Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- οὐ γὰρ κόρος τίς ἐστι θαυμαστὰ βλέπειν.
- Ἡ γὰρ ποθοῦσα καρδία πάντ’ εἰδέναι
- ἐν τοῖς ἀγητοῖς λίχνος οὖσ’ ἁλίσκεται
- ἀθρεῖν τε ταῦτα συχνάκις λιχνεύεται.
- Ἀλλ’ ὤ · τίς ἐστιν εὐπρεπὴς νεανίας,
- ὃς λευκοχίτων δεξιοῖς ἵζει τάφου;
- Θάμβος μ’ ἔχει βλέπουσαν ἀστραπὴν θέας.
- Μὴ δὴ θροεῖσθε, μηδ’ ὑμῖν ἔστω φόβος.
- Τὸν Ναζαρηνὸν, οἶδ’, Ἰησοῦν, ὦ κόραι,
- ζητεῖθ’ · ὅδ’ ιὐκέτ’ ἐν τάφῳ μένων,
- ἀλλ’ ἐξανέστη, καὶ κενὸς τόπος μένει.
- Ἄπιτε γοῦν, εἴπατε μύσταις καὶ Πέτρῳ
- ἐς Γαλιλαίαν σφίσιν ὀφθῆναι τάχει.
147
- Ἐγὼ τρέμουσα καὶ φόβῳ κρατουμένη
- πρὸς τὸν Πέτρον νῦν εἶμι καὶ λοιποὺς φίλους,
- εὐάγγελον φέρουσα βάξιν καὶ πάλιν.
- ὁ γὰρ φανεὶς ςἴρηκεν εἰπεῖν καὶ Πέτρῳ.
- Άμμες δὲ θάμβει καταπλαγεῖσαι, κόραι ,
- ἔκστασιν ἐκστᾶσαί τε τῇ καινῇ θέᾳ
- φεύγωμεν ὡς τάχιστα μνημείου τρόμῳ,