Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. χείλη διᾶραι καὶ κατειπεῖν αἰτίαν.
  2. Οὐ γὰρ τοσοῦτον σὺ δυνήσῃ πώποτε,
  3. οὐδ’ εἰ γένος πᾶν δαιμόνων σοι συνδράμῃ
  4. καὶ γῆν ἅπασαν ῥημάτων πλήσει κακῶν,
  5. ἐπεί μιν ἐσθλὸν ἐπίσταται κτίσις,
  6. καὶ πάντες ἐγνώρισαν ἐκ τῶν πραγμάτων.
  7. Ἀλλ’ ἦγξεν ἀγχόνη σε φιλαργυρίας,
  8. ἣ ῥίζα πάντων τῶν κακῶν πέφυκέ πως,
  9. φρούδη δὲ πίστις, ἣ πρὶν ἀπόλωλε σοι.
  10. τοιόσδε φανεὶς φῶς ὁρᾶν τολμᾷς, τάλα;
  11. ἢ τὸν πρὶν οὐκ ἄρχειν Θεὸν δοκεῖς ἔτι
  12. ἢ ζυγὰ δίκης ἐν κενοῖς κεῖσθαι τανῦν;
  13. Ὦ κακὸν ἔρνος, οὔποτ᾿ ῥίζης βροτῶν,
  14. πικρῶν δὲ ῥιζῶν φημί σ’ ἐκπεφυκέναι,
  15. ἀλάστορος μὲν πρῶτον, εἶτα δὲ φθόνου,
  16. φθόνου πότμου θ’, ὅσα τε γῆ τρέφει κακά·
  17. οὐ γὰρ ἐρῶ ποτ’ ἐκ Θεοῦ φῦναί σ’ ἐγὼ,
  18. εἰδυῖα καίπερ, ὡς τὸ πᾶν προαίρεσις·
  19. Θεὸς γὰρ οὐκ ἄκοντα σαώζει βίᾳ.
  20. Ω δύστροπ’, ὦ κάκιστε καὶ μιαιφόνε,