Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- Οἱ δ’ οὐδὲν αὐτῷ συγγενεῖς πεφυκότες
- κτηθέντες αὐτῷ τοὶ μὲν ἐν χωστοῖς τάφοις,
- οἵδ’ ἔν τ᾿ ὄρει τε καὶ σπέει καὶ γῆς βάθει
- ψυχρὰν ἄησιν δίψιόν τε πῦρ Θεοῦ
- μενοῦσι καρτεροῦντες, οὐκ ἐν δεμνίοις
- οὐδ’ ἐν χιτῶσι τρυφεροῖς ἐγκείμενοι,
- οὐδ’ ἐν ζαχρύσοις δώμασιν κοιμώμενοι,
- τοὶ δ᾿ ἐν μαχαίραις καὶ σπάθῃ τε καὶ ξίφει
- πίπτοντες ἐμφανοῦσι πίστιν ἀσφαλῆ,
- οὐχ ἣν ὁ πράτης καὶ σφαγεῖς εὐεργέτου,
- οὓς ἐκτῖσαι δίκαιόν ἐστι τὴν δίκην.
- Σὲ δ’ ἐξαναστὰς εὐχερῶς ἐκρύσεται,
- ὃν εὐπρεπῶς τέθεικας ἐν καινῷ τάφῳ,
- καὶ μακάρων ἐς αἶαν ἐγκαθιδρύσει,
- σάλπιγγος ἠχῇ νεκρέγερτον δεικνύων.
- Δεῖ γάρ σε τὴν φονῶσαν ἐκλιπεῖν πόλιν
- καὶ πραέων οἰκεῖν σε δάπεδον, μάκαρ,
- θεὸν φανέντα, φθιτὸν ἀμείψαντα σε
- πάχος βρότειον τ᾿ ἀποβαλόντα φθορᾶς,
- ἣν ἐξ ἀπάτης ἔσχες, ὡς θνητὸς γεγώς.