De Mysteriis
Iamblichus
Iamblichus. Jamblichi De mysteriis Liber. Parthey, Gustav, editor. Berlin: Nicolai, 1857.
Τίθημι δὴ οὖν ἐρωτῶντά σε, οὗ κἀκεῖνο τὸ ἀπόρημα, διὰ τί ἐν οὐρανῷ κατοικούντων τῶν θεῶν μόνον, χθονίων καὶ ὑποχθονίων εἰσὶ παρὰ τοῖς θεουργικοῖς κλή
σεις; οὐδὲ γάρ ἐστιν ἀληθὲς τὸ ἐν ἀρχῇ, ὡς κατ’ οὐρανὸν μόνον οἱ θεοὶ περιπολοῦσι· πάντα γὰρ αὐτῶν ἐστὶ πλήρη. ἀλλὰ πῶς ἐνύδριοί τινες λέγονται καὶ ἀέριοι, τόπους τε διειλήχασιν ἄλλοι ἄλλους, καὶ σωμάτων μοίρας διεκληρώσαντο κατὰ περιγραφὴν, καίτοι δύναμιν ἄπειρον ἔχοντες καὶ ἀμέριστον καὶ ἀπερίληπτον; πῶς τε αὐτῶν ἔσται ἡ ἕνωσις πρὸς ἀλλήλους, μερῶν μερισταῖς περιγραφαῖς διειργομένων, καὶ καθ’ ἑτερότητα τῶν τόπων καὶ τῶν ὑποκειμένων σωμάτων διειλημμένων;Πάντων δὴ οὖν τούτων καὶ ἄλλων παραπλησίων ἀπεράντων ζητημάτων μία ἀρίστη λύσις, κατιδεῖν τὸν τρόπον τῆς θείας λήξεως. αὕτη τοίνυν ἐάν τε μοίρας τινὰς τοῦ παντός, οἷον οὐρανὸν ἢ γῆν, ἐάν τε πόλεις ἱερὰς ἢ χώρας, ἐάν τε καὶ τεμένη τινὰ ἢ ἱερὰ ἀγάλματα διαλαγχάνῃ, πάντα ἔξωθεν ἐπιλάμπει, καθάπερ ὁ ἥλιος ἔξωθεν φωτίζει πάντα ταῖς ἀκτῖσιν. ὥσπερ οὖν τὸ φῶς περιέχει τὰ φωτιζόμενα, οὑτωσὶ καὶ τῶν θεῶν ἡ δύναμις τὰ μεταλαμβάνοντα αὐτῆς ἔξωθεν περιείληφε. καὶ ὥσπερ ἀμιγῶς
πάρεστι τῷ ἀέρι τὸ φῶς (δῆλον δὲ ἐκ τοῦ μηδὲν ἐν αὐτῷ καταλείπεσθαι φῶς, ἐπειδὰν ἅπαξ τὸ ἐλλάμπον ἀναχωρήσῃ, καίτοι θερμότητος αὐτῷ παρούσης, ἐπειδὰν τὸ θερμαῖνον ἐκποδὼν ἀπέλθῃ), οὕτω καὶ τῶν θεῶν τὸ φῶς ἐλλάμπει χωριστῶς, ἐν ἑαυτῷ τε μονίμως ἱδρυμένον προχωρεῖ διὰ τῶν ὄντων ὅλων. καὶ μὴν τό γε φῶς τὸ ὁρώμενον ἕν ἐστι συνεχές, πανταχοῦ τὸ αὐτὸ ὅλον, ὥστε μὴ οἷόν τε εἶναι χωρὶς ἀποτέμνεσθαί τι αὐτοῦ μόριον μηδὲ κύκλῳ περιλαβεῖν μηδὲ ἀποστῆσαί ποτε τοῦ παρέχοντος τὸ φῶς.Κατὰ τὰ αὐτὰ δὴ οὖν καὶ ὁ σύμπας κόσμος μεριστὸς ὢν παρὶ τὸ ἓν καὶ τὸ ἀμέριστον τῶν θεῶν φῶς διαιρεῖται. τὸ δ’ ἔστιν ἓν καὶ αὐτὸ πανταχοῦ ὅλως, ἀμερίστως τε πάρεστι πᾶσι τοῖς δυναμένοις αὐτοῦ μετέχειν, παντελεῖ τε δυνάμει πεπλήρωκε πάντα, καὶ ἀπείρῳ δή τινι τῇ κατὰ αἰτίαν ὑπεροχῇ συμπεραίνει τὰ ὅλα ἐν αὑτῷ, συνήνωταί τε πανταχοῦ πρὸς ἑαυτὸ καὶ τὰ τέλη ταῖς ἀρχαῖς συνάπτει· ὅπερ δὴ καὶ ὁ σύμπας μιμούμενος οὐρανὸς καὶ κόσμος τὴν ἐγκύκλιον περιφορὰν περιπολεῖ, συνήνωταί
τε πρὸς ἑαυτόν, καὶ τὰ στοιχεῖα κατὰ κύκλον περιδινούμενα ποδηγεῖ, πάντα τε ἐν ἀλλήλοις ὄντα καὶ πρὸς ἄλληλα φερόμενα συνέχει, μέτροις τε τοῖς ἴσοις ἀφορίζει, καὶ πὰ πορρωτάτω διῳκισμένα καὶ τὰς τελευτὰς ταῖς ἀρχαῖς οἷον γῆν οὐρανῷ συγκεῖσθαι ποιεῖ, μίαν τε τὴν συνέχειαν καὶ ὁμολογίαν τῶν ὅλων πρὸς ὅλα ἀπεργάζεται.Τὸ δὴ τῶν θεῶν ἐμφανές τις ἄγαλμα καθορῶν οὕτως συνηνωμένον ἆρ’ οὐκ ἂν αἰδεσθείη περὶ θεῶν τῶν αἰτίων αὐτοῦ δόξαν ἔχων ἀλλοίαν, τομάς τε ἐν αὐτοῖς καὶ ἀποδιαλήψεις παρεισάγων, σωματοειδεῖς τι περιγραφάς; ἐγὼ μὲν οἴομαι πάνθ’ ὁντινοῦν οὑτωσὶ διατεθῆναι· εἰ γὰρ οὐδείς ἐστι λόγος οὐδὲ σχέσις συμμετρίας οὐδὲ οὐσίας τις κοινωνία οὐδὲ κατὰ δύναμιν ἤ τινα ἐνέργειαν συμπλοκὴ πρὸς τὸ διακοσμοῦν τοῦ διακοσμουμένου, ὣς τὸ μηδέν, ἵνα οὕτως εἴπω, κεῖται ἐν αὐτῷ οὔτε παρατάσεώς τινος κατὰ διάστασιν οὔιε τοπικῆς περιοχῆς οὔτε ἀποδιαλήψεως μεριστῆς οὔτε ἄλλης τοιαύτης ἐν τῇ παρουσίᾳ τῶν θεῶν ἐμφυομένης παρισώσεως. πρὸς μὲν γὰρ τὰ
ὁμοφυῆ κατ’ οὐσίαν καὶ δύναμιν ἢ καὶ ὁμοειδῆ πως ὄντα ἢ καὶ ὁμογενῆ δύναταί τις περίληψις ἢ διακράτησις ἐπινοεῖσθαι, ὅσα δ’ ἔστιν ἐξῃρημένα τοῖς ὅλοις παντελῶς, τίς ἂν ἐπὶ τούτων ἀντιπερίστασις ἢ δι’ ὅλων διέξοδος ἢ μεριστὴ περιγραφὴ ἢ κατὰ τὸπον περιοχὴ ἤ τι τῶν τοιούτων ἐπινοηθείη ποτ’ ἂν ἐνδίκως; ἀλλ’ οἶμαι τὰ μετέχοντά ἐστιν ἕκαστα τοιαῦτα, ὡς τὰ μὲν αἰθερίως τὰ δὲ ἀερίως τὰ δὲ ἐνυδρίως αὐτῶν μετέχειν· ὃ δὴ κατιδοῦσα καὶ ἧ τῶν θείων ἔργων τέχνη χρῆται ταῖς οἰκειώσεσι καὶ κλήσεσι κατὰ τὴν τοιαύτην διαίρεσιν καὶ δὴ καὶ οἰκειότητα.Καὶ περὶ μὲν τῆς εἰς τὸν κόσμον διανομῆς τῶν κρειττόνων γενῶν τοσαῦτα εἰρήσθω,