Ars rhetorica
Valerius Apsines
Valerius Apsines, Ars rhetorica, Spengel, Teubner, 1853
Καὶ ἡ εἰς ἄτοπον ἀπαγωγὴ ἰδέα λύσεων οὐκ ἀγεννής, ὅταν λέγωμεν ὅτι κατὰ τοῦτον τὸν λόγον πολλῶν καὶ ἄλλων ἀποστατέον, καὶ εἰς ἀπέραντον προβήσεται, ὡς ἐν τῷ πρὸς Λεπτίνην, ἐξαπατᾶται,φησίν, ὁ δῆμος, καὶ διὰ τοῦτο οὕτως ἔθηκα τὸν νόμον, τοῦτο ἔλυσε τῇ εἰς ἄτοπον [*](514) ἀπαγωγῇ χρησόμενος· ,,τί οὖν κωλύει πάντα ἀνῃρῆσθαι[*]((700))
Γίνονται δὲ λύσεις καὶ ἐκτοῦ ἐλλιποῦς, ἢ παραγραφικῶς ἢ κατὰ χρόνον ἢ τόπον.
Γίνεται λύσις καὶ μεταστατικῶς ἢ ἐπὶ τὰ ἐν ἡμῖν πάθη ἢ συγγνωστά, οἷον ἀδικεῖς,φησίν,ὑβρίσας· ἢ συγγνωστὸς διὰ μέθην ἢ διὰ μανίαν. ἐπὶ τὰ ἐκτὸς δέ, ὡς ἐν τῷ περὶ στεφάνου· ,,ἥττης γέγονας αἴτιος, ὦ Δημόσθενες· κυρία τούτου ἡ τύχη. ἔτι δʼ ἔστιν ὅτε καὶ λύσις λύσει συνεμπίπτει, καὶ ἡ μέθοδος τῇ ἀνατροπῇ ἐκ τῶν αὐτῶν ἐνίοτε ὁρμᾶσθαι δοκεῖ, οὐ χρὴ δὲ θαυμάζειν, ἐπεὶ καὶ στάσις στάσει συνεμπίπτει.
Ἡμεῖς δὲ τοὺς τόπους τῶν λύσεώ σοι παρεχόμεθα, οὓς εἰδὼς ῥᾷον εὐπορήσεις λύσεων. ἔτι δὲ κἀκεῖνο χρή σε εἰδέναι, ὅτι οὐ πάσαις ταῖς λύσεσι χρῆσθαι ῥᾴδιον, ἀλλὰ ταῖς ἐμπιπτούσαις. ἔστω δὴ καὶ ἀντίθεσις ἐπὶ τῶν ὀμοσάντων μὴ γῆμαι καὶ κρινομένων, ὅτι πολλὰ λυπηρὰ τοῖς γάμοις παρακολουθεῖ, καὶ γυναικῶν ἀσέλγεια καὶ παίδων πονηρία. ἐνταῦθα οὐ δυνάμεθα κατὰ ἀνατροπὴν [*](515) ἀπαντῆσαι, ὅτι οὐδὲν λυπηρὸν συμβαίνει, ψεῦδος γάρ, ἀλλὰ μεθοδεύω αὐτὸ πρῶτον κατὰ μείωσιν, οὐ πᾶσι τὰ αὐτὰ κατʼ ἀντιπαράστασιν ἀγαθοῦ, οὐ δεῖ τὰ προσόντα λυπηρὰ μόνον σκοπεῖν, ἀλλὰ καὶ τὰ ἀγαθά, ἔστι δὲ ταῦτα παιδοποιΐα,διαδοχὴ γένους, κλήρου, πολιτείας, τὸ γηροκομίαν
Χρὴ δὲ τὰς μὲν ἀσθενεστέρας λύσεις προτέρας τιθέναι, τὰς δὲ ἰσχυροτέρας δευτέρας· εἰ γὰρ αἱ ἰσχυρότεραι πρότεραι τεθεῖεν, οὐκέτι χώραν ἕξουσιν αἱ ἀσθενέστεαι. εἰσάγονται δʼ αἱ μὲν ἀσθενέστεραι, ὡς ἐπὶ τὸ πλεῖστον κατὰ παράλειψιν, αἱ δὲ ἰσχυρότεραι ὡς ἐπὶ τὸ πλεῖστον προηγουμένως ἐπισημαινομένων ἡμῶν τὰς δυνάμεις [*](516) αὐτῶν. ἐνίοτε μέντοι καὶ αἱ ἰσχυρότεραι κατὰ παράλειψιν τίθενται, ὡς ἐν τῷ πρὸς Λεπτίνην· ,,ἐγὼ δʼ ὅτι μὲν τινῶν κατηγοροῦντα πάντας ἀφαιρεῖσθαι τῶν ἀτόπων ἐστὶ παραλείψω. ἐνίοτε καὶ συνεισάγονται ταῖς ἀντιθέσεσιν αἱ λύσεις, ὡς ἐν τῷ παραπρεσβείας· ,,οὕτω τοίνυν πολλὰ καὶ δεινὰ καὶ πάντα καθʼ ὑμῶν πεπρεσβευκὼς περιϊὼν λέγει,τί δʼ ἄν εἰποις περὶ Δημοσθένους,ὃς
Τῶν δὲ λύσεων ἀπασῶν τῶν προειρημένων αἱ μέν [*](517) εἰσιν ἐξ ἰδιότητος, αἰ δὲ ἐκ κοινότητος. ἐκ κοινότητος μέν, ὡς παρὰ Θουκυδίδῃ ἐκεῖνο· ,,ἢν δὲ λέγωσιν ὡς οὐ δίκαιον τούς σφετέρους ἀποίκους ὑμᾶς δέχεσθαι, μαθέτωσαν ὡς πᾶσα ἀποικία εὐ μὲν πάσχουσα τιμᾷ τὴν μητρόπολιν, ἀδικουμένη δʼ ἀλλοτριοῦται. ἐκ κοινότητος ἡ λύσις ἡ δʼ ἐξῆς ἐξ ἰδιότητος· ,,ὡς δʼ ἠδίκουν σαφές ἐστ.“
8 Παραβολὴ παραδείγματος τούτῳ διαφέρει, ὅτι ἡ μὲν παραβολὴ ἀπʼ ἀψύχων ἢ ζῴων ἀλόγων λαμβάνεται· ἀπὸ μὲν ἀλόγων, ὡς παρʼ Ὁμήρῳ,