Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. Οὐ μακρὰν ἔσται τέρμα τῶν ἠλπισμένων.
ΕΤΕΡΟΝ ΗΜΙΧΟΡΙΟΝ.
  1. Αὐτὴ μὲν οὔπω ναὸς εἰσέβην σκάφος,
  2. γραφῇ δ’ ἰδοῦσα καὶ κλύουσ’ ἐπίσταμαι·
  3. ναύταις γὰρ ἢν μέτριος ᾖ χειμὼν φέρειν,
  4. προθυμίαν ἔχουσι σωθῆναι πόνων,
  5. ὁ μὲν παρ’ οἴαχ”, ὁ δ’ ἐπὶ λαίφεσι βεβὼς,
  6. ὁ δ’ ἄντλον εἵργων ναός· ἢν δ’ ὑπερβάλῃ
  7. πολὺς ταραχθεὶς πόντος, ἐνδόντες φορᾷ
  8. παρῆκαν αὐτοὺς κυμάτων δρομήμασιν.
  9. Οὕτως δὲ κἀγὼ δείν’ ὁρῶσα πήματα
  10. ἄφθογγός εἰμι καὶ παρεῖσ’ ἐῶ στόμα·
  11. νικᾷ γὰρ, ὡς οὐκ ἐκ Θεοῦ, δεινὸς κλύδων.
  12. Σὲ δ’ ἐλπὶς ἀσφαλεστάτη δ’ εἴθε τρέφοι,
  13. δέσποινα παγκοίρανε, μῆτερ Κοιράνου.
  14. Ἀλλ’ ἐκ λόγου γὰρ ἄλλος ἐκβαίνει λόγος,
  15. τίν’ ὧδε δ’ αὖ δέδορκ’ ἰθύνοντα δρόμον;
  16. Ἂ ἄ· τίνα στείχοντ᾿ νῦν ἐνθάδε
  17. στυγνοπρόσωπον, δακρύων πεπλησμένον;
ΑΓΓΕΛΟΣ.
  1. Δέσποινα κούρη, Δεσπότου μῆτερ Λόγου,
  2. μή με στυγήσῃς· οὐχ ἑκὼν, ἑκὼν δ’ ὅμως