Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. Δέσποινα, χαῖρε· τοῦτό σοι πρῶτον λέγω·
  2. πάγχαρτε, χαῖρε· τοῦδε γὰρ προοίμιον
  3. κάλλιον οὐδεὶς οἶδε προσφωνεῖν βροτῶν·
  4. ἀλλ’ οὐδὲν ἡσσον φέρω κεδνοὺς λόγους·
  5. οἵαν γὰρ ἀγγελίαν ἥκω σοι φέρων·
ΘΕΟΤΟΚΟΣ.
  1. Υἱὸν φανέντ’ ἄϊδος ἀγγελεῖς νέον;
ΑΓΓΕΛΟΣ.
  1. Ἔγνως, λόγου δὲ δὶς τόσου μ’ ἐκούφισας·
  2. ἤλυθε καὶ πάρεστιν, ὡς αἱρεῖ φάτις,
  3. κἀν γῇ τὸν ᾄδην ἐκφυγὼν πορεύεται.
  4. Τοιαῦτ’ ἐγὼ γὰρ ἀγγελεῖν ἐλήλυθα.
ΘΕΟΤΟΚΟΣ.
  1. Ἄμμες μὲν ἴδμεν τοῦτο· σὺ δ’ οἶδας πόθεν;
  2. ἄγ’ εἰπὲ, πῶς φής; πῶς λέγεις; οἶδας δὲ πῶς;
  3. τί τ’ ἄρ’ ἐναργὲς τῶνδ’ ἐρεῖς τεκμήριον;
ΑΓΓΕΛΟΣ.
  1. Στρατὸς φυλάκων πᾶσαν ἀν’ ὄρφνην μένων
  2. καὶ τάφον ἀθρῶν ἀσφαλεῖ προθυμίᾳ
  3. νῦν ἐννύχιος ἐν θορύβῳ συρρέων
  4. πρὸς ἱερεῖς ἔδραμεν ἐν πολλῷ τρόμῳ,
  5. νέαν δ’ ἔδοξε βάξιν ἐμφαίνειν φόβῳ ·
  6. νυκτηγοροῦντές τ’ ἦσαν ὡς πεφρικότες.
  7. Οὐκ εἰς κενὸν δ’ ἄρ’ ἡ φάλαγξ ὑπέτρεμε·