Ars rhetorica
Valerius Apsines
Valerius Apsines, Ars rhetorica, Spengel, Teubner, 1853
ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ. 8 ἀπὸ δὲ ἀψύχων ὡς παρὰ Δημοσθένει· ,,ὥσπερ γὰρ οἰκίας οἶμαι καὶ πλοίου. τὰ δὲ παραδείγματα ἐκ γεγονότων ἤδη λαμβάνεται προσώπων, ὡς παρὰ Δημοσθένει ,,λέγεται κατὰ τὴν παλαιὰν ἐκείνην εὐδαιμονίαν Ἀλκιβιάδης γενέσθαι.· πᾶν παράδειγμα ἔχει μὲν τὴν ὕλην ἐκ τῶν γεγονότων, λαμβάνεται δὲ ἢ ἐξ οἰκείων ἢ ἐξ ἀλλοτρίων. τὰ μὲν ἐξ οἰκείων ἀγωνιστικώτερα καὶ προσεχέστερα, καὶ τοῦτο χρὴ ἐπισημαίνεσθαι, ὡς παρὰ Δημοσθένει· ,,οὐ γὰρ ἀλλοτρίοις ἀλλʼ οἰκείοις ἡμῖν χρωμένοις [*](518) παραδείγμασιν εὐδαίμοσιν ἔξεστι γενέσθαι.· τὰ δὲ ἀπʼ ἀλλοτρίων προσώπων λαμβανόμενα ἔστι μὲν οὐχ ὁμοίως προσεχῆ, δεῖ δὲ αὐτὰ ὅμως μὴ ἀπηρτῆσθαι. χρήσιμοι δʼ ἐπʼ αὐτῶν καὶ αἰ προπαραιτήσεις, ὡς ἐπ᾿ ἐκείνου ὁ Δημοσθένης· ,,βούλομαι δʼὑμῖν ἐν Λοκροῖς ὡς νομοθετοῦσι, διηγήσασθαι οὐδὲν γὰρ χείρους ἔσεσθε παράδειγμά τι ἀκηκοότες, ἄλλως τε καὶ ᾧ πόλις εὐνομουμένη χρῆται.“ εἰ μὲν οὖν ἀπʼ ἀλλοτρίου προσώπου ἀδόξου δὲ γίνοιτο, χρὴ κατʼ ἐπιτίμησιν αὐτὸ εἰσάγειν· οἷον ,,αἰσχύνομαι μὰ τοὺς θεοὺς εἰ Μεγαρεῖς τόδε ἔπραξαν, ὑμεῖς δὲ ὄντες Ἀθηναῖοι μὴ πράξετε.“ εἰ δὲ ἀπʼ ἐνδόξου, οὕτω· ,,καλὸν δʼ ὑμῖν ζηλῶσαι τοὺς ἄνδρας καὶ τὰ ἐκείνων, ἔστι δὲ ταῦτα. χρὴ δὲ τὰ παραδείγματα γνώριμα εἶναι καὶ σαφῆ, καὶ μὴ πάνυ ἀρχαῖα μηδὲ μυθώδη, συνᾴδοντα δὲ τοῖς ὑποκειμένοις καὶ μὴ ἀπομηκύνεσθαι ἄγαν, εἰ μὴ ἀπὸ μεγάλων εἴη τὸ παράδειγμα, ὁποῖον τὸ περὶ Ἀλκιβιάδου ἐν τῷ κατὰ Μειδίου.
Χρεία δὲ ἐν προοιμίοις μὲν οὐ πάνυ τι παραδείγματος, ἐν δὲ τῷ ἄλλῳ λόγῳ, καὶ ἤτοι προτάττομεν τούς λογισμοὺς τῶν παραδειγμάτων ἢ ἐπάγομεν· ἔστι δὲ ἰσχυρότατον ἐν λόγῳ τὸ παράδειγμα· λαμβάνεται δʼ ἀπὸ τεσσάρων, ἀπὸ ὁμοίου, ἀπʼ ἐναντίου, ἀπὸ μείζονος, ἀπʼ
Τίθεται δὲ τῶν παραδειγμάτων τὰ μὲν ἀπὸ ὡρισμώνων, ὡς ἐν τῷ κατὰ Μειδίου· „λέγεται τοίνυν κατὰ τὴν παλαιὰν εὐδαιμονίαν Ἀλκιβιάδης γενέσθαι.“ ἀορίστως δʼ οἷον εἰ λέγοις, οὐκ ἐφ᾿ ἡμῶν μόνον, ἀλλὰ καὶ ἐκ παντὸς τοῦ χρόνου ἔθος ἔστιν ὑμῖν τοῖς κινδυνεύουσιν βοηθεῖν καὶ κοινὴν παρέχειν τὴν πόλιν.
Δεῖ δὲ ἐν τοῖς παραδείγμασι γοργῶν σχημάτων· τῇ γὰρ ἑαυτῶν φύσει ἐστὶν ὕπτια, ἅτε δὴ ἀφηγηματικὰ ὄντα, καὶ οὐ κατὰ διακοπὴν εἰσαγόμενα, ὡς ἐν ἐκείνῳ· „μλέγεται κατὰ τίην παλαιὰν εὐδαιμονίαν Ἀλκιβιάδης γενέσθαι, ᾧ σκέψασθε τίνων ὑπαρχόντων οὐ γάρ ἐστι διακοπή. ἢ πλαγιασμὸς ἐπάγεται, ὃς ποιεῖ εὐτονίαν, ὡς ἐν τῷ πρὸς Λεπτίνην· ,,λέγονται οἱ τριάκοντα χρήματα δανείσασθαι παρὰ Λακεδαιμονίων ἐπὶ τοὺς ἐν Πειραιεῖ.“ εἶθ᾿ ὁ πλαγιασμὸς εὐθέως ἕπεται, „λόγων δὲ γενομένων·“ [*](520) ἢ ἄλλο τι τῶν γοργῶν σχημάτων τίθεται δὴ κατὰ πλαγιασμὸν ἢ κατὰ συστροφὴν καὶ τόνον λαμβάνει, ὡς παρὰ Δημοσθένει· „εἰ γὰρ ὅθ᾿ ἥκομεν Εὐβοεῦσι βεβοηθηκότες.“ πολλάκις δὲ προσπλέκεται παραδείγματα παραδείγμασιν, ἃ μὴ διαιρεθέντα ἀπ᾿ ἀλλήλων ὑπόνοιαν
Περιείληπται μὲν καὶ ταῦτα ἐν τῷ περὶ λύσεων, ἴδωμεν 9 δὲ κἀνταῦθα ἀκριβέστερον. πᾶν παράδειγμα λύεται κατ᾿ ἀνατροπήν, ὡς ἐπʼ ἐκείνου ἐν τῷ κατ᾿ Ἀνδροτίωνος· ,,φήσει τοίνυν τοῦτον ἁπάσας τὸν τρόπον εἰληφέναι τὰς βουλάς, ὅσαι πώποτε ἔχουσι παῤ ὑμῶν δωρεάν εἶτα κατ᾿ ἀνατροπὴν ἡ λύσις. „ἐγὼ δ᾿ οἶμαι μὲν οὐχὶ λέγειν αὐτὸν ἀληθῆ, μᾶλλον δ᾿ οἶδα σαφῶς. γίνεται δὲ [*](521) παραδείγματος λύσις καὶ ἐκ διαφορᾶς, ὅ ἐστι τῆς μεθόδου, ὡς ἐν τῷ κατὰ Μειδίου, ἐπλήγη, φησίν, ὁ πρόεδρος ὑπὸ Πολυζήλου, ὅτι μὴ ὅμοιον τό τε Μειδίου εἰς ἐμὲ καὶ τὸ Πολυζήλου εἰς πρόεδρον. πρῶτον ὁ τὸν πρόεδρον πατάξας τρεῖς εἶχε προφάσεις, μέθην, ἔρωτα, ἄγνοιαν. εὑρίσκεται δ᾿ ἡ διαφορὰ ἢ κατὰ γνώμην, ὡς ἐνθάδε· ὁ μὲν Πολύζηλος, φησί, διὰ μέθην τοῦτο ἔδρασε, Μειδίας δὲ δἰ ἔχθραν ἢ κατὰ καιρόν ὁ μὲν γάρ, φησίν, ἐν δείπνῳ, ἐγὼ δὲ ἐν ἱερομηνίᾳ ἐτυπτόμην· ἢ κατὰ τόπον, ὡς ἐνταῦθα, ὁ μέν γε ἐν οἰκίᾳ, φησίν, ἐτυπτήθη, ἐγὼ
Γίνεται δὲ λύσις παραδείγματος καὶ ἐκ τοῦ παρεπομένου, οἷον εἰ λέγειν δυνάμεθα, ὅτι οὐδ᾿ ἐκείνοις ταῦτα πράξασι συνήνεγκεν, ἀλλὰ τόδε αὐτοῖς συνέβη. γίνεται δὲ λύσις παραδείγματος καὶ κατὰ ἀντιπαράστασιν ἐνδόξου προσώπου, ὅταν ἢ παράδειγμα ἀντιθῶμεν, ἢ νόμον, ὡς ἐν ἐκείνῳ ἐν τῷ κατ᾿ Ἀνδροτίωνος ,,καὶ ἄλλαι γάρ,· φησί, „βουλαὶ τοῦτον εἰλήφασι τὸν τρόπον δωρεάν.“ ἡ λύσις κατ᾿ ἀντίθεσιν ἐνδόξου· „ἐγω δ᾿ εἰ καὶ τοῦτο τοιοῦτόν ἐστι μάλιστα, ὁ νόμος δὲ λέγει τὰ ἐναντία·“ γίνεται δὲ ἐκ περιτροπῆς λύσις παραδείγματος, οἷον ,,οὐ γὰρ εἴ τι πώποτε μὴ κατὰ τοὺς νόμους ἐπράχθη, σὺ δὲ [*](522) τοῦτο ἐμιμήσω, διὰ τοῦτο ἀποφύγοις ἂν δικαίως, ἀλλὰ [*]((703)) πολὺ μᾶλλον ἁλίσκοιο.“
10 Εἶπον ὅτι εἰς δύο τέμνεται τὸ ἐπιχείρημα ἢ εἰς παράδειγμα ἢ εἰς ἐνθύμημα· λείπεται δὲ περὶ ἐνθυμημάτων εἰπεῖν. πᾶν ἐνθύμημὰ γίνεται ἢ ἀπὸ ἐλάττονος, ἢ ἀπὸ παρακειμένου, ἢ ἀπὸ ἐναντίου, ἢ ἀπὸ μείζονος, ἢ κατὰ ἐναντίωσιν κρίσεως ἐνδόξου, ἢ συλλογιστικῶς, ἢ ἐκ διλημμάτου, ὅταν δύο ἐναντία θεὶς ἐξ ἀμφοῖν ἕλῃς, ἢ ἀπὸ οὐσίας, ἢ ἀπὸ τῶν ἀποβάσεων τῶν ἐνδεχομένων, ἢ κατὰ πρόσληψιν, ἢ ἐκ τοῦ ἐκλειφθέντος, ἢ ἐξ ἀκολούθου συλλογιστικῶς, ἢ ἐκ μάχης. ὁ μὲν οὖν ἀπὸ τοῦ ἐλάττονος τόπος φύσει μὲν αὐξητικός· τοιοῦτος δ᾿ ἐστίν, οἷον ἐπὶ τοῦ τὸ ναυτικὸν διαφθείραντος καὶ κρινομένου, φέρε, εἰ