Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- Καίτοι προκόψω γ’ οὐδὲν ἢ σκῆψιν μόνην·
- οὐ γὰρ Θεὸς σε σωφρονεῖν ἀναγκάσει·
- ἐν τῇ προαιρέσει δὲ καὶ γνώμῃ βροτῶν
- τὸ σωφρονεῖν ἔνεστιν εἰς τὰ πάντ’ ἀεί.“
- Ταῦτ’ εἶπεν οὐκ οἶδ’ ἄγγελός τις ἢ βροτὸς
- πρὸς αὐτὸν, ὡς εἴρηκα, τὸν λογοπράτην.
- Ὠ γαῖα μῆτερ ἡλίου τ’ ἀναπτυχαί·
- οἵων λόγων ἄρρητον εἰσήκουσ’ ὄπα·
- Τάχ’ ἐξ ὀπαδοῦ δρᾶμα, Παῖ, κατηρτύθη,
- ὃν πολλάκις ἔδειξας αἰνιγμῷ φίλοις·
- οὐ γίρ σ’ ἔλαθε, τῶνδ’ ὃς αἴτιος κακῶν.
- Ὦ παγκάκιστε, τοῦτο γάρ σ’ εἰπεῖν ἔχω,
- σὺ ταῦτ’ ἔδρασας, σὸν προδοὺς εὐεργέτην ·
- σὰ ταῦτα, δαῖμον · τίς γὰρ ἂν ἄλλος ποτὲ
- ἔδρασεν ἢ ’βούλευσε δυσμενὴς ἀνήρ ;
- Ὄλοιθ’ ὁ δράσας· ἡ δίκη δ’ ἐπίσταται,
- αἰσχρός τε μύστης ἀξίαν τίσει δίκην.
- Ἀργυραμοιβὲ, ποῦ συνῄδη σῷ δόλῳ ;
- ̓Αρ’ εἰσέτι ζῇς δεινὰ ταῦτ’ εἰργασμένος
- οὐδ’ ὑπὸ γῆς τάρταρα σὸν κρύπτεις δέμας;