Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- ἄνανδρον ἠδ’ ἄνυμφον ἴδμεν μητέρα
- μόνην σε πασῶν τῶν κατὰ γῆν μητέρων.
- Μαιευσάσης χεὶρ κλῆρον οὐ δεδεγμένη
- κατηγόρησε πιστὰ σοῦ θείου τόκου,
- Θεὸν τε, φὴς, ἔκλυες ἀγγέλου τεκεῖν,
- ἔργα θ’, ἅπερ δέδρακεν, οὐ θνητοῦ γένους,
- καὶ θάμβος ἐστὶν, εἰ πάθῃ θνητῶν πάθος.
- Θαυμαστὸν εἶπας, εἰ τόδ’ εὐδοκεῖ Πατὴρ
- ὡς διὰ τούτου τοὺς βροτοὺς ἀγάθ’ ἔχειν.
- Οὐκ ἄλλο γὰρ φάρμακον ἐν θνητοῖς μόρου,
- φθορᾶς ὃ παύσει τοὺς ταλαιπώρους κακῶν.
- Κἀγὼ διδάξω σ’, ὡς καλῶς ἔχει τόδε·
- ὁ γὰρ διδάσκων γνῶσιν ἄνθρωπον Λόγος
- ἐμοὶ κατεσκήσωσε καὶ χάριν νέμει.
- Ἐπεὶ βροτὸν πέπλακεν ἐκ γῆς ὁ Πλάσας,
- λείμακί τ᾿ ἐντέθεικε φυτῶν ἐργάτην
- ἐντεῦθεν εἰς ὄλυμπον ἀνάγειν θέλων,
- δράκων δέ νιν ἔσπευσε γυναικὸς πλάνῃ
- λειμῶνος ἐκβαλεῖν τε καὶ ῥέψαι πόλου,
- ὅδ’ ἀντεμηχανήσατ᾿, οἷα δὴ Θεὸς,