Ars rhetorica
Valerius Apsines
Valerius Apsines, Ars rhetorica, Spengel, Teubner, 1853
11 Περὶ μὲν τῶν στάσεων καὶ τῶν ἑκάστῃ ἐμπιπτόντων κεφαλαίων ἱκανῶς τοῖς πρὸ ἡμῶν λέλεκται, νυνὶ δὲ ἴδωμεν αὐτὰ τὰ κεφάλαια τὰ κυριώτατα τῶν κεφαλαίων, ἐκ ποίων τόπων σύγκειται καὶ κατὰ ποίας κατασκευὰς συνίσταται. καὶ πρῶτόν γε περὶ τῶν τελικῶν εἴπωμεν. ἔστι δὲ ταῦτα, νόμιμον, δίκαιον, συμφέρον, ἔνδοξον, δυνατόν, εἰ βούλει σαφὲς πρὸς τούτοις. καὶ πρῶτόν γε περὶ τοῦ νομίμου.
[*]((705))Τὸ νόμιμον κεφάλαιόν ἐστι τῶν ἄγαν ἰσχυρῶν. λαμβάνει δὲ τὰς συστάσεις ἀπὸ χρόνου, ἀπὸ ποιότητος τοῦ γράψαντος, ἀπὸ διανοίας τοῦ γράψαντος, ἀπὸ κοινῆς
Διαβάλλεται δὲ νόμος ἀπὸ τῶν ἐναντίων, ὅτι καινός, ὅτι οὐκ ἀξιόπιστος ὁ γράψας ἢ τὸ πρᾶγμα ὃ διαγορεύει
Περὶ ἔθους. τὸ δὲ ἔθος καὶ ἀντὶ τοῦ νομίμου παραλαμβάνεται· ἔχει δὲ ὕλην καὶ τὰς κατασκευὰς ἐκ τῶν γεγονότων καὶ παραδεδομένων· λαμβάνεται δὲ διχῶς ἢ ἐξ ἰδιότητος τοῦ ὑποκειμένου προσώπου ἢ ἐκ κοινότητος, ὡς ἐπʼ ἐκείνου· βουλεύονται Ἀθηναῖοι, εἰ δεῖ θάψαι τοὺς δέκα στρατηγούς· ἀπὸ κοινότητος μέν, ὅτι κοινῇ πᾶσιν ἀνθρώποις καθέστηκε θάπτειν τοὺς οἰχομένους συνήθεια· ἐξ ἰδιότητος δὲ τοῦ ὑποκειμένου προσώπου, ὅτι Ἀθηναίοις καὶ τοὺς ἀλλοτρίους νεκροὺς θάπτειν ἔθος, οἷα τὰ περὶ Ἀργείους ἔπραξαν, πολύ γε δήπου πρότερον τοὺς οἰκείους προσήκει. οὐκοῦν καὶ ἀπὸ τῶν ἐναντίων αἱ ἀνατροπαί, ἢ ὅτι ἄλλοις ἢ ὅτι ἡμῖν οὐκ ἔθος, τὰ δόγματα καὶ ἀντὶ νόμων ἰσχύει. καὶ σχεδὸν ἀπὸ τῶν αὐτῶν ἐννοιῶν κατασκευάζεται, ὅτι ὀρθῶς ἔχει ἀπὸ τῶν βουλευσαμένων, εἰ ἔνδοξον εἴη πρόσωπον τὸ ὑποκείμενον, καὶ οὐχ οἷον πρὸς ἀπάτην τι δοκεῖν βουλεύεσθαι, εἰ δὲ καὶ αὐτὸ τὸ δόγμα συντρέχον καὶ τοῖς νόμοις τοῖς προγονικοῖς φαίνοιτο· ἀπὸ τοῦ ἐλλείποντος, εἰ οὐδ᾿ ἀντείποι τις τῶν νῦν ἀντιλεγόντων· ἀπὸ ἐνδόξου κρίσεως, ὅτι καὶ οἱ νόμοι φυλάττειν κύριά φησι κελεύουσι τὰ τοῦ δήμου δόγματα. ἐκ διαφορᾶς· ταύύτῃ διενήνοχεν ἡ δημοκρατία τυραννίδος, ὅτι ἡ μὲν ἄκυρον ποιεῖ τὸν δῆμον, ἡ δὲ κύριον. ἐκ τοῦ ἐλάττονος· εἰ καὶ τὰς ἰδίας ὁμολογίας φυλάττειν ἔννομον, πολὺ δήπου τὰς τοῦ δήμου.
Τὸ δίκαιον διχόθεν συνίσταται ἀπὸ προσώπου ἢ ἀπὸ [*](530 (706)) πράγματος· ἀπὸ μὲν προσώπου· δίκαιον βοηθεῖν, ἀστυγείτονες γάρ, εἰ οὓτω τύχοι, ἢ ὁμογενεῖς ἢ φίλοι ἢ εὐεργέται· ἢ πάλιν ἀπὸ τῶν ἐναντίων, εἰ τιμωρεῖσθαι κελεύοις, ὅτι ἐχθροί, ὅτι προϋπῆρξαν, ὅτι ἀλλόφυλοι. ἀπὸ δὲ πράγματος, ὅτι ἴσον, ὅτι πρὸς τὴν ἀξίαν, ὅτι καὶ πᾶσι τοῖς τὰ δίκαια φρονήσασιν οὕτως ἔδοξεν.
Τὸ συμφέρον κατασκευάζεται ἀπὸ τῶν ἐκβάσεων οἷα ἐκβήσεται πεισθεῖσι. τέλειαι δὲ ἀποδείξεις συμφέροντος, ὅταν ἐπʼ ἄμφω ἀποδείξῃς, τί μὲν ἔσται πεισθεῖσι, τί δὲ εἰ μὴ ὑπακούσαιεν, ὡς παρὰ Δημοσθένει ἐν Ὀλυνθιακοῖς. ἀλλὰ ἡλίκα γ᾿ ἐστὶ τὰ διάφορα ὑμᾶς ἐκεῖ πολεμεῖν ἢ παῤ ὑμῖν ἐκεῖνον, οὐδὲ λόγου προσδεῖν ἡγοῦμαι· ἔτι τελεία ἐστὶν ἐξέτασις συμφέροντος, ὅταν δείξωμεν, ὅτι καὶ ἡμεῖς ὠφεληθησόμεθα καὶ τοὺς ἐχθροὺς βλάψομεν. ἔτι καὶ ἀπὸ τοῦ χρόνου, ὅτι οὐκ εἰς τὸ παρὸν μόνον, ἀλλὰ καὶ εἰς τὸν πάντα χρόνον ἐκ τούτων ἄμεινον οἰκήσομεν. ἐκ παραδείγματος, ὅτι καὶ πρότερον πράξασι ταῦτα συνήνεγκε. καὶ ἀπὸ τοῦ ἐναντίου, ὅτι ἐλλειφθέντα ἔβλαψεν.
Τὸ δυνατὸν ἐκ τῶν ἐκτὸς μάλιστα κατασκευάζεται, φίλων, χρημάτων, συμμάχων, τόπου, καιροῦ, θεῶν εὐνοίας. κατασκευάζεται δὲ καὶ ἐκ παραδειγμάτων, ὅτι καὶ πρότερον οὐκ ἐλάττονας πολέμους εὖ ἔθεντο. τελεία δὲ κατασκευὴ δυνατοῦ, εἰ δείξαιμεν, ὅτι καὶ ἡμεῖς ἰσχυροὶ καὶ οἱ πολέμιοι ἀσθενεῖς, ὡς ἐν Φιλιππικοῖς πολλαχοῦ.