Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- Ἐκ τῶν δὲ πρώτων πρῶτον ἄρξομαι λέγειν.
- Ἄκου’, Ἰούδα, τὰ πρὸς αὐτοῦ καλά σοι·
- Εἵλκυσεν ἐκ σκότους σε τῆς ἀγνωσίας,
- ἔσωσέ σ’, ὑπέδειξε φῶς σωτηρίας,
- δέδωκέ σοι χάρισμα πολλῶν θαυμάτων,
- μύσταις ἔφησε καὶ σὲ συνεδριάσαι
- κρῖναί τε φυλὰς Ἰσραὴλ παντὸς γένους.
- Ἔθηκεν ἀργύρια πάντα χερσί σου,
- ἔκοψε σου πρόφασιν ἀναργυρίας.
- Ἔκλεπτες ἀεὶ, μὴ δόκει λεληθέναι,
- ὅδ’, ἅτε πανάγαθος, οὐκ ἤλεγχε σε
- λόγοισιν, οὐδὲ πρὸς σέθεν κακούμενος,
- εἰδώς σε σαφῶς καὶ πρὸ τῆς τολμηρίας,
- ἔνιψε καὶ σοὺς δυσμενεστάτους πόδας
- ἄρτου τρύφος τ’ ἔδωκε μυστικωτάτου.
- Καὶ ταῦθ’ ὑπ’ αὐτοῦ, παγκάκιστ’ ἀνδρῶν, παθὼν
- προύδωκας αὐτὸν, δῶρα δ’ ἐκτήσω φόνου
- πολλῶν προσόντων. Εἰ γὰρ ἦσθ’ ἀνάργυρος,
- λαβὴν ἂν εἶχες τῶνδ’ ἐρασθῆναι τάχα,
- νῦν δ’ οὐκ ἔχεις πρόφασιν, οὐκ ἔχεις λόγον