Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- Πρῶτον μὲν οὐν γε, κἂν προσῇ, κἂν μὴ προσῇ
- ψόγος γυναιξὶν, αὐτὸ τοῦτ᾿ ἐφέλκεται
- κακῶς ἀκούειν, εἴ τις οὐκ ἔνδον μένει,
- οὗπερ πόθον παρεῖσ’ ἔμιμνον ἐν δόμοις
- εἴσω μελάθρων, κομψὰ θηλειῶν δ’ ἔπη
- οὐκ εἰσεφρούμην· τὸν δὲ νοῦν διδάσκαλον
- αὐτῆς ἔχουσα χρηστὸν ἐξήρκουν ἐμοὶ,
- τὸ σωφρονεῖν ἐν πᾶσιν εἰδυῖ’, ὡς καλὸν
- καὶ δόξαν ἐσθλὴν πανταχοῦ κομίζεται,
- γλώσσης τε σιγὴν πᾶσιν ὄμμα θ’ ἥσυχον
- παρεῖχον, ᾔδειν δ’, οἷς μ᾿ ἐχρῆν νικᾶν κόρας,
- καὶ τίσι νίκην ὧν ἐχρῆν παριέναι.
- Ἀκήρατον δέ μ’ ἐκ Θεοῦ λαβὼν ἀνὴρ
- αὖθις τὸ παρθένειον ἅμμ’ ἀκήρατον
- τηροῦσαν ἀπέδωκεν· οὐδ’ ἔστιν λόγος,
- τὰ πράγματ᾿ αῦτὰ καὶ γὰρ ἀπήλεγξέ με.
- Οὕτως δ’ ἔχουσα τῷ Θεῷ μνηστεύομαι,
- κἀντεῦθεν Υἱὸν, πῶς ἐρεῖς; ἐγεινάμην,
- ὅπως γυνὴ οὔ τις κομπάσει τεκεῖν ποτέ.
- καλλίστα, πότνα, σεμνότατα παρθένε,