Anonymi summaria ratio geographiae in sphaera intelligendae

Anonymi summaria ratio geographiae in sphaera intelligendae

Anonymous, author; Geographi graeci minores Volumen Secundum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1861

11. Εἰδέναι δέ σε θέλω καὶ τοῦτο, ὡς ἡ οἰκουμένη πᾶσα εἴκοσι κα τρισὶ παράλληλοις μερίζεται, ὡς παρὰ τοῦ τεχνικοῦ Πτολεμαίου μανθάνομεν, οἳ τὴν τῶν κλιμάτων ἡμῖν δηλοῦσι θέσιν, δι᾿ ὧν αἱ τῶν ἡμερῶν καὶ νυκτῶν αὐξήσεις τε καὶ μειώσεις γίνονται. Θαυμασίως δὲ δηλοῦσιν ἀπ᾿ ἀνατολῶν ἕως δυσμῶν οἱ τοιοῦτοι παράλληλοι τάς τε ἐπαρχίας, ὅσαι ὑπὸ τὸν αὐτὸν παράλληλόν εἶσι, τάς τε πόλεις καὶ τἆλλα ὅσα τῇ γεωγραφίᾳ παρέπονται.

12. Εἴκοσι τριῶν τοιδυν ὄντων τῶν παραλλήλων ἐφʼ ἑκατέρου τοῦ ἰσημερινοῦ (ὃς καὶ αὐτὸς παράλληλον τοῖς λοιποῖς εχει τὴν θέσιν, ἀλλ᾿ ἰδίως ἰσημερινὸς καλεῖται κατὰ μέσα τέμνων τὴν ὅλην γῆν· ἀπ᾿ αὐτοῦ γὰρ γίνεται ἡ ἀρχὴ τῶν πρὸς βορρᾶν ἢ πρὸς νότον ἀνιουσῶν καὶ κατιουσῶν μοιρῶν, οὗ τὸ μῆκος προλαβόντες εἴπομεν εἶναι μυριάδων δ΄ σταδίων· ἐξῆς δὲ πρὸς βορρᾶν γράφεται παράλληλος, ὃς καλεῖται πρῶτος. Ἐριῖ δέ τις ἴσως· πῶς οὐχὶ δεύτερος καλοῖτο οὗτος, ἅτε προτιθεμένου τοῦ ἰσημερινοῦ; ἀλλ᾿ εἴρηται ἡ αἰτία ὅτι ὁ ἰσημερινὸς οὐχὶ παράλληλος, ἀλλ᾿ ἰδίως ἰσημερινὸς καλεῖται), πρῶτος δὴ τῶν λοιπῶν παραλλήλων ὁ μετʼ αὐτὸν λέγεται, ἐπί τε τὰ βόρεια ἰόντων ἡμῶν καὶ τὰ νότια. Ἀπέχει δὲ οὗτος τοῦ ἰσημερινοῦ μοίρας δ΄, δ΄ πρὸς βορρᾶν, καὶ διαφέρει τούτου μιᾶς ὥρας τετάρτῳ, διὰ τὸ πρὸς βορρᾶν ἀνιέναι τὸν ἥλιον. Ἐπ᾿ αὐτὰς δὲ τὰς θερινὰς τροπὰς γινομένου αὐτοῦ εἶναι τοῦτο εἰδέναι δέον.

Καὶ αὖοις ὁ δεύτερος παράλληλος, ἀπέχων καὶ οὗτος μοίρας μέν η΄, γ΄, ιβ΄, διαφέρων δὲ ἡμισείᾳ μιᾶς ὥρας, ἤτοι ἔχων τὴν μεγίστην ἡμέραν ὡρῶν ιβ΄ καὶ ἡμισείας.

Εἶτα ὁ τρίτος παράλληλος, ἀπέχωνμοίρας μέν ιβ΄ καὶ ἡμίσιεαν, διαφέρων δὲ ἡμίσει καὶ τετάρτῳ μιᾶς ὤρσς.