίστην οὖσαν τὴν φιλοσοφίαν ταύτην συνέβη σβεσθῆναι, πρῶτον μὲν διὰ τὸ αἰνιγματῶδες, ἔπειτα διὰ τὸ καὶ τὰ γεγραμμένα δωριστὶ γεγράφθαι, ἐχού- σης τι καὶ ἀσαφὲς τῆς διαλέκτου καὶ μηδὲν διὰ τοῦτο ὑπονοεῖσθαι καὶ τὰ ὑπʼ αὐτῆς ἀνιστορούμενα δόγ- ματα ὡς νόθα καὶ παρηκουσμένα τῷ μὴ ἄντικρυς Πυθαγορικοὺς εἶναι τοὺς ἐκφέροντας ταῦτα. πρὸς δὲ τούτοις τὸν Πλάτωνα καὶ Ἀριστοτέλη Σπεύσιππόν τε καὶ Ἀριστόξενον καὶ Ξενοκράτη, ὡς φασὶν οἱ Πυ- θαγόρειοι, τὰ μὲν κάρπιμα σφετερίσασθαι διὰ βρα- χείας ἐπισκευῆς, τὰ δʼ ἐπιπόλαια καὶ ἐλαφρὰ καὶ ὅσα πρὸς διασκευὴν καὶ χλευασμὸν τοῦ διδασκαλείου ὑπὸ τῶν βασκάνων ὕστερον συκοφαντούντων προ- βάλλεται συναγαγεῖν καὶ ὡς ἴδια τῆς αἱρέσεως κατα- χωρίσαι. ἀλλὰ ταῦτα μὲν ἀπέβη ὕστερον.

Πυθαγό- ρας δʼ ἄχρι πολλοῦ κατὰ τὴν Ἰταλίαν οὕτως ἐθαυ- μάζετο αὐτός τε καὶ οἱ συνόντες αὐτῷ ἑταῖροι, ὥστε καὶ τὰς πολιτείας τοῖς ἀπʼ αὐτοῦ ἐπιτρέπειν τὰς πό- λεις. ὀψὲ δέ ποτε ἐφθονήθησαν, καὶ συνέστη κατʼ αὐτῶν ἐπιβουλὴ τοιάδε τις. Κύλων ἀνὴρ Κροτωνιά-

36
της, κατὰ μὲν τὸ γένος καὶ δόξαν προγονικὴν καὶ βίου περιουσίαν πάντας ὑπερβάλλων τοὺς πολίτας, χαλεπὸς δʼἄλλως καὶ βίαιος καὶ τυραννικός, τῇτετῶν φίλων περιβολῇ καὶ τῇ τοῦ πλούτου δυνάμει πρὸς ἰσχὺν ἀδικημάτων χρώμενος, οὗτος τῶν τʼ ἄλλων ἁπάντων ἅ ἐδόκει καλὰ ἑαυτὸν ἠξίου, ἡγεῖτο δὲ καὶ τῆς Πυθαγόρου φιλοσοφίας ἀξιώτατον εἶναι μετασχεῖν. πρόσεισι τῷ Πυθαγόρᾳ ἑαυτὸν ἐπαινῶν ὡς βουλόμε- νος συνεῖναι αὐτῷ. ὁ δʼ εὐθὺς φυσιογνωμονήσας τὸν ἄνδρα καὶ ὁποῖος ἦν συνιδὼν ἐκ τῶν σημείων ἃ διὰ τοῦ σώματος ἐθήρα τῶν προσιόντων, ἀπιέναι ἐκέ- λευσε καὶ τὰ ἑαυτοῦ πράττειν. τοῦτο τὸν Κύλωνα οὐ μετρίως ἐλύπησεν ὥσπερ ὑβρισμένον καὶ τὰ ἄλλα χα- λεπὸν ὄντα καὶ ὀργῆς ἀκρατῆ.

συναγαγὼν οὖν τοὺςφίλους διέβαλλε τὸν Πυθαγόραν καὶ παρεσκεύαζεν ὡς ἐπιβουλεύσων αὐτῷ τε καὶ τοῖς γνωρίμοις. τοὐντεῦθεν δʼ οἱ μὲν φασὶ τῶν ἑταίρων τοῦ Πυθα- γόρου συνηγμένων ἐν τῇ Μίλωνος οἰκίᾳ τοῦ ἀθλητοῦ παρὰ τὴν Πυθαγόρου ἀποδημίαν (ὡς γὰρ Φερεκύ- δη τὸν Σύριον αὐτοῦ διδάσκαλον γενόμενον εἰς Δῆλον πεπόρευτο νοσοκομήσων αὐτὸν περιπετῆ γε- νόμενον τῷ ἱστορουμένῳ τῆς φθειριάσεως πάθει καὶ κηδεύσων), πάντας πανταχῇ ἐνέπρησαν αὐτοῦ τε καὶ κατέλευσαν, δύο ἐκφυγόντων ἐκ τῆς πυρᾶς, Ἀρχίπ- που τε καὶ Δύσιδος, ὡς φησὶ Νεάνθης· ὧν ὁ Δνσις ἐν Ἑλλάδι ᾤκησε καὶ Θήβας ἐπῴκησεν Ἐπαμεινώνδᾳ τε συγγέγονεν, οὗ καὶ διδάσκαλος γέγονε.

Δικαίαρχοςδὲ καὶ οἱ ἀκριβέστεροι καὶ τὸν Πυθαγόραν φασὶ παρεῖ- ναι τῇ ἐπιβουλῇ. Φερεκύδην γὰρ πρὸ τῆς ἐκ Σάμου ἀπάρσεως τελευτῆσαι. τῶν δὲ ἑταίρων ἀθρόους μὲν τετταράκοντα ἐν οἰκίᾳ τινὸς παρεδρεύοντας ληφθῆναι, τοὺς δὲ πολλούς σποράδην κατὰ τὴν πόλιν ὡς ἔτυχον

37
εἰς ἄστυ διαφθαρῆναι. Πυθαγόραν δὲ κρατουμένων τῶν φίλων τὸ μὲν πρῶτον εἰς Καυλωνίαν τὸν ὅρμον σωθὴναι, ἐκεῖθεν δὲ πάλιν εἰς Δοκρούς. πυθομέ- νους δὲ τοὺς Δοκροὺς τῶν γερόντων τινὰς ἐπὶ τὰ τῆς χώρας ὅρια ἀποστεῖλαι. τούτους δὲ πρὸς αὐτὸν ἀπαντήσαντας εἰπεῖν “ἡμεῖς, ὠ Πυθαγόρα, σοφὸν μὲν ἄνδρα σε καὶ δεινὸν ἀκούομεν· ἀλλʼ ἐπὶ τοῖς ἰδίοις νόμοις οὐθὲν ἔχομεν ἐγκαλεῖν. αὐτοὶ μὲν ἐπὶ τῶν ὑπαρχόντων πειρασόμεθα μένειν· σὺ δʼ ἑτέ- ρωθί που βάδιζε λαβὼν παρʼ ἡμῶν εἴ του κεχρημέ- νος τῶν ἀναγκαίων τυγχάνεις.” ἐπεὶ δʼ ἀπὸ τῆς τῶν Δοκρῶν πόλεως τὸν εἰρημένον ἀπηλλάγη τρόπον, εἰς Τάραντα πλεῦσαι· πάλιν δὲ κἀκεῖ παραπλήσια πα- θόντα τοῖς περὶ Κρότωνα εἰς Μεταπόντιον ἐλθεῖν. πανταχοῦ γὰρ ἐγένοντο μεγάλαι στάσεις, ἃς ἔτι καὶ νῦν οἱ περὶ τοὺς τόπους μνημονεύουσί τε καὶ διη- γοῦνται, τὰς ἐπὶ τῶν Πυθαγορείων καλοῦντες. Πυ- θαγόρειοι δʼ ἐκλήθησαν ἡ σύστασις ἅπασα ἡ συν- ακολουθήσασα αὐτῷ.

ἐν δὲ τῇ περὶ Μεταπόντιον καὶ Πυθαγόραν αὐτὸν λέγουσι τελευτῆσαι καταφυγόντα ἐπὶ τὸ Μουσῶν ἱερόν, σπάνει τῶν ἀναγκαίων τεσσα- ράκοντα ἡμέρας διαμείναντα. οἱ δὲ φασὶν ὅτι τοῦ πυρὸς νεμομένου τὴν οἴκησιν ἐν ᾗ συνειλεγμένοι ἐτύγχανον, θέντας αὐτοὺς εἰς τὸ πῦρ τοὺς ἑταίρους δίοδον παρέχειν τῷ διδασκάλῳ, γεφυρώσαντας τὸ πῦρ τοῖς σφετέροις σώμασι. διεκπεσόντα δʼ ἐκ τοῦ πυρὸς τὸν Πυθαγόραν διὰ τὴν ἐρημίαν τῶν συνή- θων ἀθυμήσαντα ἑαυτὸν τοῦ βίου ἐξαγαγεῖν. τῆς δὲ συμφορᾶς οὕτως κατασχούσης το]υς ἄνδρας συνεξέ- λιπε καὶ ἡ ἐπιστήμη ἄρρητος ἐν τοῖς στήθεσι φυλα- [*](28. περιπίπτεις, ὧ καλέ· ὁ γὰρ μηδέποτε κλάων πῶς ὑπὸ ἀθυμίας ἀπήγζατο;)

38
χθεῖσα ἄχρι τότε, μόνων τῶν δυσσυνέτων παρὰ τοῖς ἔξω διαμνημονευομένων. οὔτε γὰρ τοῦ Πυθαγόρου σύγγραμμα ἦν, οἵ τʼ ἐκφυγόντες Δύσις τε καὶ Ἄρ- γμιππος καὶ ὅσοι ἀποδημοῦντες ἐτύγχανον, ὀλίγα διέ- σωσαν ζώπυρα τῆς φιλοσοφίας ἀμυδρά τε καὶ δυσ- θήρατα.

μονωθέντες γὰρ καὶ ἐπὶ τῷ συμβάντιἀθυμήσαντες διεσπάρησαν ἄλλος ἀλλαχοῦ, τὴν πρὸς ἀνθρώπους κοινωνίαν ἀποστραφέντες. διευλαβού- μενοι δὲ μὴ παντελῶς ἐξ ἀνθρώπων ἀπόληται τὸ φι- λοσοφίας ὄνομα καὶ θεοῖς αὐτοῖς διὰ τοῦτο ἀπεχθά- νωνται, ὑπομνήματα κεφαλαιώδη συνταξάμενοι τά τε τῶν πρεσβυτέρων συγγράμματα καὶ ὧν διεμέ- μνηντο συναγαγόντες κατέλιπεν ἕκαστος οὗπερ ἐτύγ- χανε τελευτῶν, ἐπισκήψαντες υἱοῖς ἢ θυγατράσιν ἢ γυναιξὶ μηδενὶ δοῦναι τῶν ἐκτὸς τῆς οἰκίας· αἱ δὲ μέχρι πολλοῦ χρόνου τοῦτο διετήρησαν ἐκ δια- δοχῆς τὴν αὐτὴν ἐντολὴν διαγγέλλουσαι τοῖς ἀπογό- νοις.

τεκμηραίμεθα δέ, φησὶ Νικόμιαχος, περὶ τοῦ μὴπαρέργως αὐτοὺς τὰς ἀλλοτρίας ἐκκλίνειν φιλίας, ἀλλὰ πάνυ σπουδαίως περικάμπτειν αὐτὰς καὶ φυ- λάττεσθαι καὶ μὴν περὶ τοῦ μέχρι πολλῶν γενεῶν τὸ φιλικὸν πρὸς ἀλλήλους ἀνένδοτον αὐτοὺς διατετη- ρηκέναι, καὶ ἐξ ὧν Ἀριστόξενος ἐν τῷ περὶ τοῦ Πυ- θαγόρου βίου αὐτὸς διακηκοέναι φησὶ Διονυσίου τοῦ Σικελίας τυράννου, ὅτʼ ἐκπεσὼν τῆς μοναρχίας γράμματα ἐν Κορίνθῳ ἐδίδασκεν. φησὶ δʼ οὕτως. οἴκτων καὶ δακρύων καὶ πάντων τῶν τοιούτων εἴρ- γεσθαι τοὺς ἄνδρας ἐκείνους ὡς ἐνδέχεται μάλιστα. ὁ αὐτὸς δὲ λόγος καὶ περὶ θωπείας καὶ δεήσεως καὶ λιτανείας καὶ πάντων τῶν τοιούτων.

βουλόμενος οὖν ποτὲ Διονύσιος πεῖραν αὐτῶν λαβεῖν, λεγομένων τινῶν ὡς συλληφθέντες οὐκ ἐμμενοῦσι τῇ πρὸς ἀλ-

39
λήλους πίστει, τῷδʼ ἐποίησεν. συνελήφθη μὲν Φιν- τίας καὶ ἀνήχθη πρὸς τὸν τύραννον. κατηγορεῖν δʼ αὐτὸν Διονύσιον ὡς ἐπιβουλεύοντα αὐτῷ· καὶ δὴ τοῦτο ἐξεληλέγχθαι κεκρίσθαι τʼ ἀποθνήσκειν αὐτόν. τὸν δέ, ἐπεὶ οὕτως αὐτῷ δέδοκται, εἰπεῖν δοθῆναί γε τὸ λοιπὸν τῆς ἡμέρας, ὅπως οἰκονομήσηται τά τε καθʼ ἑαυτὸν καὶ τὰ κατὰ Δάμωνα· εἶναι γὰρ αὐτῷ ἑταῖρον καὶ κοινωνόν· πρεσβύτερον δʼ αὐτὸν ὄντα πολλὰ τῶν περὶ τὴν οἰκονομίαν εἰς αὐτὸν ἀνειληφέ- ναι. ἠξίου δʼ ἀφεθῆναι ἐγγυητὴν παρασχὼν τὸν Δάμωνα. συγχωρήσαντος δὲ τοῦ Διονυσίου μετα- πεμφθεὶς ὁ Δάμων καὶ τὰ συμβάντα ἀκούσας ἐνεγ- γυήσατο καὶ ἔμεινεν ἕως ἂν ἐπανέλθῃ ὁ Φιντίας. ὁ μὲν οὖν Διονύσιος ἐξεπλήττετο ἐπ τοῖς- 61 νοις. ἐκείνους δὲ τοὺς ἐξ ἀρχῆς εἰσαγαγόντας τὴν διάπειραν τὸν Δάμωνα χλευάζειν ὡς ἐγκαταλειφθη- σόμενον. ὄντος δὲ τοῦ ἡλίου περὶ δυσμὰς ἥκειν τὸν Φιντίαν ἀποθανούμενον, ἐφʼ ᾧ πάντας ἐκπλαγῆναι. Διονύσιον δὲ περιβαλόντα καὶ φιλήσαντα τοὺς ἄν- δρας ἀξιῶσαι τρίτον αὑτὸν εἰς τὴν φιλίαν παραδέξα- σθαι· τοὺς δὲ μηδενὶ τρόπῳ καίτοι πολλὰ λιπαροῦν- τος αὐτοῦ συγκαταθεῖναι εἰς τοιοῦτο. καὶ ταῦτα μὲν Ἀριστόξενος ὡς παρʼ αὐτοῦ ἀκούσας Διονυσίου ἀπ- ήγγειλεν. Ἱππόβοτος δὲ καὶ Νεάνθης περὶ Μυλλίου καὶ Τιμύχας ἱστοροῦσι...