Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. Ἥδ’ ἀντέφησεν ἡ φάλαγξ τῶν φυλάκων·
  2. „Ἐγὼ μὲν οὐκ ἐρῶ τι τῶν ἐγνωσμένων,
  3. ἐπεὶ δοκεῖ σοι καί με ῥύεσθαι λέγεις,
  4. πρὸς τὸν τύραννον· σοὶ δ’ ὅμως εἰρήσεται.
  5. Ἀνὴρ ὅδ’ ἥσσων οὐδενὸς θεοῦ δοκεῖ,
  6. ἐξ ὡν τε πρὶν πέπραχε καὶ νῦν θαυμάτων,
  7. ὃς ἐξαναστὰς κειμένου λίθου τάφῳ
  8. καὶ τῶν σφραγίδων ἐμμενουσῶν εἰσέτι
  9. ἡμῶν τ’ ἀΰπνων ἐγκαθημένων κύκλῳ
  10. τὰ πάντα κατηύγασεν, ἡμᾶς δὲ τρόμῳ
  11. ὡσεὶ νεκροὺς τέθεικεν ἐξεστηκότας·
  12. γῆς γεῖσσ’ ἐσαλεύθη γὰρ ἀσχέτῳ κλόνῳ.
  13. αἴφνης δ’ ὁ λίθος ἐκκεκύλισται τάφου·
  14. καὶ τοῦτο δ’, ὡς ἔοικεν, εἰσορᾶν ἔχῃ
  15. συνιέναι τε πᾶς θεωρῶν τὸν τάφον·
  16. ἐκ δ’ αἰθέρος φωνή τις, ὡς μὲν εἰκάσαι,
  17. Θεὸς πατὴρ ἤχησεν ἐν βοῇ ξένῃ·
  18. ταύτῃ θ’ ἅμ’ ἐβρόντησε, καὶ πρὸς τὸν πόλον
  19. καὶ γαῖαν ἐστήριξε φῶς σεμνοῦ πυρός·
  20. σίγησε δ’ αἰθὴρ, σίγα δ’ ὕλιμος νάπη