Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- σοφωτέραν γὰρ ἴδμεν οὖσάν σε βροτῶν
- καὶ ταῦθ’ ὁρῶσαν καὶ συνιέναι τέλος·
- ὡς φρικτὰ πάντα καὶ βροτησίῳ γένει
- πλὴν τῆς τεκούσης δυσμαθῆ συνιέναι.
- Ὦ δυστάλαινα τῶν ἐμῶν ἀλγημάτων·
- ὡς οἶδα μὲν πόλλ’, οἶδα δ’ οὐχ, ὅπως φράσω·
- ὡς θάμβος ἐστὶ τοῦτον ᾐωρημένον
- ἰδεῖν με καὶ θανόντα κἂν ἑκουσίως.
- Ἰώ μοι, ἰώ· αἰ αἴ·
63
- Τί γοῦν, τί δράσεις, ὦ παθοῦσ’ αμήχανα;
- Οὐκ οἶδα πλὴν ἒν, κατθανεῖν, εἰ μὴ τάχει
- τῶν νῦν παρόντων πημάτων ἄκος λάβω,
- ὡς ἐστὶν ἐλπὶς λίαν ἀσφαλεστάτη·
- μίαν μόνην μεῖναί με δεῖ τὴν αὔριον,
- ὡς ξυμπερανθῇ φροντὶς, ἥ με νῦν τρύχει.
- Ἀλλ’, ὦ φίλ’ Υἱὲ, μή μ’ ἔρημόν σου λίπῃς.
- Αἲ αἴ·
- Θρηνοῦσα πολλὰ τρανὸν οὐδὲν δεικνύεις·
- πη γάρ μ’ ἀπαγγελεῖς ἀκούειν δείματα
- πείθεις τε πολλὰ δειματοῦσθαι τοῖς λόγοις,
- πη δὲ θρασύνεις, κοὐδὲν ἄρα καθαρῶς.