GetPassage urn:cts:greekLit:tlg2022.tlg003.opp-grc1:1.2101-1.2120 urn:cts:greekLit:tlg2022.tlg003.opp-grc1:1.2101-1.2120
ποδῶν δὲ σῶν ἄμμιν δὸς ἅψασθαι φόβῳ ·τοὺς γὰρ ἐπ’ οὐδας νῦν κυνοῦσαι πίτνομεν,καταπλαγεῖσαι τῇ χαρᾷ καὶ τῷ φόβῳ.ΧΡΙΣΤΟΣ.Μὴ δὴ φοβεῖσθε, μηδ’ ὑμῖν ἔστω φόβος.Ἄπιτε δ’, ἀγγείλατ’ ἀδελφοῖς μου τάχειἐς Γαλιλαίαν ἀφικέσθαι, καί μέ πωςἐκεῖσε κατίδωσιν, ὡς ἔφην σφίσιν.ΘΕΟΤΟΚΟΣ.Ὠ φαιδρότης ἄρρητός ἡλίου βολῆς,ὡς ἀνέτειλε χαρίεσσα νῦν ἕως·ὠ λαμπρότης ἄφατος αὐγῆς ἀκτίνων,ὠ χάρμα παγκόσμιον, ὦ θυμηδία,ὠ τέρψις εὐφρόσυνος, ὦ γῆθος μέγα,πῶς ἄν τις εἴπῃ, πῶς ἀπαγγείλῃ λόγῳ2097 Matth. 28, 9. 2098 Rhes. 377. 2099 Rhes. 380. Pauli Ι Corinth. 15, 26. 2100 Bacch. 1020. 2101—3 Math. 28, 8. 9. 2101 cf. Ιο. 20, 17. 2102 Med. 1184. 2103 Rhes. 279. 2104 Rhes. 137. 2104—7 Matth. 28, 10.VAB et Eur., οὐ ῥάδιον CM. ἐσβαλεῖν Α, εἰσβαλεῖ V, εἰσβαλῆ Β. τινά omnes, τινα d. 2098 ἐσθλοῦ παμβσαιλεῦ Α. 2099 ἐχθροῦ Α. πότμῳ ΑΒ et margo V, τάφῳ V. 2101 ἁμὶν A. 2102 κινοῦσαι V. 2104 δὲ Β. 2105 ἀγγείλασ et τάχα Α. 2106 γαλλιλαίαν V. ἀφκέσθαι Μ,ἀφικέσρ· Α. 2107 κατίδωσι Μ. ὡς εἶπον Α. 2108 βολίς Α. 2109 νῦν ὅλως Β cum ἴως int. vers. ead. m. 2110 αὐτῆς ΑΒ. 2113 ἀπαγγελεῖ Μ.ἐμῆς ἀγαλλίαμα τανῦν καρδίας;Ἀλλ’ ἀπίωμεν, ὡς ὁ Δεσπότης ἔφη.ΜΑΤΔΑΛΗΝΗ.Ἐγγὺς ἰδοὺ, δέσποινα, φίλαι σοι κόραιἄλλαι τε πᾶσαι Γαλιλαίας θρεμμάτωνπρὸς τὸν τάφον τρέχουσι μυρίσαι νέκυν,τὴν ἐξέγερσιν ἀγνοοῦσαι τοῦδ’ ἔτι.Οὐκοῦν σὺν αὐταῖς βῶμεν αὖθις ἐς τάφον·