Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. ἐγὼ δ’ ἔμαθον αἰτίαν παρ’ ἐλπίδα,
  2. νύκτωρ κατ’ ἄστυ τειχέων εἴσω μολών ·
  3. καὶ τήνδε μαθὼν ἧκον ἡσύχῳ βάσει,
  4. στρατοῦ κατόπιν ἀκροώμενος λόγων.
  5. Ὅδ’ εἶπεν οὕτως, ἐμφόβῳ τολμηρίᾳ
  6. λαβραγορῶν ἅπαντα θάμβη τοῦ τάφου·
  7. εἴρηκεν οὖν, εἴρηκε πρὸς πρεσβυτέρους
  8. ἀρχιερεῖς τε, δραματουργοὺς τοῦ φόνου,
  9. συνηγμένους τε καὶ σκοποῦντας τοῦ πέρι·
  10. „Ὠ τὸν φρικώδη πότμον ἐξειργασμένε
  11. γραμματέων ὅμιλε καὶ πρεσβυτέρων,
  12. ἥκω φράσαι σοι καὶ πόλει πολλὰ ξένα,
  13. ὡς καινὰ πάντα θαυμάτων δ’ ἐπάξια,
  14. ἅπερ νέκυς δέδειχεν, οὗ νύκτωρ φύλαξ
  15. ἐγὼ τέταγμαι, καὶ νῦν εἰσέτι τρέμω·
  16. ὥστ’ παρῆσθα, τοῦτον, ὃν τάχ’ ὡς νέκυν
  17. ἡμᾶς φυλάττειν ἐξέπεμψας τῷ τάφῳ,
  18. εὐχαῖσιν ἂν μετῆλθες, εἰσορῶν ξένα.
  19. Θέλω δ’ ἀκοῦσαι, πότερά σοι παρρησίᾳ
  20. φράσω τἀκεῖθεν, ἢ λόγον στειλώμεθα.