Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. εὖ δ’ ἴσθι, πατρὸς δ’ εὐσεβὲς θάλπει γένος.
  2. Εἰ μὴ γὰρ ὅρκοις Ἀβραὰμ ἐπεσχέθη,
  3. οὐκ ἄν ποτ’ ἔσχε μὴ τάδ’ ὑπεξιέναι
  4. κἀντεῦθεν ὑμῖν ἀποδοῦναι τὴν δίκην.
  5. Δοκεῖς γὰρ αὐτὸν τάδ’ ὑποστῆναι πάθη,
  6. εἰ μή τι κερδαίνοντα κἀντεῦθεν μέγα;
  7. Νῦν δ’ ἐκ χθονὸς μὲν, ἔστ’ ἂν ἔρχηται πάλιν,
  8. καινῶς ἄνεισι, σίγα δ’ ἕξεται κρίσιν
  9. ἐρῶν καθ’ ὑμῶν Πατρὶ σὴν ἁμαρτίαν
  10. λαοῦ τε τοῦδε μαινόλου τολμηρίαν,
  11. ὡς καὶ προεῖπε Δαυΐδου γλώσσῃ πάλαι
  12. οὐκ ἀγνοοῦντι καὶ πρὸ τῆς τολμηρίας,
  13. πλήσει τε πᾶσαν γαῖαν εὐδόξων λόγων
  14. ἔργων τε κλεινῶν, μυρίων, θαυμασίων,
  15. ὄψεσθε δ’ ἐν Πατρός μολοῦντ’ αὖθις κλέει,
  16. κρίσιν φέροντα ζῶσι καὶ τεθνηκόσι
  17. καὶ πᾶσι παρέχοντα τὰ κατ’ ἀξίαν.
  18. Πῶς γοῦν προσόψει σύ τε καὶ μιαιφόνοι,
  19. ἢ ποίαν οὐκ ἐκτίσετ’ ἔνδικον τίσιν,.
  20. Πλὴν καὶ πρὸ τοῦδε τίσετ’ ἔνδικον τίσιν,