Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. ποδῶν δὲ σῶν ἄμμιν δὸς ἅψασθαι φόβῳ ·
  2. τοὺς γὰρ ἐπ’ οὐδας νῦν κυνοῦσαι πίτνομεν,
  3. καταπλαγεῖσαι τῇ χαρᾷ καὶ τῷ φόβῳ.
ΧΡΙΣΤΟΣ.
  1. Μὴ δὴ φοβεῖσθε, μηδ’ ὑμῖν ἔστω φόβος.
  2. Ἄπιτε δ’, ἀγγείλατ’ ἀδελφοῖς μου τάχει
  3. ἐς Γαλιλαίαν ἀφικέσθαι, καί μέ πως
  4. ἐκεῖσε κατίδωσιν, ὡς ἔφην σφίσιν.
ΘΕΟΤΟΚΟΣ.
  1. Ὠ φαιδρότης ἄρρητός ἡλίου βολῆς,
  2. ὡς ἀνέτειλε χαρίεσσα νῦν ἕως·
  3. ὠ λαμπρότης ἄφατος αὐγῆς ἀκτίνων,
  4. ὠ χάρμα παγκόσμιον, ὦ θυμηδία,
  5. ὠ τέρψις εὐφρόσυνος, ὦ γῆθος μέγα,
  6. πῶς ἄν τις εἴπῃ, πῶς ἀπαγγείλῃ λόγῳ
  7. ἐμῆς ἀγαλλίαμα τανῦν καρδίας;
  8. Ἀλλ’ ἀπίωμεν, ὡς ὁ Δεσπότης ἔφη.
ΜΑΤΔΑΛΗΝΗ.
  1. Ἐγγὺς ἰδοὺ, δέσποινα, φίλαι σοι κόραι
  2. ἄλλαι τε πᾶσαι Γαλιλαίας θρεμμάτων
  3. πρὸς τὸν τάφον τρέχουσι μυρίσαι νέκυν,
  4. τὴν ἐξέγερσιν ἀγνοοῦσαι τοῦδ’ ἔτι.
  5. Οὐκοῦν σὺν αὐταῖς βῶμεν αὖθις ἐς τάφον·