Anonymi summaria ratio geographiae in sphaera intelligendae

Anonymi summaria ratio geographiae in sphaera intelligendae

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

9. Περὶ δὲ τῶν τῆς ἡμέρας διαφορῶν, καθότι ἐπὶ μὲν τοῦ κατὰ τὸν ἰσημερινὸν τμήματός ἐστιν ὡρῶν ιβ΄, ἐπὶ δὲ τοῦ κατὰ τὸν διὰ Θούλης ὡρῶν κ΄, καὶ τοῦτό σοι, καθόσον ἐστὶν ἡμῖν δυνατὸν, ἐροῦμεν.

Ἔστιν οὖν ἰδεῖν οὕτως. Ὑποτυπώσομεν ἐνταῦθα πόλον, Δύσληπτον μὲν γάρ ἐστιν, ὡς καὶ ἀνωτέρω εἰρήκαμεν, ἐν ἐπιπέδῳ τὴν τοῦ σφαιροειδοῦς καταλαβεῖν ὡς ἔνι θεωρίαν· πλὴν τοῖς νοῦν ἔχουσιν εὐκόλως ἂν καὶ διὰ τούτου καταληπτὴ γενήσεται, μόνον εἰ τοῖς σχήμασι καὶ στοιχείοις μετὰ ἀκριβείας προσέχωσι.

10. Πάλιν οὖν ἔστω κύκλος οὐράνιος ὁ A B Γ Δ, γῆ δὲ τὸ ἐντὸς, πλάτος δὲ τοῦ ζωδιακοῦ τὸ Ε E καὶ Θ. H

491
πλὴν ταττέσθω ἡ A Γ βόρειον καὶ νότιον, ἡ δὲ B Δ. δυτικὸν καὶ ἀνατολικὸν, ὡσαύτως καὶ ἡ μὲν E II θερινὸς τροπικὸς, ἡ δὲ ΖΘ χειμερινός. Ὑποθώμεθα τοίνυν ἀνιόντα τὸν ἥλιον ἐπὶ τὰς θερινὰς τροπὰς, ἢ ἀπιόντα ἐπὶ τὰς χειμερινάς· ἀνάγκη τὸ ἡμισφαίριον φωτίζειν, ὅπου ἂν καὶ ἐστι. Καὶ ὅρα μοι τὰς ἀπὸ τοῦ ΕΖ καὶ ΗΘ ἐκβαλλομένας γραμμὰς, καὶ ὅσον τὸ περιττεῦον τῷ βορείῳ ἢ τῷ νοτίῳ ἐννόησον. Οὕτω γὰρ ποιῶν ῥᾳδίως δυνήσῃ γνῶναι τὴν ἑκάστου διαφοράν. Ταὐτὸν οὖν διῖ νοεῖν ἐφ᾿ ὅλῳ τῷ πόλῳ. Ἰδού σοι καὶ τούτου τὴν λύσιν ὡς ἦν δυνατὸν ἐν ἐπιπέδῳ νοῆσαι παραδεδώκαμεν, εὐκολωτέρως δ᾿ ἂν εἶχες νοῆσαι, εἰ τὴν οἰκουμένην κατεσκευάσαμεν.