Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- γυναικὸς ἐκφῦναι τε καὶ Θεὸς μένων
- βροτὸς γενέσθαι καὶ βροτῶν ἀναιρέτην
- σφαγεὶς κατασκάψαι τε καὶ ῥίψαι ποσίν.
- Οὕτως σὺ πείθου καὶ Θεὸν πρὸς γῆν δέχου
- ἐλθόντ’ ἀγαγεῖν πρὸς πόλον βροτῶν γένος
- καὶ σπένδε καὶ κλέϊζε καὶ τόνδ’ εὐλόγει.
- Αὐ γάρ νιν ὄψει πρὸς χθόν’ ὡς ἐκ παστάδος
- θρώσκοντα τύμβου κᾆτ᾿ ᾆτ᾿ ἀνιόντ᾿ εἰς
- ὡς αὐτὸς εἶπε καὶ πρὸ τοῦ θεοπρόποι.
- Ἐλπὶς δέ μοι ξύνεστιν ἀσφαλεστάτη·
- ἐμοὶ γὰρ ὑπὲρ πάντας, οἷσι λείπεται,
- ξύνεστιν ἐλπὶς, οὐδὲ κλέπτομαι φρένας,
- ἕξειν τι κεδνόν· ἡδὺ δ’ ἐστὶ καὶ δοκεῖν
- ὅταν δὲ μᾶλλον ἐλπὶς ἀσφαλὴς μένῃ,
- τὸ χάρμα ποῖον· Ἀλλὰ νικῶμαι πόνοις
- καὶ προβλέ‘πω μὲν ταῦθ’, ὅπως ἔσται τάχει,
- λύπη δὲ κρείσσων τῶν ἐμῶν ἐλπισμάτων.
- Πάγκλυτε, παγκαλλίστα κούρη, παρθένε,
- ἔμβρυον, ὡς φὴς, τὸν Θεὸν πλουτήσασα,
- σὺ ταῦτ᾿ ἐπέγνως· καὶ τὰ λοιπὰ νῦν σκόπει·