Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. ταρβῶ γὰρ εἰπεῖν τοὺς λόγους ἐναντίον
  2. πρὸς τὸν τύραννον, τὸ φρενῶν πτήσσων τάχος
  3. τό τ’ ὀξύθυμον καὶ τὸ λίαν ἠρμένον.“
  4. Ταῦθ’ ἡ φάλαγξ ἔφησε πρὸς πρεσβυτέρους,
  5. οἱ δὲ στραφέντες καθ’ ἑαυτοὺς τοιάδε
  6. ἔλεξαν ἄμφω καὶ προσεῖπον ἀθλίως·
  7. „Ἤδη τόδ’ ἐγγὺς ὥστε πῦρ ὑφάπτεται
  8. ὕβρισμ’ Ἰησοῦ, νῦν φόβος θ’ ἡμῖν μέγας.
  9. Ἀλλ’ οὐ μέλειν δεῖ, δεξιοῦσθαι δὲ στρατόν.“
  10. Αὖ δὲ στραφέντες πρὸς φάλαγγ’ εἶπον τάδε·
  11. „Ἄκουε, φάλαγξ, ὡς ἔχω γνώμης ἐγώ ·
  12. ὅσ’ οὐ κατὰ γνώμην ἐρεῖν ἡμῶν ἔχεις,
  13. κρύφθ’, ὡς ἀθῷος δι’ ἐμοῦ πάντων ἔσῃ,
  14. ἐροῦσ’ ὀπαδοὺς τὸν νέκυν κλέψαι λάθρα·
  15. δώσω δέ τοι καὶ δῶρ’, ἃ καλλιστεύεται·
  16. οὐ γὰρ χρεὼν ἄνακτι ταῦτά σε φράσαι,
  17. ἃ πρὸς κλέος ῥέπουσι τοῦ τεθαμμένου,
  18. ἄμμιν δὲ κατήφειαν εἰσφέρουσί που
  19. ὄχλου τε θυμὸν ὑπανάπτουσι σφόδρα
  20. πάντων τ’ ἀγανάκτησιν εἰς ἡμᾶς ἄγει.“