Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. Δεῖ γὰρ τανῦν ἢ γῆς σε κρυβῆναι κάτω
  2. ἢ πυρὸς ἐν ῥιπαῖσιν αἰθέρος θανεῖν.
  3. Ὦ μῖσος, ὦ μέγιστον, ἔχθιστον κακόν·
  4. τὴν Δεσπότην προδοῦσαν ἐξαυδῶ κάραν,)
  5. ἔτλης προσελθεῖν ὡς φίλος Διδασκάλῳ·
  6. ἦλθες πρὸς αὐτὸν, ἦλθες ἔχθιστος γεγὼς
  7. καὶ Πατρὶ καὐτῷ παντί τ’ ἀνθρώπων γένει.
  8. Πῶς πῶς προσεῖπας, πῶς κατησπάσω προδούς;
  9. Γλώσσῃ προσηύδας, καρδίᾳ μίασμ’ ἔχων.
  10. Καὶ ταῦτα δράσας ἥλιόν τε προσβλέπειν
  11. καὶ γαῖαν, ὦ κάκιστε, τολμᾷς εἰσέτι;
  12. Ταῦτ’ οὔτι θάρσους ἐστὶν οὐδ’ εὐτολμίας
  13. εὐεργέτην προδόντα τολμᾶν προσβλέπειν,
  14. ἀλλ’ ἡ μεγίστη τῶν ἐν ἀνθρώποις νόσων
  15. πασῶν, ἀναίδει’. Εὖ δ’ ἐπεμνήσθην σέθεν,
  16. καίτοι πρὸς οὐδὲν κέρδος, αἰσχύνην δέ σου,
  17. καὶ μὴ παρόντος, κἂν θάνῃς, κἂν φῶς βλέπῃς·
  18. ἐγώ τε γὰρ λέξασα κουφισθήσομαι
  19. ψυχὴν τἀληθῆ, σύ τε κοὐ κλύων μάθῃς·
  20. μάθῃς γὰρ εὑρὼν τὴν κατ’ ἀξίαν τίσιν.