De Mysteriis
Iamblichus
Iamblichus. Jamblichi De mysteriis Liber. Parthey, Gustav, editor. Berlin: Nicolai, 1857.
Οὐ μέντοι τὴν ὑπὸ σοῦ διάκρισιν ὑποτεινομένην αὐτῶν προσιέμεθα, ἥτις τὴν πρὸς τὰ διαφέροντα σώματα κατάταξιν, οἷον θεῶν μὲν πρὸς τὰ αἰθέρια, δαιμόνων δὲ πρὸς τὰ ἀέρια, ψυχῶν δὲ τῶν περὶ γῆν, αἰτίαν εἶναί φησι τῆς νυνὶ ζητουμένης διαστάσεως. ἥτε γὰρ κατάταξις, οἷον τοῦ Σωκράτους εἰς τὴν φυλὴν ὅταν πρυτανεύῃ, ἀναξίως ὑπόκειται τῶν θείων γενῶν, ἅπερ ἀπόλυτα πάντα καὶ ἄφετα καθ’ ἑαυτὰ ὑπάρχει. καὶ τὸ κυριώτερα ποιεῖν τὰ σώματα πρὸς τὸ εἰδοποιεῖν τὰ ἑαυτῶν πρῶτα αἴτια,
δεινὴν ἀτοπίαν ἐμφαίνει· δουλεύει γὰρ ταῦτα ἐκείνους· καὶ ὑπερετεῖ πρὸς τὴν γένεσιν. ἔτι οὐδὲ ἔνεστι τοῖς σώμασι τὰ γένη τῶν κρειττόνων, ἀλλ’ ἔξωθεν αὐτῶν ἡγεμονεύει· οὐκ ἄρα συναλλοιοῦται τοῖς σώμασιν· ἔτι δίδωσι μὲν ἀφ’ ἐαυτῶν εἰς τὰ σώματα πᾶν ὅσον δύναται δέξασθαι· ἐκεῖνοι ἀγαθόν, αὐτὰ δὲ ἀπὸ τῶν σωμάτων οὐδὲν παραδέχεται, ὥστε οὐδ’ ἀπ’ αὐτῶν δέξαιτο ἄν τινα ἰδιώματα. εἰ μὲν γὰρ ὡς ἕξεις τῶν σωμάτων ἢ ὡς ἔνυλα εἴδη ἢ ἄλλον τρόπον σωματοειδῆ ἦν, ἐδύνατο· ἂν ἴσως καὶ αὐτὰ τὰς τῶν σωμάτων διαφορὰς συμμιεταβάλλεσθαι, εἰ δὲ χωριστὰ ἀπὸ τῶν σωμάτων καὶ ἀμιγῆ καθ’ ·ἑαυτὰ προϋπάρχει, τίς ἂν γένοιτο ἀπὸ τῶν σωμάτων ἐπεισιοῦσα εὔλογος· εἰς αὐτὰ διάκρισις;Πρὸς δὴ τούτοις τὰ σώματα κρείττω ποιεῖ. τῶν θείων γενῶν οὗτος ὁ λόγος, εἴπερ αὐτὰ τὴν ἕδραν παρέχει τοῖς κρείτοσιν αἰτίοις, καὶ τὰ κατ’ οὐσίαν ἰδιώματα ἐν αὐτοῖς τίθησιν. εἰ δ’ ἄρα τὶς καὶ λήξεις καί διανομὰς καὶ συγ
κληρώσεις συντάττοι τῶν διοικούντων πρὸς τὰ διοικούμενα,· οὗτος δῆλον ὅτι καὶ κῦρος ἀποδώσει τοῖς βελτίοσι· διότι γάρ ἐστι τοιαῦτα τὰ ἐφεστηκότα, διὰ τοῦτο αἱρεῖται τὴν τοιαύτην λῆξιν καὶ εἰδοποιεῖ ταύτην καθ’ ἑαυτήν, ἀλλ’ οὐκ αὐτὴ πρὸς τὴν τῆς ὑποδοχῆς φύσιν ἀφομοιοῦται.Ἐπὶ μὲν οὖν τῶν ἐν μέρει, λέγω δὲ τῆς κατὰ μέρος ψυχῆς, συγχωρεῖν δεῖ τὸ τοιοῦτον. οἷον γὰρ προὔβαλε βίον ἡ ψυχὴ πρὶν καὶ εἰς ἀνθρώπινον σῶμα εἰσκριθῆναι, καὶ οἷον εἶδος πρόχειρον ἐποιήσατο, τοιοῦτον καὶ ὀργανικὸν σῶμα ἔχει πρὸς ἑαυτὴν συνηρτημένον, καὶ φύσιν παραπλησίαν συνακολουθοῦσαν, ἥτις ὑποδέχεται αὐτῆς τὴν τελειοτέραν ζωήν. ἐπὶ δὲ τῶν κρειττόνων καὶ τῶν ὡς ὅλων περιεχόντων τὴν ἀρχήν, ἐν τοῖς κρείττοσι τὰ χείρονα καὶ ἐν τοῖς ἀσωμάτοις τὰ σώματα καὶ ἐν τοῖς δημιουργοῦσι τὰ δημιουργούμενα παράγεται, καὶ ἐν αὐτοῖς τε κύκλῳ περιέχουσι κατευθύνεται· αἵ τε οὖν τῶν οὐρανίων
περιφοραὶ εἰς τὰς οὐρανίας περιφορὰς τῆς αἰθερίας ψυχῆς ἐντεθεῖσαι τὸ πρῶτον ἀεὶ ἐνυπάρχουσι, καὶ αἱ ψυχαὶ τῶν κόσμων εἰς τὸν νοῦν ἑαυτῶν ἀνηκούσαι περιέχονται ὑπ’ αὐτοῦ τελείως καὶ ἐν αὐτῷ πρώτως. ἀπογεννῶνται· καὶ ὁ νοῦς ὅ τε μεριστὸς ὡσαύτως καὶ ὁ πᾶς ἐν τοῖς κρείττοσι γένεσι συνείληπται. ἀεὶ οὖν ἐπιστρεφομένων τῶν δευτέρων ἐπὶ τὰ πρῶτα καὶ τῶν ἀνωτέρων ὡς παραδειγμάτων ἐξηγουμένων τῶν ὑποδεεστέρων, ἀπὸ τῶν κρειττόνων τοῖς χείροσιν ἥ τε .οὐσία καὶ τὸ εἶδος παραγίνεται, ἐν αὐτοῖς τε τοῖς βελτίοσι πρώτως παράγεται τὰ ὕστερα, ὥστε ἀπ’ αὐτῶν ἐφήκει καὶ ἡ τάξις καὶ τὸ μέτρον τοῖς χείροσι καὶ αὐτὰ ἅπερ ἐστὶν ἕκαστα, ἀλλ’ οὐχὶ ἀνάπαλιν ἀπὸ τῶν ἐλαττόνων ἐπὶ τὰ προέχοντα αὐτῶν ἐπιρρεῖ τὰ ἰδιώματα.Ἀποδέδεικται μὲν οὖν διὰ τούτων ψευδὴς οὖσα ἡ τοιαύτη σωματοειδὴς διαίρεσις. ἔδει δέ που μάλιστα μὲν μηδὲν ὑποθέσθαι τοιοῦτον· εἰ δ’ ἄρα σοι τοῦτο ἔδοξε, μὴ ἀξιοῦν τὸ ψεῦδος λόγου. ἐπεὶ οὐκ εὐπορία τοῦτ’ ἔστιν ἐλέγχων, ἀλλὰ μάτην τις ἑαυτὸν κόπτει, εἰ τὰ ψευδῇ
ὑποθέμενος ἀναιρεῖν ἐπιχειρεῖ ταῦτα ὡς οὐκ ἀληθῆ. πόθεν γὰρ δὴ χωρίζεται ἡ ἀσώματος καθ’ ἑαυτὴν οὐσία τοῖς ποίοις σώμασιν, ἡ μηδὲν ἔχουσα κοινὸν πρὸς τὰ μετέχοντα αὐτῆς σώματα; πῶς δὲ δὴ ἡ μὴ τοπικῶς παροῦσα τοῖς σώμασι τοῖς σωματικοῖς τόποις διακρίνεται; καὶ ἡ μὴ διειργομένη μερισταῖς περιγραφαῖς ὑποκεμένων κατέχεται μεριστῶς ὑπὸ τῶν μερῶν τοῦ κόσμου; τί δὲ δὴ καὶ τὸ διακωλῦόν ἐστι τοὺς θεοὺς προϊέναι πανταχοῦ; καὶ τί τὸ ἀνεῖργον αὐτῶν τὴν δύναμιν, ὥστε ἰέναι μέχρι τῆς οὐρανίας ἀψῖδος; ἰσχυροτέρας γὰρ ἂν εἴη τοῦτο αἰτίας ἔργον, τῆς κατακλειούσης αὐτοὺς καὶ περιγραφούσης ἔν τισι μέρεσι. καὶ τὸ μὲν ὄντως ὃν καὶ καθ’ ἑαυτὸ ἀσώματον πανταχοῦ ἐστὶν ὅπου περ ἂν βούληται, τὸ δὲ θεῖον καὶ πάντα ὑπερέχον, εἰ περιέχεται ὑπὸ τῆς τοῦ ὅλου κόσμου τελειότητος, καὶ ὡς ἐν μέρει τινὶ ὑπ’ αὐτοῦ περιείληπται, ἐλαττοῦται ἄρα καὶ τοῦ κατὰ τὸ σῶμα μεγέθους. οὐχ ὁρῶ δὲ ἔγωγε καὶ τίνα τρόπον δημιουργεῖται τὰ τῇδε καὶ εἰδοποιεῖται, εἴ γε μηδεμία θεία δημιουργία καὶ τῶν θείων εἰδῶν μετουσία διατείνεται διὰ παντὸς τοῦ κόσμου.·Ὅλως δὲ τῆς ἱερᾶς ἁγιστείας καὶ τῆς θεουργικῆς κοινωνίας θεῶν πρὸς ἀνθρώπους ἀναίρεσίς ἐστιν αὕτη ἡ δόξα, τὴν τῶν κρειττόνων παρουσίαν ἔξω τῆς γῆς ἐξορίζουσα. οὐδὲν γὰρ ἄλλο λέγει ἢ ὅτι ἀπῴκισται τῶν περὶ γῆν τὰ θεῖα καὶ ὅτι ἀνθρώποις οὐ συμμίγνυνται καὶ ὡς ἔρημος αὐτῶν ἐστὶν ὁ τῇδε τόπος· οὐδὲ ἡμεῖς οὖν οἱ ἱερεῖς οὐδὲν παρὰ τῶν θεῶν μεμαθήκαμεν κατὰ τοῦτον τὸν λόγον, οὐδὲ σὺ ὀρθῶς ἡμᾶς ἐρωτᾷς ὡς εἰδότας τι περιττότερον, ἐπείπερ μηδὲν τῶν ἄλλων ἀνθρώπων διαφέρομεν.
Ἀλλ’ οὐδέν ἐστι τούτων ὑγιές· οὔτε γὰρ οἱ θεοὶ κρατοῦνται ἔν τίσι τοῦ κόσμου μέρεσιν, οὔτε τὰ περὶ γῆν ἄμοιρα αὐτῶν καθέστηκεν. ἀλλ’ οἱ μὲν κρείττονες ἐν αὐτῷ ὡς ὑπὸ μηδενὸς περιέχονται καὶ περιέχουσι πάντα ἐν ἑαυτοῖς· τὰ δ’ ἐπὶ γῆς ἐν τοῖς πληρώμασι τῶν θεῶν
ἔχοντα τὸ εἶναι, ὁπόταν ἐπιτήδεια πρὸς τὴν θείαν μετοχὴν γένηται, εὐθὺς ἔχει πρὸ τῆς οἰκείας ἑαυτῶν οὐσίας προϋπάρχοντας ἐν αὐτῇ τοὺς θεούς.Ὅτι μὲν οὖν ἡ ὅλη διαίρεσις αὕτη ψευδής ἐστι καὶ ἡ ἔφοδος ἐπὶ τὴν τῶν ἰδιωμάτων θήραν παράλογος καὶ τὸ διοικίζειν ἔν τινι τόπῳ τοὺς θεοὺς οὐκ ἀντιλαμβάνεται τῆς ὅλης ἐν αὐτοῖς οὐσίας καὶ δυνάμεως, διὰ τούτων παρεστήσαμεν. ἦν μὲν οὖν ἄξιον παραλιπεῖν τὴν ἐξέτασιν τῶν ὑπὸ σοῦ πρὸς ταύτην τὴν διανομὴν τῶν κρειττόνων ἀντειρημένων, ὡς οὐδὲν πρὸς ἔπος τοῖς ἀληθέσι νοήμασιν ἀντιλέγουσαν· ἀλλ’ ἐπεὶ δεῖ τοῦ λόγου στοχάζεσθαι μᾶλλον καὶ τῆς θείας ἐπιστήμης, ἀλλὰ μὴ πρὸς ἄνδρα διαλέγεσθαι, καὶ ἡμεῖς διὰ τοῦτο ἐναρμόζομεν τὴν ἀπηρτημένην ἀμφισβήτησιν πρὸς εὔλογόν τινα καὶ θεολογικὴν ἀντίληψιν.