De Mysteriis
Iamblichus
Iamblichus. Jamblichi De mysteriis Liber. Parthey, Gustav, editor. Berlin: Nicolai, 1857.
Τὸ μέν ἐστιν ἄκρον καὶ ὑπερέχον καὶ ὁλοτελές, τὸ δὲ τελευταῖον καὶ ἀπολειπόμενον καὶ ἀτελέστερον· καὶ τὸ μὲν πάντα δύναται ἅμα ἐν τῷ νῦν μονοειδῶς, τὸ δὲ οὔτε ὅλα οὔτε ἀθρόως οὔτε ἐξαίφνης οὔτε ἀμερίστως. καὶ τὸ μὲν ἀκλινῶς ἀπογεννᾷ πάντα καὶ ἐπιτροπεύει, τὸ δ’ ἔχει φύσιν ἐπινεύειν καὶ ἐπιστρέφεσθαι πρὸς τὰ γινόμενά τε καὶ διοικούμενα. καὶ τὸ μὲν ἀρχικὸν καὶ αἴτιον προκατάρχει πάντων, τὸ δ’ ἐξ αἰτίας ἠρτημένον, τῆς τῶν θεῶν βουλήσεως, ἐξ αἰδίου συνυφέστηκε. καὶ τὸ μὲν κατὰ μίαν ὀξεῖαν ἀκμὴν τὰ τέλη τῶν ἐνεργειῶν ὅλων καὶ οὐσιῶν συνείληφε, τὸ δ’ ἀπ’ ἄλλων εἰς ἄλλα μεταβαίνει, καὶ ἀπὸ τοῦ ἀτελοῦς προχωρεῖ εἰς τὸ τέλειον. ἔτι τῷ μὲν ὑπάρχει τὸ ἀκρότατον καὶ ἀπερίληπτον, κρεῖττόν τε παντὸς μέτρου, καὶ ἀνείδεον οὕτως ὡς ὑπ’ οὐδενὸς εἴδους περιωρισμένον, τὸ δὲ καὶ ῥοπῇ καὶ σχέσει καὶ νεύσει κρατεῖται, ὀρέξεσί τε τοῦ χείρονος καὶ οἰκειώσει τῶν δευτέρων κατἔχεται, λοιπὸν δὲ καὶ παντοδαποῖς καὶ τοῖς ἀπ’ αὐτῶν μέτροις εἰδοποιεῖται· νοῦς τοίνυν ἡγεμὼν καὶ βασιλεὺς
τῶν ὄντων, τέχνη τε δημιουργικὴ τοῦ παντὸς τοῖς μὲν θεοῖς ὡσαύτως ἀεὶ πάρεστι τελέως καὶ ἀνενδεῶς, κατὰ μίαν ἐνέργειαν ἑστῶσαν ἐν ἑαυτῇ καθαρῶς, ἡ δὲ ψνχὴ νοῦ τε μετέχει μεριστοῦ καὶ πολυειδοῦς, εἰς τὴν τοῦ ὅλου τε προστασίαν ἀναποβλέποντος, καὶ αὐτὴ τῶν ἀψύχων ἐπιμελεῖται ἄλλοτε ἐν ἄλλοις εἴδεσιν ἐγγιγνομένη.Ἀπὸ δὴ τῶν αὐτῶν αἰτίων τοῖς μὲν κρείττοσιν αὐτὴ ἡ τάξις αὐτὸ τὸ κάλλος συνυπάρχει, ἢ εἰ οὕτως τὶς βούλοιτο ὑποτίθεσθαι, ἡ αἰτία τούτων συνυφέστηκεν, τῇ δὲ ψυχῇ νοερᾶς τάξεως καὶ θείου κάλλους μεταλαγχάνειν ἀεὶ σύνεστι· καὶ τοῖς μὲν τὸ μέτρον τῶν ὅλων ἢ τὸ τοῦδε αἴτιον σύνδρομον πάρεστι διὰ παντός, ἡ δὲ τῷ θείῳ πέρατι ἀφορίζεται, καὶ τούτου μετέχει μεριστῶς.· καὶ τοῖς μὲν ἐξαρκεῖν ἐφ’ ὅλα τὰ ὄντα τῇ τῆς αἰτίας δυνάμει καὶ τῇ ἐπικρατείᾳ εὐλόγως ἂν ἀποδοίη τις, ἡ δ’ ἔχει τινὰ πέρατα διειλημμένα μέχρις ὅσων ἐπάρχειν δύναται.
Τοιούτων δὴ ὄντων τῶν διαφόρων ἰδιωμάτων ἐν τοῖς
ἄκροις, οὐ χαλεπῶς ἄν τις, ὃ δὴ νῦν ἐλέγομεν, καὶ τὰ μέσα αὐτῶν ἰδιώματα τὰ τῶν δαιμόνων τε καὶ ἡρώων ἐννοήσειε, σύνεγγυς ὄντα ἑκατέρῳ τῶν· ἄκρων, ἔχοντα ὁμοιότητα πρὸς ἑκάτερον καὶ ἀπ’ ἀμφοτέρων ἀφιστάμενα πρὸς τὸ μέσον, σύμμικτόν τε ἀπ’ αὐτῶν τὴν ὁμονοητικὴν κοινωνίαν συμπλέκοντα. καὶ πρὸς αὐτὴν ἐν μέτροις τοῖς. προσήκουσι συμπλεκόμενα. τοιαῦτα δὴ οὖν νοείσθω τῶν πρώτων θείων γενῶν τὰ ἰδιώματα.