Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. εἰ μὴ χέρας νίψεσθε τὰς μιαιφόνους,
  2. ἃς, ἢν θέλητε κἂν τανῦν ξυνιέναι,
  3. αὐτὸς ῥυτοῖς νασμοῖσιν ἀπομόρξεται.
  4. Ἢ σῆς γε τόλμης νῦν μάθῃς γεγευμένος,
  5. σὺν σοὶ δὲ καὶ πᾶς τῶν ἀλαστόρων ὄχλος.
  6. Νῦν δ’ εἰ μένειν δεῖ, μίμν’ ἐφ’ ἡμέραν μίαν,
  7. εἰ μή τι πάθῃς, ὧν φόβος πολὺς κρατεῖ,
  8. κἀγὼ προφήτης τῶν λόγων γενήσομαι.
  9. Ἀλλ’ ἐκποδὼν ἄπιθι καὶ σαυτοῦ πέρι
  10. φρόντιζε· ταὐτοῦ δ’ αὐτὸς εὖ γε θήσεται,
  11. σὺ δ’, ὥσπερ εἰκὸς, κατθανῇ κακὸς κακῶς,
  12. πρῶτα κρεμαστοῖς ἐν βρόχοις ἠρτημένος,
  13. πήδημ’ ἐς ᾄδην κραιπνὸν ὁρμήσας τάχος,
  14. λύπῃ παχνωθεὶς, ὡς προδοὺς ἀργυρίου,
  15. καὶ νᾶμα πυρὸς παμφάγου σε δέξεται.
  16. Οὐ γὰρ θέλεις νῦν ἐκφυγεῖν τιμωρίαν,
  17. καὶ τῶνδε τεύξῃ, προὐνέπω δέ σοι τάδε·
  18. Οὔ σ’ ἡ ’πιοῦσα λαμπὰς ὄψεται Θεοῦ,
  19. οὐ νεκρεγέρτου νεκρέγερσιν κατίδῃς.
  20. Ἐς γὰρ τοσοῦτον μωρίας ἀφικάνεις,