Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- ὥστ’ ἐξὸν αὖθις δείν’ ἑλεῖν βουλεύματα
- καὶ πάντ’ ἀφέντα προσπεσεῖν Διδασκάλῳ
- κἀκ τῶν βλεφάρων θερμὰ χύσαι δάκρυα
- βρόχον κρεμαστὸν ἐξανάψεις ἀγχόνης,
- ψυχὴν ἀφεῖναι τοῖς βροχώμασι τρέχων.
- Ὅμως δὲ κἀν τοῖσδ’ οὐκ ἀπειρηκὼς, σέ πως
- σώσει, τὸ σόν γε προσκοπούμενος κέαρ·
- οὐ γὰρ δύναιτ’ ἂν ἀγαθός που μὴ μένειν.
- Ἀλλ’ οὔ σε μὴ θέλοντα κερδᾶναι θέλει·
- οὐ γὰρ νόμον τίθησιν ἐν βροτοῖς βίαν·
- ἥκιστα τοῦδε λῆμ’ ἔφυ τυραννικόν·
- ῥαγεὶς γὰρ αἰσχρῶς πάγκακον ῥήξεις κέαρ.
- Αλλ’ οὔτι ταύτῃ ταῦτα, μὴ σύ που δόκει·
- ἔτ’ εἰς ἀγῶνας σύ τε καὶ μιαιφόνοι,
- καὶ πᾶσι συνδράσασιν οὐ σμικροὶ πόνοι.
- Αἴσθοιτο δ’ αὐτῶν δῆμος ὑβριστὴς ἅπας
- ἤτοι θανόντες ἢ φάος δεδορκότες,
- οὓς νᾶμα πυρὸς αὖθις ὑποδέξεται.
- Ὀρθῶς λέλεκται μῦθος ἀψευδὴς ὅδε,
- ἄκου’, Ἰούδα, σῶν κακῶν κατάστασιν.