Anonymi summaria ratio geographiae in sphaera intelligendae

Anonymi summaria ratio geographiae in sphaera intelligendae

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

492

13. Καὶ ἑξῆς ὁ τέταρτος, ἐν ὡ ἡ ἀρχὴ τῶν κλιμάτων τέθειται (τοῦτο γάρ ἐστι τὸ διὰ Μερόης πρῶτον κλίμα) ἀπέχει δὲ τοῦ ἰσημερινοῦ πρὸς βορρᾶν μοίρας ιϚ΄, γ΄, ιβ΄, καὶ διαφέρει ὥρᾳ μιᾷ, ἤγουν ἔχει τὴν μεγίστην ἡμέραν ὡρῶν ιγ΄. Ἔχει τὸ μῆκος σταδίων μυριάδων ὀκτὼ καὶ Ϛτλγ ἔγγιστα. ᾯ ἀντίκειται ὁ νοτιώτατος παράλληλος ὁ δεύτερος ἀπὸ ποῦ ἰσημερινοῦ πρὸς νότον ἀπέχων μοίρας ιϚ΄, γ΄, ιβ΄, ὅσα καὶ ὁ διὰ Μερόης πρὸς βορρᾶν, διαφέρων τε μιᾷ ὥρα ὁμοίως τῷ διὰ Μερόης· ὡσαύτως δὲ καὶ τῷ μήκει ἶσος ἐστὶ τούτῳ· οἶ νοτιώτερον οὐδὶν ἐγνωρίσθη παρὰ ἀνθρώπων.

14. Μεταξὺ δὲ τούτου τε καὶ τοῦ ἰσημερινοῦ ὁ πρῶτος πρὸς νότον παράλληλος ἀπέχων τοῦ ἰσημερινοῦ μοίρας η΄, γ΄, ιβ΄, διαφορὰν δὲ ἔχων ἡμιωρίοῦ. Τῆς μιᾶς τοίνυν ὥρας τὴν διαφορὰν ἐπὶ θάτερα μέρη μοιρῶν ιϚ΄, γ΄, ιβ΄ εὑρίσκομεν οὖσαν. Τούτων δὲ τῶν νοτίων παραλλήλων, δηλονότι τοῦ διὰ Μερόης ἕνεκα παραλλήλου, μνημονεύσαντες, τοῦ προηργμένου δρόμου ἤδη ἐχώμεθα.

Πέμπτος τοιγαροῦν ὁ μετὰ τὸν διὰ Μερόης παράλληλος γράφεται, μοίρας μὲν ἀπέχων κ΄, δ΄, ὥραν δὲ μίαν καὶ δ΄.

Ὁ ἕκτος μετ᾿ αὐτὸν ὁ καὶ διὰ Συήνης γραφόμενος καὶ ὑπὸ τὸν θερινὸν τροπικὸν, ἀπέχων καὶ οὗτος μοίρας μὲν κγ΄, U+2220΄, δ΄, διαφέρων δὲ τοῦ ἰσημερινοῦ ὥρᾳ μιᾷ καὶ ἡμίσει· ἐν ᾧ ἐστι τὸ δεύτερον κλίμα· ἔχει δὲ μῆκος σταδίων μυριάδων ὀκτὼ καὶ βτλϚ΄.

Εἶνα ὁ ἕβδομος, ἀπέχων μοίρας μὲν κζ΄, U+2220΄, ὥραν δὲ α΄, U+2220΄, δ΄.

Ὁ ὄγδοος ὁ καὶ δι᾿ Ἀλεξανδρείας, ἀπέχων μοίρας μὲν λ΄, γ΄, ὥρας δὲ β΄· ἐν ᾧ τὸ τρίτον κλίμα. Ὅρα μοι τὴν τῆς ὥρας ἐνταῦθα διαφορὰν μοιρῶν οὖσαν ιγ΄, U+2220΄, γ΄, ιβ΄.

Ὁ ἔννατος ἀπέχων μοίρας μὲν λγ΄, γ΄, ὥρας δὲ β΄ καὶ δ΄.

Ὁ δέκατος ὁ καὶ διὰ Ῥόδου, ἀπέχων μοίρας μὲν λϚ΄, ὥρας δὲ β΄, U+2220΄, ἐν ᾧ τὸ τέταρτον κλίμα, οὗ τὸ μῆκος σταδίων μυριάδων ζ΄ καὶ βωιβ΄ ἔγγιστα.